← 辛普里丘

亚里士多德《物理学》注释

§181.2-182.6

对立的诸方式与在某种意义上的对立者原理

在引用阿那克萨戈拉的原话以及借助欧多鲁斯的记载阐述毕达哥拉斯学派关于一者与元素性对立者的学说之后,辛普利丘解释了亚里士多德为何限定为“在某种方式下”,指出这些思想家所使用的是广义的相对立方式(如状态与缺失)而非严格意义上的对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#2

σαφῶς δὲ καὶ αὐταῖς λέξεσι τὰς ἐναντιότητας ἐν τῇ γενέσει παραδίδωσιν ὁ Ἀναξαγόρας, ἐν οἷς φησι “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν”. Καὶ οἱ Πυθαγόρειοι δὲ οὐ τῶν φυσικῶν μόνων ἀλλὰ καὶ πάντων ἁπλῶς μετὰ τὸ ἕν, ὃ πάντων ἀρχὴν ἔλεγον, ἀρχὰς δευτέρας καὶ στοιχειώδεις τὰ ἐναντία ἐτίθεσαν, αἷς καὶ τὰς δύο συστοιχίας ὑπέταττον οὐκέτι κυρίως ἀρχαῖς οὔσαις·1 γράφει δὲ περὶ τούτων ὁ Εὔδωρος τάδε· “κατὰ τὸν ἀνωτάτω λόγον φατέον τοὺς Πυθαγορικοὺς τὸ ἓν ἀρχὴν τῶν πάντων λέγειν, κατὰ δὲ τὸν δεύτερον λόγον δύο ἀρχὰς τῶν ἀποτελουμένων εἶναι, τό τε ἓν καὶ τὴν ἐναντίαν τούτῳ φύσιν. ὑποτάσσεσθαι δὲ πάντων τῶν κατὰ ἐναντίωσιν ἐπινοουμένων τὸ μὲν ἀστεῖον τῷ ἑνί, τὸ δὲ φαῦλον τῇ πρὸς τοῦτο ἐναντιουμένῃ φύσει. διὸ μηδὲ εἶναι τὸ σύνολον ταύτας ἀρχὰς2 κατὰ τοὺς ἄνδρας. εἰ γὰρ ἡ μὲν τῶνδε ἡ δὲ τῶνδέ ἐστιν ἀρχή, οὐκ εἰσὶ κοιναὶ πάντων ἀρχαὶ ὥσπερ τὸ ἕν”. καὶ πάλιν “διό, φησί, καὶ κατ’ ἄλλον τρόπον ἀρχὴν ἔφασαν εἶναι τῶν πάντων τὸ ἕν, ὡς ἄν καὶ τῆς ὕλης καὶ τῶν ὄντων πάντων ἐξ αὐτοῦ γεγενημένων. τοῦτο δὲ εἶναι καὶ τὸν ὑπεράνω θεόν”. καὶ λοιπὸν ἀκριβολογούμενος ὁ Εὔδωρος ἀρχὴν μὲν τὸ ἓν αὐτοὺς τίθεσθαι λέγει, στοιχεῖα δὲ ἀπὸ τοῦ ἑνὸς γενέσθαι φησίν, ἃ πολλοῖς αὐτοὺς ὀνόμασιν προσαγορεύειν. λέγει γάρ· “φημὶ τοίνυν τοὺς περὶ τὸν Πυθαγόραν τὸ μὲν ἓν πάντων ἀρχὴν ἀπολιπεῖν, κατ’ ἄλλον δὲ τρόπον δύο τὰ ἀνωτάτω στοιχεῖα παρεισάγειν. καλεῖν δὲ τὰ δύο ταῦτα στοιχεῖα πολλαῖς προσηγορίαις· τὸ μὲν γὰρ αὐτῶν ὀνομάζεσθαι τεταγμένον ὡρισμένον γνωστὸν ἄρρεν περιττὸν δεξιὸν φῶς, τὸ δὲ ἐναντίον τούτῳ ἄτακτον ἀόριστον ἄγνωστον θῆλυ ἀριστερὸν ἄρτιον σκότος, ὥστε ὡς μὲν ἀρχὴ τὸ ἕν, ὡς δὲ στοιχεῖα τὸ ἓν καὶ ἡ ἀόριστος δυάς, ἀρχαὶ ἄμφω ἓν ὄντα πάλιν.3 καὶ δῆλον ὅτι ἄλλο μέν ἐστιν ἓν ἡ ἀρχὴ τῶν πάντων, ἄλλο δὲ ἓν τὸ τῇ δυάδι ἀντικείμενον, ὃ καὶ μονάδα καλοῦσιν”. ἐπιστῆσαι δὲ ἄξιον, πῶς οὐχὶ τὰ ἐναντία πάντας ποιεῖν εἶπεν ἀρχὰς ὁ Ἀριστοτέλης, ἀλλὰ τὰ ἐναντία πως. οὐ γὰρ τὰ κυρίως ἐναντία λέγουσιν, ἀλλ’ ἅπερ ἡγοῦνται ἐναντία. οὐδὲ γὰρ τὸ κενὸν καὶ τὸ πλῆρες ἐναντία, ἀλλὰ μᾶλλον ὡς ἕξις καὶ στέρησις ἀντίκεινται, οὔτε τὸ γεγωνιωμένον καὶ ἀγώνιον καὶ εὐθὺ καὶ περιφερές. κἂν γὰρ σχῆμά τι τὸ εὐθὺ λέγοι, ἔδειξεν αὐτὸς ὅτι ἐν σχήμασιν οὐκ ἔστιν ἐναντίωσις. ἀλλ’ ἴσως οὐδὲ ἐκεῖνοι ὡς ἐναντία κυρίως ἐτίθεσαν, ἀλλ’ ὡς ἀντικείμενα. καὶ γὰρ αὐτός, ὡς μαθησόμεθα, τὰ ἐναντία λέγων ἀρχὰς τὴν πρωτίστην ἐναντίωσιν εἶδος καὶ στέρησιν θήσεται, ἅπερ οὐχ ὡς ἐναντία ἀλλὰ κατὰ ἄλλον ἀντίκεινται τρόπον. τὸ οὖν ἐναντία πως τοῦτ’ ἔστι κατὰ διαφόρους τρόπους ἀντιθέσεως.

