← 辛普里丘

亚里士多德《物理学》注释

§184.1-185.11

对立者相互作用与变化的普遍原则

辛普利丘对亚里士多德“根据理路”考察对立者如何作为本原的文句(188a30)进行注解,阐明生成与变化并非在偶然之物间发生,而是在相互对立的事物间通过施动与受动而转变这一普遍原则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41#1

" Ἀλλὰ δεῖ τοῦτο καὶ ἐπὶ τοῦ λόγου σκέψασθαι, πῶς συμβαίνει." Δείξας ὅτι τὰ ἐναντία ἀρχαὶ ἔκ τινος κοινῶς τοῖς τε πρώτοις ἐναντίοις καὶ ταῖς ἀρχαῖς ὑπάρχοντος, τοῦτο δὲ ἦν τὸ “μήτε ἐξ ἄλλων μήτε ἐξ ἀλλήλων καὶ τὰ ἄλλα ἐκ τούτων”, βούλεται καὶ τὴν κυριωτάτην αἰτίαν παραδοῦναι τοῦ τὰ πρῶτα ἐναντία ἀρχὰς εἶναι τῆς γενέσεως (λόγον γὰρ οἶμαι τὴν αἰτίαν καλεῖ), ἀλλὰ καὶ ὅτι ἐν τῷ προληφθέντι συλλογισμῷ τὸ μὲν τὰ πρῶτα ἐναντία “μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων” γνώριμον ἐγένετο (τὸ μὲν “μὴ ἐξ ἄλλων” ἐκ τοῦ πρῶτα, τὸ δὲ “μὴ ἐξ ἀλλήλων” ἐκ τοῦ ἐναντία), τῷ δὲ “καὶ τὰ ἄλλα ἐκ τούτων” λόγου τινὸς αἰτιώδους ἔδει. ὃν νῦν προστίθησι τοῦτον· ληπτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος ἕως τοῦ ὥστε πάντα ἂν εἴη τὰ φύσει γινόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. προλαμβάνει ὡς ἀξιώματα καθολικὰ ἐπὶ πάσης γενέσεως τεχνικῆς τε καὶ φυσικῆς ἐκ τῆς ἐναργείας δοκοῦντα πιστά, ὅτι τὸ γινόμενον καὶ φθειρόμενον καθ’ αὑτὸ πᾶν ὑπὸ ποιοῦντος γίνεται1 καὶ φθείρεται καὶ οὐχ ὑπὸ τοῦ τυχόντος τὸ τυχὸν ἀλλ’ ὑπὸ τοῦ ἀντικειμένου ποιητικοῦ αἰτίου καὶ εἰς τὸ ἀντικείμενον. δρᾷ γὰρ οὐ πᾶν εἰς ἅπαν, ἀλλὰ τὸ ἀντικείμενον εἰς τὸ ἀντικείμενον οἷον τὸ θερμὸν εἰς τὸ ψυχρὸν μεταβάλλον αὐτὸ ἀπὸ τῆς ἀντικειμένης ἑαυτῷ ἕξεως εἰς τὴν ἑαυτοῦ. ταῦτα μὲν οὖν πάλιν ἐπὶ τοῦ ποιοῦντος. ἐπὶ δὲ τοῦ γινομένου, ὅτι τὸ γινόμενον οὐκ ἐκ τοῦ μὴ ὄντος γίνεται, ἀλλ’ ἐξ ὄντος μεταβάλλει εἰς ὂν καὶ τοῦτο οὐκ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχόν, ἀλλ’ ἐκ τοῦ ἀντικειμένου εἰς τὸ ἀντικείμενον, τουτέστιν εἰς τὸ ποιοῦν. ταῦτα προαξιώσας, εἶτα προσλαβὼν τὰ φύσει γινόμενα καὶ φθειρόμενα, συνάγει ὅτι πάντα τὰ φύσει, ὅταν καθ’ αὑτὰ γίνηται ἢ φθείρηται, ὑπὸ τῶν ἀντικειμένων τὰ ἀντικείμενα τοῦτο πάσχει. ὅτι δὲ οὐδὲ ποιεῖν πέφυκε τὸ τυχὸν εἰς τὸ τυχὸν οὔτε πάσχειν ὑπὸ τοῦ τυχόντος, ὅταν τὸ μὲν καθ’ αὑτὸ ποιῇ τὸ δὲ καθ’ αὑτὸ πάσχῃ, ἀλλὰ τὸ ἀντικείμενον ὑπὸ τοῦ ἀντικειμένου, μάθοιμεν ἂν οὕτως· τὸ ποιοῦν κατὰ τὸ ἐν αὐτῷ εἶδος μορφοῦν τὴν οἰκείαν ἐνέργειαν δι’ αὐτῆς τῷ ὑποκειμένῳ (τουτέστι τῷ ἐξ οὗ γίνεται τὸ γινόμενον) ἐντίθησι τὸ εἶδος, καθ’ ὃ γίνεται τὸ γινόμενον· τοῦτο δὲ ἦν τὸ ἐν τῷ ποιοῦντι, οἷον ὁ οἰκοδόμος τὴν ἐν αὐτῷ ἁρμονίαν καὶ τὸ σχῆμα τῆς οἰκίας ἐντίθησι τοῖς λίθοις μεταβάλλων αὐτῶν τὴν προτέραν διάθεσιν εἰς τὴν ἐν αὐτῷ. μεταβάλλεται δὲ οὔτε τὸ ὁμοειδὲς (ἔστι γάρ) οὔτε τὸ διάφορον μέν, συνυπάρχειν δὲ δυνάμενον (τί γὰρ δεῖται λευκὸν εἰς μουσικὸν μεταβάλλειν, ὅτε δύναται συνυπάρχειν ἄμφω;), ἀλλ’ ἐκεῖνα μεταβάλλει εἰς ἄλληλα, ὅσα πρὸ τοῦ μεταβάλλειν συνυπάρχειν ἀλλήλοις οὐ δύναται. ταῦτα δέ ἐστιν οὐ τὰ κυρίως ἐναντία μόνα, ἀλλὰ τὰ κατὰ πᾶσαν ἀντίθεσιν ἀντικείμενα. ὥστε ἀνάγκη πᾶν τὸ γινόμενόν τι ὃ μὴ πρότερον ἦν, ἐξ ἀντικειμένης τῆς πρόσθεν διαθέσεως εἰς ἀντικειμένην μεταβάλλειν ὑπὸ τοῦ ἀντικειμένου μὲν τῇ πρόσθεν διαθέσει τοῦ μεταβάλλοντος, ὁμοίου δὲ τῇ εἰς ἣν ἡ μεταβολὴ γίνεται· ἀπὸ γὰρ τοῦ ποιοῦντος αὕτη. οὕτως τὸ ψυχρὸν ὂν πρότερον σῶμα ὑπὸ θερμοῦ τινος γίνεται θερμόν. οὐ γὰρ ἐκ μουσικοῦ, φησί, λευκὸν γίνεται καθ’ αὑτό, ἀλλ’ ἐκ μέλανος· κατὰ συμβεβηκὸς μέντοι οὐδὲν κωλύει, ὅταν τύχῃ ὂν τὸ μουσικὸν μέλαν ἢ μὴ λευκόν, οὐ τὸ τυχόν, ἀλλὰ τὸ μεταξύ.

