← 辛普里丘

亚里士多德《物理学》注释

§182.7-183.2

对立者作为本原的三段论及其疑难

辛普里丘将亚里士多德关于对立者为本原的论证整理为一个三段论,并解决关于对立者是否出于彼此、以及对立者本原如何与唯一的超越性第一本原相协调的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40#1

" Καὶ τοῦτο εὐλόγως. δεῖ γὰρ τὰς ἀρχὰς ἕως τοῦ διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων." Τὸ τὰ ἐναντία ἀρχὰς εἶναι πιστωσάμενος διὰ τῆς τῶν ἄλλων συμφωνίας, ὅπερ ἐκ τῶν κατὰ μέρος ἦν, καὶ καθόλου τὸ αὐτὸ πιστοῦται διὰ συλλογισμοῦ τοιούτου. τὰ πρῶτα ἐναντία οὔτε ἐξ ἄλλων οὔτε ἐξ ἀλλήλων καὶ ἐκ τούτων τὰ ἄλλα· ἃ δὲ μήτε ἐξ ἄλλων μήτε ἐξ ἀλλήλων καὶ ἐκ τούτων τὰ ἄλλα, ταῦτα ἀρχαί· τὰ πρῶτα ἄρα ἐναντία ἀρχαί. πρῶτα μὲν οὖν ἐναντία λέγει τὰ γενικώτατα. καὶ ὅτι μὲν εἴ τι πρῶτον ἁπλῶς ἐστι τοῦτο οὐκ ἔστιν ἐξ ἄλλου, δῆλον· τὸ γὰρ πρῶτον καθὸ πρῶτόν ἐστιν οὐκ ἂν εἴη ἐξ ἄλλου. καὶ ὅτι τὸ μὴ ἐξ ἄλλου ἀρχή, πρόδηλον. ὅτι δὲ οὐκ εἰσὶν αἱ ἀρχαὶ ἐξ ἀλλήλων, καὶ τοῦτο δῆλον. “εἰ γὰρ ἔκ του ἀρχὴ εἴη, φησὶν ὁ Πλάτων, οὐκ ἂν εἴη ἀρχή”. καὶ ὅλως εἰ ἐξ ἀλλήλων, οὐδὲν μᾶλλον ἀρχαὶ ἢ ἀπὸ ἀρχῶν εἰσίν.1 ἀλλὰ πῶς τὰ ἐναντία οὐκ ἐξ ἀλλήλων; αὐτὸ γὰρ τοὐναντίον δειχθήσεται, ὅτι ἐξ ἀλλήλων τὰ ἐναντία. ἐκ γὰρ μέλανος τὸ λευκὸν καὶ ἐξ ἀμούσου τὸ μουσικόν. ἢ ὡς μὲν μετ’ ἄλληλα γινόμενα ἐξ ἀλλήλων λέγοιτο, ὡς δὲ ἐκ στοιχείων καὶ ὑπομενόντων (ὡς ἐκ ξύλου κλίνη λέγεται γίνεσθαι) οὐκ ἂν γένοιτο τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου. οὗτος δέ ἐστιν ὁ κυρίως ἔκ τινος τῆς γενέσεως τρόπος. οὐ γὰρ οἷόν τε ὕλην εἶναι τῷ ἐναντίῳ τὸ ἐναντίον· οὐ γὰρ δέχεται τὸ ἐναντίον ὑπομένον τὸ ἐναντίον.2 τὸ δὲ ἐκ τούτων τὰ ἄλλα ταῖς μὲν ἀρχαῖς ἀναμφιλέκτως προσήκει· ἀπὸ γὰρ τῆς ἀρχῆς τὰ μετὰ τὴν ἀρχήν, εἴπερ ὄντως ἀρχὴ εἴη. προσήκει δὲ καὶ τοῖς ἐναντίοις, διότι κατὰ μεταβολὴν ἡ γένεσις τῶν μετὰ τὰς ἀρχὰς γινομένων. πᾶσα δὲ μεταβολή, ὡς δειχθήσεται, ἀπὸ τοῦ ἐναντίου γίνεται εἰς τὸ ἐναντίον. ἀλλὰ πῶς τὰ ἐναντία ἀρχαί, εἴπερ αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐνθέως ἀνεβόησε τὸ “οὐκ ἀγαθὸν πολυκοιρανίη”; ἢ φυσικῶν πραγμάτων ἀρχὰς ζητοῦμεν νῦν καὶ ταύτας οὐ τὰς ἐξῃρημένας ἀλλὰ τὰς στοιχειώδεις καὶ τὰς ἐξ ὧν ἐνυπαρχουσῶν γίνεται τὰ γινόμενα, ὡς καὶ αὐτὸς προελθὼν ἐνδείκνυται διὰ τοῦ “τὸ μὲν οὖν τρία φάναι στοιχεῖα εἶναι”.

