- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:185.11-186.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过归纳和具体实例(音乐、建造、动物)论证了不仅在简单性质中,而且在复合实体和自然事物中,生成与毁灭都是出于对立者与中间物并走向对立者与中间物,并说明这与先前关于对立者不互为出处的论点并不矛盾。
τὸ γὰρ λευκὸν γίνεται καθ’ αὑτὸ ἐξ οὐ λευκοῦ· οὐ γὰρ δὴ ἐκ λευκοῦ· εἴη γὰρ ἄν πρὶν γενέσθαι λευκόν. ἐξ οὐ λευκοῦ δέ, οὐχ ὅτι καὶ ἐξ ἱπποκενταύρου,1 ἀλλὰ τοῦ τῷ λευκῷ ἀντικειμένου· τοῦτο δέ ἐστιν ἢ τὸ μέλαν ἢ τῶν μεταξύ τι οἷον ξανθὸν ἢ πυρρὸν ἢ μάλιστα φαιὸν καὶ ὅλως ὃ πρὸς τὸ λευκὸν τὴν μέλανος ἔχει τάξιν. καὶ τὸ μουσικὸν δὲ ἐξ οὐ μουσικοῦ γίνεται, οὐ τοῦ τυχόντος, ἀλλὰ τοῦ πεφυκότος. τοιοῦτον δὲ τὸ ἄμουσον καὶ εἴ τι μεταξὺ εἴη ἀμούσου καὶ μουσικοῦ. ζητεῖται γὰρ τὸ μεταξὺ ἀρετῆς καὶ κακίας καὶ μουσικῆς καὶ ἀμουσίας, ἐνίων μὲν τὸ οὐδέτερον λεγόντων μεταξὺ ὡς τὸ μεταξὺ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, ἐνίων δὲ ἐκ τῆς ἑκατέρου μίξεως ὡς τὸ φαιὸν τοῦ λευκοῦ καὶ τοῦ μέλανος μεταξύ, ἐνίων δὲ ὡς δύναμιν ἐπ’ ἄμφω πεφυκυῖαν.2 ὁμοίως δὲ οὐδὲ φθείρεται καθ’ αὑτὸ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ ἐναντίον καὶ εἰς τὸ μεταξύ. καὶ οὐκ ἐπὶ μόνων τῶν ἁπλῶν οὕτως ἔχει οἷον λευκοῦ καὶ μουσικοῦ καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων οἷον οἰκίας ἀνθρώπου. καὶ γὰρ τούτων ἕκαστον ἐκ τοῦ ἀντικειμένου γίνεται οὐ τοῦ τυχόντος, ἀλλὰ τοῦ πεφυκότος εἰς ταῦτα μεταβάλλειν, καὶ φθείρεται εἰς ἐκεῖνα, λανθάνει δὲ διὰ τὸ μὴ κεῖσθαι ἐπὶ τούτων τοῖς ἀντικειμένοις ὀνόματα ὡς ἐκεῖ τὸ ἄμουσον καὶ τὸ λευκόν. κοινῶς δὲ ἄν ἐπὶ τῶν συνθέτων ἀντικεῖσθαι τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον λέγοιτο. γίνεται γὰρ πᾶν ἡρμοσμένον ἐξ ἀναρμόστου καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου καὶ φθείρεται εἰς ἄλληλα, οὐ τὰ τυχόντα δὲ εἰς τὰ τυχόντα. οὐ γὰρ ἂν ἡ ἀνθρώπου ἁρμονία εἰς τὴν λύρας ἀναρμοστίαν μεταβάλλοι, ἀλλὰ εἰς τὴν ἀνθρώπου, ἀλλ’ οὐδὲ ἡ Δώριος ἁρμονία εἰς τὴν Λύδιον ἀναρμοστίαν, ἀλλ’ εἰς τὴν οἰκείαν. Ταῦτα δὲ πάντα τὰ παραδείγματα οὐκ ἐκ τοῦ ποιοῦντος εἴληπται, ἀλλ’ ἐκ τοῦ πάσχοντος, ταὐτὸν δὲ εἰπεῖν ἐξ οὗ γίνεται τὸ γινόμενον καὶ εἰς ὃ φθείρεται τὸ φθειρόμενον. γίνεται δὲ ἐξ ἀμούσου τὸ μουσικὸν ὑπὸ Δάμωνος ποιοῦντος, καὶ ἐκ ψυχροῦ τὸ θερμὸν γίνεται ὑπὸ τοῦ θερμοῦ ποιοῦντος· καὶ φθείρεσθαι λέγεται ἕκαστον ἐκείνων εἰς ὃ μεταβάλλει καὶ ὑπ’ ἐκείνου. εἰ δέ τις νομίζοι ἁρμονίαν καὶ ἀναρμοστίαν ἐπὶ μουσικῆς λέγεσθαι μόνης, οὐδὲν διαφέρει καὶ ἐπὶ τάξεως καὶ ἐπὶ συνθέσεως τὰ αὐτὰ λέγειν. ἡ γὰρ οἰκία σύνθετόν τι οὖσα γίνεται ἐκ τοῦ διῃρημένου καὶ μὴ συγκειμένου καὶ τὰ ἐσχηματισμένα ἐξ ἀσχημοσύνης, καὶ ὅσοι τοίνυν συνθέσει καὶ διαιρέσει (ταὐτὸν δὲ εἰπεῖν συγκρίσει καὶ διακρίσει) τὴν γένεσιν ποιοῦσι, καὶ τούτοις3 ἐξ ἐναντίων καὶ εἰς ἐναντία ἡ γένεσις καὶ ἡ φθορά. ὥστε συγκεφαλαιωθείσης τῆς ἐπαγωγῆς ἀληθὲς εἰπεῖν, ὅτι πᾶν ἄν γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ. μεταξὺ δὲ οὐ τὰ κεχωρισμένα ἀμφοῖν, ἀλλὰ τὰ ἐξ ἀμφοῖν συνεστῶτα, ἵνα συγγενῆ ὄντα τῶν ἐναντίων πρὸς ἑκάτερον ἔχῃ λόγον. καὶ τὰ φύσει οὖν πάντα οἷον ζῷον ἐκ μὴ ζῴου τὴν γένεσιν ἔχει, μὴ ζῴου δὲ τοιούτου ὃ πέφυκε πρὸς ζῴου γένεσιν. Δῆλον δὲ ὅτι ὁ παρακολουθήσας τοῖς εἰρημένοις οὐχ ὑποπτεύσει πρὸς ἑαυτὸν ἐναντιοῦσθαι τὸν Ἀριστοτέλην πρότερον μὲν εἰπόντα, ὅτι τὰ ἐναντία οὐ γίνεται ἐξ ἀλλήλων, νῦν δὲ ὅτι ἐκ τοῦ ἐναντίου γίνεται τὸ ἐναντίον.