“但是,还应当根据理路来考察这一点是如何发生的。” 在根据既共同属于最原初的对立者又共同属于本原的某一特性——即“既不出于他物也不出于彼此,且其他事物皆出于它们” ——表明了对立者是本原之后,[亚里士多德]还希望给出最原初的对立者是生成的本原这一判断的最具统领性的原因(因为我认为他把原因称为“理路”)。但这也是因为,在先前得出的三段论中,最原初的对立者“既不出于彼此也不出于他物”已成为显明之理(“不出于他物”来自它们是原初的,而“不出于彼此”来自它们是对立的),但关于“其他事物皆出于它们”这一条,则需要某种具有因果说明力的理据。他现在补足了这个理据:“因此,首先应当认定,在一切存在者中,任何偶然之物依其本性既不作用于任何偶然之物,也不受任何偶然之物的作用,”一直到“以致一切依自然生成的事物或者本身是对立者,或者是出于对立者”。他预先设定了一些关乎一切生成(无论是技术的还是自然的)、基于明晰的事实而看似可靠的全称公理:凡依自身而生成和毁灭之物,皆由作用者造成其生成与毁灭,且不是由偶然之物作用于偶然之物,而是由相对立的能动起因并走向相对立者。因为并非任何事物都对任何事物起作用,而是相对立者对相对立者起作用,例如热对冷起作用,将它从与自身相对立的处向转变为自身的处向。这些又是就作用者而言的。另一方面,就生成之物而言,则是生成之物并非出于非存在而生成,而是从存在转变走向存在,且这不是从任何偶然之物走向任何偶然之物,而是从相对立者走向相对立者,即走向作用者[的形式]。预先设定了这些公理之后,他又附加上依自然生成和毁灭的事物,进而推论出:一切自然事物在依自身生成或毁灭时,相对立者皆由相对立者承受这种作用。而任何偶然之物依其本性既不作用于任何偶然之物,当一方依自身起作用而另一方依自身受作用时也不受任何偶然之物的作用,反而是相对立者受相对立者的作用,这一点我们可以这样来了解:作用者按照其内部的形式塑造自身的活动,并通过这种活动在基底物(即生成之物所由以生成的那一事物)中植入形式,生成之物正是按照这一形式而生成的。这个形式也就是先前存在于作用者之中的形式,正如建筑师将自身之中的比例和房屋的形态植入石块,将它们先前的处向转变为自身之中的处向。而转变的既不是同形式之物(因为已经如此存在),也不是虽有差异却能共存之物(因为既然两者能够共存,白何需转变为有音乐教养的?);相反,相互转变的是那些在转变之前无法彼此共存的事物。这些事物不仅是在严格意义上的对立者,而且是依照各种对立方式相对立的事物。因此,凡生成某种先前所不是之物的事物,必然要由与转变者先前的处向相对立、而与转变所走向的处向相似之物,从先前的对立处向转变为对立处向;因为后者正是出于作用者。这样,先前为冷的身躯便由某种热物变为热的。因为,正如他所说,白依自身并不是出于有音乐教养的而生成,而是出于黑;然而附带地,当有音乐教养的碰巧是黑或者是非白(不是偶然之物,而是中间之物)时,则完全不妨碍[生成]。

语法注1 条
  1. 1.41ὑπὸ τοῦ ἀντικειμένου μὲν τῇ πρόσθεν διαθέσει τοῦ μεταβάλλοντος, ὁμοίου δὲ τῇ εἰς ἣν ἡ μεταβολὴ γίνεται

    由介词 ὑπό 支配的冠词 τοῦ 将两个并列的形容词短语名词化以指代作用者;主动分词 τοῦ μεταβάλλοντος 此处作不及物用法(“转变者”,即受动者),作为属格修饰 τῇ πρόσθεν διαθέσει。两个并列短语中,第一是 μὲν 分句中的 ἀντικειμένου,它以与格 τῇ πρόσθεν διαθέσει τοῦ μεταβάλλοντος(“转变者先前的处向”)为补足语;第二是 δὲ 分句中的 ὁμοίου,它以带有关系从句的与格 τῇ εἰς ἣν ἡ μεταβολὴ γίνεται(“转变所走向的处向”)为补足语。这揭示了因果机制:作用者与受动者的原初状态相对立,而与变化的目标形式相似。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:184.1-185.11