“而这是合理的。因为本原必须”至“又因是对立者而不出于彼此”。 在通过他人的一致意见(这来自具体事例)确证了对立者是本原之后,他也通过如下的三段论全称地确证了同样的事情。最原初的对立者既不出于他物,也不出于彼此,而其他事物出于它们;而既不出于他物也不出于彼此、且其他事物出于它们的东西,这些就是本原;因此,最原初的对立者是本原。那么,他称作最原初的对立者的是最高属的对立者。而且,如果有某物在单纯意义上是最原初的,此物便不出于他物,这是显而易见的;因为最原初者就其为最原初者而言,绝不可能出于他物。并且,不出于他物者即是本原,这是不言自明的。至于本原并不出于彼此,这也是显而易见的。“因为如果本原出于某物,”柏拉图说,“它就不会是本原。”并且总的来说,如果它们出于彼此,它们是本原绝不甚于是出于本原的事物。但是,对立者怎么可能不出于彼此呢?因为恰恰相反的情况将被表明,即对立者出于彼此;因为白出于黑,有教养者出于无教养者。抑或是,作为相继生成之物,它们或许可被称为出于彼此,但作为出于元素和留存者(正如床被说成是出于木材),对立者绝不会出于对立者。而这才是事物出于某物生成的严格方式。因为对立者绝不可能成为对立者的质料;因为留存着的对立者并不接受[另一]对立者。另一方面,“其他事物出于它们”毫无疑问属于本原;因为如果确实是本原,处于本原之后的事物必出于本原。并且这同样适用于对立者,因为处于本原之后生成之物的生成乃依照变化。而正如将被指出的,一切变化皆是从对立者走向对立者。然而,既然他自己在《形而上学》中神圣地呼喊道“多头统治并非善事”,对立者又怎会是本原呢?抑或是,我们现在探寻的是自然事物的本原,并且这些本原不是超越性的本原,而是元素性的本原,以及由于它们内在存在而生成之物由之生成的本原,正如他自己在后文中通过“那么,说元素有三个”这句话所指出的那样?

语法注2 条
  1. 1.40οὐδὲν μᾶλλον ἀρχαὶ ἢ ἀπὸ ἀρχῶν εἰσίν

    “οὐδὲν μᾶλλον … ἤ …”的比较句式(“并不比……更是……”)。名词ἀρχαί与介词短语ἀπὸ ἀρχῶν作为连系动词εἰσίν的表语形成对照;后者ἀπὸ ἀρχῶν需补足省略的表语分词(如ὄντα),理解为“源自本原之物”。

  2. 1.40οὐ γὰρ δέχεται τὸ ἐναντίον ὑπομένον τὸ ἐναντίον

    相同的短语τὸ ἐναντίον在此兼作主语和直接宾语。与中性单数主格分词ὑπομένον结合的前一个τὸ ἐναντίον作主语(“留存着的对立者”),后一个τὸ ἐναντίον则作动词δέχεται的直接宾语(“并不接受[另一]对立者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:182.7-183.2