← 辛普里丘

亚里士多德《物理学》注释

§183.2-183.35

对立本原的等同地位与非彼此生成

辛普里丘探讨了对立本原的等同地位以及对立的二元论根基,并引述其导师阿摩尼奥斯的见解,指出“不出于彼此”不仅否定了作为留存基底的生成,更意味着原初对立者之间不存在一方比另一方更具本原性或全称性的先在关系(即彼此势力均等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40#2

τὰ δὲ φυσικὰ ἐν μεταβολῇ τὸ εἶναι ἔχει, πᾶσα δὲ μεταβολὴ ἀπό τινος εἴς τι περὶ κοινὸν ὑποκείμενον γίνεται, οὐκ ἄρα μία ἂν εἴη ἀρχή, ἀλλὰ πρὸς τῷ ὑποκειμένῳ δύο τοὐλάχιστον. ἀλλὰ μήποτε1 τὰ μὲν πρῶτα ἐναντία πάντως ἔχει τὸ μήτε ἐξ ἄλλων μήτε ἐξ ἀλλήλων, οὐ μόνα δέ, ἀλλὰ καὶ τὰ διάφορα μέν, οὐκ ἐναντία δέ. οὐ γὰρ πάντα τὰ διάφορα καὶ ἐναντία, οἷον εἴ τις λέγοι τὸ ποιὸν καὶ τὸ ποσὸν ἀρχάς· οὔτε γὰρ ἐξ ἄλλων εἴπερ ἀρχαί, οὔτε ἐξ ἀλλήλων εἴπερ ἄμφω ὁμοίως πρῶτα. ἢ οὐ πρῶται ἀρχαὶ τὸ ποσὸν καὶ τὸ ποιόν, ἀλλὰ τὸ ἐν ὑποκειμένῳ κοινὸν ὑπάρχον τῶν ἐννέα κατηγοριῶν καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ προσῆκον. τὰ γὰρ πρῶτα καὶ ἰσοσθενῆ ἐν ἀντιθέσει τινὶ θεωρεῖται, διότι τὰ μὴ ἀντικείμενα ὑπάλληλά πώς ἐστιν, εἰ καὶ μὴ εὐσύνοπτος αὐτῶν ἡ τάξις. διὸ μετὰ τὴν μίαν τῶν πάντων αἰτίαν δυάδα πάντες ὑπέθεντο πάσης ἀντιθέσεως ἐξηγουμένην καὶ οἱ μυθικῶς καὶ οἱ φιλοσόφως τὰς θείας ἐκφαίνοντες τάξεις, ἥτις ἀντίθεσις ἐν μὲν τοῖς θείοις ὑπὸ τῆς ἑνώσεως τῆς ἐκεῖ κρατουμένη συγκέκρυπται, ἐνταῦθα δὲ πολυειδῶς ἀναφαίνεται. Ὁ δὲ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος οὐκ ἠξίου τὸ μὴ ἐξ ἀλλήλων εἶναι τὰ ἐναντία οὕτως ἀκούειν, ὡς μὴ ἐξ ὑποκειμένων καὶ διὰ τοῦτο ὑπομενόντων, ἀλλὰ καθ’ ἣν ἔννοιαν εἴρηται τὸ μὴ ἐξ ἄλλων αὐτὰ εἶναι, ὡς οὐδ’ ἐνὸν2 τῶν πρώτων ἐναντίων ἄλλα λαμβάνειν ἀρχοειδέστερα, ἀφ’ ὧν ταῦτα διαιρεῖται, ἢ ὡς γενῶν ἢ ὡς ὅλων ἢ ὡς ἀπὸ ποιητικῶν αἰτίων γίνεται. τῶν γὰρ πρώτων πῶς ἂν εἴη πρότερόν τι; καὶ οὐ διὰ τὸ μὴ κεχρῆσθαι ἐκείνοις ὑποκειμένοις, ἀλλ’ ὅτι οὐχ ὥσπερ τοῦ θερμοῦ φέρε εἰπεῖν καὶ τοῦ ψυχροῦ πρότερά ἐστι τὸ μανὸν καὶ τὸ πυκνόν, τούτων δὲ ὑπεροχὴ καὶ ἔλλειψις, τούτων δὲ εἶδος καὶ στέρησις, οὕτως καὶ τούτων ἐνδέχεται πρότερα ἄλλα λαμβάνειν, ἐξ ὧν ἐροῦμεν ταῦτα εἶναι μερικώτερα ὄντα. διὸ σαφέστερον τούτῳ χρώμενος ἐν τοῖς ἑξῆς ἐρεῖ “ἔτι δέ ἐστιν ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ γίνεται ἕτερα ἐξ ἄλλων” ὡς ἐκ καθολικωτέρων δηλονότι. κατὰ τοῦτο οὖν ἔοικε τὸ σημαινόμενον καὶ νῦν λέγεσθαι τὸ μὴ δεῖν ἐξ ἀλλήλων εἶναι τὰ ἐναντία,3 ὡς οὐ δυνατὸν ὂν θάτερον θατέρου ἀρχοειδέστερον καὶ καθολικώτερον εἶναι διὰ τὸ ἐναντία, φησίν, αὐτὰ εἶναι, τουτέστιν ἰσοσθενεῖν ἀλλήλοις, καὶ μηδὲν ἔχειν πλέον τὸ ἕτερον αὐτῶν τοῦ ἑτέρου πρὸς τὸν τῆς ἀρχῆς λόγον.