阿那克萨戈拉在他的原话中明确传达了生成中的对立性,其中他说道:“这旋转运动引起了分离,浓厚者从稀薄者中分离出来,热者从冷者中分离出来,光明者从阴暗者中分离出来,干燥者从湿润者中分离出来。”毕达哥拉斯派不仅对自然事物,而且对一切事物本身,在一者(他们称其为万物的本原)之后,将对立者设定为第二级的元素性本原,并将两张对立表也归属于它们,因为它们已不再是严格意义上的本原。欧多鲁斯关于这些写道:“按照最高的言说,必须说毕达哥拉斯学派称一者为万物的本原;但按照第二级的言说,被造就之物有两个本原,即一者以及与其对立的自然。而在按对立性构想的一切事物中,优良者从属于一者,而恶劣者则从属于与其对立的自然。因此,在这些人看来,这两者完全算不上统摄全局的本原;因为如果一者是这些事物的本原,另一者是那些事物的本原,它们就不是如同那一者一样作为万物共同的本原。”他又说:“因此,在另一种方式下他们也说一者是万物的本原,就好像质料和所有存在者都是由它产生的一样。而这也就是至高无上的神。”随后,欧多鲁斯精密地论述道,他们将一者设定为本原,但他又说元素是从一者产生的,并且他们用许多名称来称呼这些元素。因为他说:“因此我说,毕达哥拉斯的门徒将一者留作万物的本原,但在另一种方式下引入了两个最高的元素。他们用许多称谓来称呼这两个元素;因为它们之一被命名为有序的、有限的、可知的、雄性的、奇数的、右方的、光明的,而与其对立者则是无序的、无限的、不可知的、雌性的、左方的、偶数的、黑暗的;因此,作为本原的是一者,而作为元素的则是一者与不定的二元性,两者皆是本原,却又再度合为一体。而且显而易见的是,作为万物本原的一者是一回事,而与二元性相对立的一者(他们亦称之为单子)则是另一回事。”然而值得注意的是,亚里士多德为何不说所有人皆以对立者为本原,而是说“在某种方式下”以对立者为本原。因为他们说的并不是严格意义上的对立者,而是他们认为是相对立的东西。因为虚空与充实并非对立者,而是更接近于作为状态与缺失而对立;带角与无角、直线与圆弧亦非对立者。因为即使有人说直线是某种形状,他〔亚里士多德〕自己也指出了形状之中并不存在对立性。但或许他们当初也并不是将其设定为严格意义上的对立者,而是作为相抵对者。因为正如我们将会学到的,他自己虽称对立者为本原,却会将最原初的对立性设定为形式与缺失,而这两者并非作为对立者,而是依照另一种方式相对立。因此,“在某种方式下对立”的意思就是:依照不同种类的对立方式。

语法注3 条
  1. 1.39οὐκέτι κυρίως ἀρχαῖς οὔσαις

    与格分词 οὔσαις 与关系代词 αἷς(即两张对立表所归属的“对立者”)在性数格上一致,表原因或伴随情况:“因为它们[相对于一者而言]已不再是严格意义上的本原”。

  2. 1.39διὸ μηδὲ εἶναι τὸ σύνολον ταύτας ἀρχὰς

    短语 τὸ σύνολον 用作状语性宾格,意为“全然”、“根本”或“总体上”。与否定词 μηδέ 连用,构成“这两者完全算不上统摄全局的本原”之意。

  3. 1.39ἀρχαὶ ἄμφω ἓν ὄντα πάλιν

    ἀρχαὶ ἄμφω 是主格名词短语,而 ἓν ὄντα 是中性复数分词短语,指代前文的复合主语 τὸ ἓν καὶ ἡ ἀόριστος δυάς(一者与不定的二元性):“两者皆是本原,却又再度合为一体”,表达了欧多鲁斯所解释的毕达哥拉斯派本原的阶层综合关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:181.2-182.6