因为白依自身是出于非白而生成的;因为绝不是出于白,否则它在生成之前就已经是白了。但是出于非白,并不是指也出于马人,而是出于与白相对立者;而这或者是黑,或者是中间之物中的某一种,比如黄色、浅红或特别是灰色,总之是在与白的关系中居于黑之位序的事物。而有音乐教养的也是出于非有音乐教养的而生成,不是出于偶然之物,而是出于本性适宜之物。这样的事物就是无音乐教养的,以及任何可能介于无音乐教养的和有音乐教养的之间的中间事物。因为德性与恶习之间、音乐教养与无音乐教养之间的中间物是为人所探讨的,有人将中间物称为两者皆非,如同介于雄性与雌性之间者;有人称之为出于两者的混合,如同灰色是介于白与黑之间的中间物;有人则称之为依本性朝向两者的潜能。同样,偶然之物依自身也不会消亡为偶然之物,而是消亡为对立物或中间物。并且这种情况不仅存在于简单事物上(如白、有音乐教养的及此类事物),而且也存在于复合事物上(如房屋、人)。因为这些事物中的每一个也是出于相对立者而生成——不是出于偶然之物,而是出于本性适宜转变为这些事物的相对立者——并且消亡为那些事物;然而这一点之所以未被注意到,是因为在这些事物上相对立者没有被赋予名称,不像在那边有无音乐教养的和白。而在一般意义上,就复合事物而言,可以说成调和失调是相对立的。因为一切成调之物皆出于失调之物,失调之物皆出于成调之物,并且它们相互消亡,但绝不是偶然之物消亡为偶然之物。因为人的调和不会转变为竖琴的失调,而是转变为人的[失调];多利亚调的调式也不会转变为吕底亚调的失调,而是转变为其自身固有的[失调]。所有这些例子都不是从作用者方面取来的,而是从受作用者方面,也就是说,从生成之物所由以生成者以及毁灭之物所消亡走向者那里取来的。而有音乐教养的出于无音乐教养的生成,是由起作用的达蒙所致;热出于冷而生成,是由起作用的热所致;并且那些事物中的每一者都被说成消亡为其所转变走向者,且由那作用者造成消亡。如果有人认为调和与失调仅用于音乐,那么在秩序和组合上也完全可以说同样的话。因为房屋作为某种复合之物,是出于被拆分的且未组合之物而生成的,受形之物也是出于不成形而生成的;因此,凡通过组合与分离(也就是通过集聚与离散)来说明生成的人,对他们而言生成与毁灭也都是出于对立者并走向对立者。因此,在归纳加以概括之后,可以真实地说:凡生成之物都会出于对立者而生成,凡毁灭之物都会走向对立者及其处于中间者而毁灭。而中间物并非与两者皆分离之物,而是由两者构成之物,以便作为对立者的同族而与每一方都具有比例关系。因此,一切自然之物(例如动物)也是出于非动物而拥有其生成,但那是本性适宜于动物生成的那种非动物。很显然,紧随上述论述的人绝不会怀疑亚里士多德自相矛盾——他先前曾说对立者不相互生成,而现在又说对立者出于对立者生成。
- 1.41οὐχ ὅτι καὶ ἐξ ἱπποκενταύρου
紧接在 ἐξ οὐ λευκοῦ(出于非白)之后的惯用省略结构,在 οὐχ ὅτι(并非指……)之后省略了述谓动词(如 γίνεται)。它用来限定否定的范围,指出并非把像马人这样完全无关的事物作为非白的例证。
- 1.41ἐνίων δὲ ὡς δύναμιν ἐπ’ ἄμφω πεφυκυῖαν
并列结构 ἐνίων μὲν ... λεγόντων 的最后一个分支,在 ἐνίων δέ 之后承前省略了 λεγόντων。由 ὡς 引导的宾格短语 δύναμιν ... πεφυκυῖαν 充当述谓成分,界定中间物是一种依本性朝向两端的潜能。
- 1.41καὶ ὅσοι τοίνυν συνθέσει καὶ διαιρέσει (ταὐτὸν δὲ εἰπεῖν συγκρίσει καὶ διακρίσει) τὴν γένεσιν ποιοῦσι, καὶ τούτοις
在关系从句 ὅσοι ... ποιοῦσι 之后,主句开头的 καὶ τούτοις 中的 καί 充当后承词(apodotic καί),用以承接主句并在与格上强调先行者('对这些人而言,也……')。