既然自然事物在变化中具有其存在,且一切变化都是相对于一个共同的基底物从某物走向某物,那么本原就不会是一个,而是在基底物之外至少有两个。然而,也许最原初的对立者固然完全具有“既不出于他物也不出于彼此”的特性,但并不唯独它们如此,而且那些虽有差异却非对立的事物亦然。因为并非所有有差异的事物也都是对立的,正如有人若说质与量是本原;因为如果它们是本原,它们既不出于他物,如果两者同样是最原初的,也不出于彼此。抑或是,量与质并非最原初的本原,而九个范畴所共通的“在基底物中存在”与属于实体的“不在基底物中存在”才是[最原初的本原]?因为最原初且势力均等的事物总是在某种对立中被考察,因为不对立的事物在某种方式上是彼此相从属的,即使它们的秩序并非一目了然。因此,在万物的唯一起因之后,所有人——无论是用神话方式还是用哲学方式阐明神圣秩序的人——都设定了一个统领一切对立的偶数[二元];这种对立在神圣事物中因被那里的统一所主导而隐匿不显,但在下界却以繁复的形式显现出来。另一方面,我们的导师阿摩尼奥斯并不赞同将“对立者不出于彼此”理解为不出于基底物因而亦不出于留存者,而是主张应当按照说明它们不出于他物的同一种意义来理解,即不可能获得比最原初的对立者更为本质的本原之物,并使这些对立者由此被划分出来(无论是作为出于属还是出于整体),或是作为出于能动起因而生成。因为对于最原初的事物,怎么可能有某种更先在的东西呢?并且[在他看来,如此说]并不是由于没有把它们用作基底物,而是由于:并不像譬如说稀与密先于热与冷,过度与不足先于稀与密,形式与缺失又先于过度与不足那样,能够以同样的方式在这些[最原初者]之前获得其他更先在的事物,并使我们断言这些[最原初者]由于更具特殊性而是出于它们。因此,他在接下来的论述中更加清晰地使用这一点时将会说:“此外,某些对立者先于另一些对立者,并且一些对立者出于另一些对立者生成”,这显然是说作为出于更具全称性的事物。因此,按照这种含义,“对立者不应当出于彼此”在当下似乎也是这样说的:正如他所说,由于它们是对立者,即彼此势力均等,且在关于本原的定义上两者谁也不比另一方占优,因而在它们之中一方不可能比另一方更为本质、更为全称。

语法注3 条
  1. 1.40ἀλλὰ μήποτε

    μήποτε 表达审慎的提问或存疑,引出一种疑难("也许并非仅仅……?")。主句通过承接前句的动词结构(即补出 οὐ μόνα δέ [ταῦτα ἔχει])来理解。

  2. 1.40οὐκ ἠξίου τὸ μὴ ἐξ ἀλλήλων εἶναι τὰ ἐναντία οὕτως ἀκούειν, ὡς μὴ ἐξ ὑποκειμένων καὶ διὰ τοῦτο ὑπομενόντων, ἀλλὰ καθ’ ἣν ἔννοιαν εἴρηται τὸ μὴ ἐξ ἄλλων αὐτὰ εἶναι, ὡς οὐδ’ ἐνὸν ...

    οὐκ ἠξίου("不赞同")的宾语是定冠词引导的不定词短语 τὸ ... ἀκούειν("理解……")。其理解方式通过 ὡς μὴ ἐξ ὑποκειμένων(被否定的观点)与 ἀλλὰ καθ’ ἣν ἔννοιαν ... ὡς οὐδ’ ἐνὸν ...(阿摩尼奥斯所主张的观点)形成对比;其中 ὡς οὐδ’ ἐνὸν 作绝对宾格,用以引出理由说明。

  3. 1.40τὸ μὴ δεῖν ἐξ ἀλλήλων εἶναι τὰ ἐναντία

    这是一个定冠词名词化短语,概括了亚里士多德原文(188a27:δεῖ τὰς ἀρχὰς ... μὴ ἐξ ἀλλήλων)的命题内容,意为“对立者不应当出于彼此”,否定词 μή 修饰不定词 δεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:183.2-183.35