- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:179.20-181.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于所有自然哲学家皆将对立者作为本原的论点,辛普利丘解释了为何亚里士多德在探讨本原的数目之前先阐明其为何物,并列举巴门尼德、早期一元论者、德谟克利特、恩培多克勒和阿那克萨戈拉等先辈学者的学说,以证明他们皆一致地将对立项设定为本原。
" Πάντες δὴ τἀναντία ἀρχὰς ποιοῦσιν ἕως τοῦ ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσι τὰς ἀρχάς, 〈δῆλον〉." Δείξας ὅτι οὔτε μία ἡ ἀρχὴ οὔτε ἄπειροι, καὶ συναγαγὼν ὅτι ἄμεινον λέγουσιν οἱ πλείονας καὶ πεπερασμένας τιθέντες ὥσπερ Ἐμπεδοκλῆς, ὤφειλε μὲν εὐθὺς ἀποδεῖξαι, πόσαι εἰσὶν αἱ πλείους αὗται. ὁ δὲ τοῦτο παρεὶς τίνες εἰσὶ πρῶτον δείκνυσιν, οὐκ ἀλόγως τοῦτο ποιῶν, ἀλλ’ ὅτι τῷ τίνες συναποδείκνυται καὶ τὸ πόσαι·1 εἰ γὰρ ἐναντίαι, δύο πάντως αἱ ἀνωτάτω. δείκνυσι δὲ ὅτι ἐναντίαι αἱ ἀρχαί, δηλονότι τῶν φυσικῶν πραγμάτων αἱ στοιχειώδεις, πρῶτον ἐκ τῆς πάντων σχεδὸν τῶν φυσικῶν κατὰ τοῦτο συμφωνίας, κἂν ἐν τοῖς ἄλλοις διαφωνῶσι. καὶ γὰρ οἱ ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες, ὥσπερ Παρμενίδης, καὶ οὗτοι τῶν φυσικῶν ἐναντίας ποιοῦσι τὰς ἀρχάς. καὶ γὰρ οὗτος ἐν τοῖς πρὸς δόξαν θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ. ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν καὶ φῶς καὶ νύκτα ἤτοι σκότος. λέγει γὰρ μετὰ τὰ περὶ ἀληθείας· μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν, τῶν μίαν οὐ χρεών ἐστιν,2 ἐν ᾧ πεπλανημένοι εἰσίν· ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον † ἀραιὸν ἐλαφρὸν ἑαυτῷ πάντοσε τωυτόν, τῷ δ’ ἑτέρῳ μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ τἀντία νύκτ’ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε. καὶ μετ’ ὀλίγα πάλιν· αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνόμασται καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς, πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου, ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρῳ μέτα μηδέν.3 εἰ δὲ μηδετέρῳ μέτα μηδέν, καὶ ὅτι ἀρχαὶ ἄμφω καὶ ὅτι ἐναντίαι, δηλοῦται. καὶ οἱ ἓν δὲ καὶ κινούμενον τὴν ἀρχὴν ὑποθέμενοι, ὡς Θαλῆς καὶ Ἀναξιμένης, μανώσει καὶ πυκνώσει τὴν γένεσιν ποιοῦντες, ἐναντίας καὶ οὗτοι ἀρχὰς ἔθεντο τὴν μάνωσιν καὶ τὴν πύκνωσιν. ποιεῖ δὲ καὶ Δημόκριτος τὰ ἐναντία ἀρχὰς τὸ πλῆρες καὶ τὸ κενὸν λαμβάνων, ὧν τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν ἔλεγεν. ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ἀτόμοις ἐναντίωσιν θεωρεῖ. διαφέρειν γὰρ αὐτὰς τρισὶ ταῖς ἀνωτάτω διαφοραῖς ἔλεγεν, ῥυσμῷ διαθιγῇ τροπῇ, ῥυσμὸν μὲν τὸ σχῆμα λέγων, διαθιγὴν δὲ τὴν τάξιν, τροπὴν δὲ τὴν θέσιν. διαφέρει γὰρ τὸ μὲν Α εἰ τύχοι στοιχεῖον τοῦ Ν σχήματι, τὸ δὲ Ζ τοῦ Ν θέσει, τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει. ἔστι δὲ ταῦτα τὰ τρία γένη ἐναντίων, ἡ μὲν θέσις τοῦ ἄνω καὶ κάτω δεξιὰ καὶ ἀριστερὰ ἔμπροσθεν καὶ ὄπισθεν, τὸ δὲ σχῆμα τοῦ γεγωνιωμένου καὶ ἀγωνίου καὶ εὐθέος καὶ περιφεροῦς, ἐν δὲ τάξει τὸ πρῶτον καὶ τὸ ἔσχατον ἐναντία. Ἐμπεδοκλέα δὲ καὶ Ἀναξαγόραν παρέλιπε νῦν, τὸν μὲν ὅτι πρόδηλος κατ’ αὐτὸν ἡ ἐναντίωσις ἔν τε τοῖς στοιχείοις καὶ κατὰ τὸ νεῖκος καὶ κατὰ τὴν φιλίαν, καὶ μέντοι κατὰ τὴν σύγκρισιν καὶ τὴν διάκρισιν· λέγει γὰρ ὅτι οὐδὲν ἄλλο ἐστὶν ἡ γένεσις ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων· Ἀναξαγόρου δὲ καὶ πρότερον ἐμνημόνευσεν ὡς τὰ ἐναντία τιθέντος ἐν ταῖς ἀρχαῖς, ὅτε τὴν διαφορὰν αὐτοῦ τὴν πρὸς Ἐμπεδοκλέα παρεδίδου λέγων “διαφέρουσι δὲ ἀλλήλων τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δὲ ἅπαξ, καὶ τὸν μὲν ἄπειρα τά τε ὁμοιομερῆ καὶ τὰ ἐναντία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα”.
“诚然,所有人都将对立者作为本原”直至“可见,所有人都在某种方式下将对立者作为本原,〈这是显而易见的〉”。 在指出本原既非单一亦非无限,并推论出像恩培多克勒那样设定较多且有限之物的人说得更好之后,他理应随即论证这较多的事物究竟有多少。然而他跳过了这一点,首先指明它们是什么,他这样做并非不合逻辑,而是因为与“它们是什么”一同,“有多少”也同时得到了证明;因为如果它们是对立者,处于最高位者无论如何都是两个。他指出本原——显然是指自然事物的元素性[本原]——是对立者,首先是基于几乎所有自然哲学家在此点上的共识,即便他们在其他方面存在分歧。因为即便那些主张存在是一且不动的人,正如巴门尼德,他们也将自然事物的本原设定为对立的。因为他在论意见的[诗句]中,也将热与冷作为本原。他把它们称作火与土,以及光与夜即黑暗。因为他在论真理的[部分]之后说道:“诚然,他们判定将两种形式作为见解来命名,其中之一是不应当[命名]的,在此点上他们误入歧途;他们将躯体区分为对立的,并将标志彼此分置开来:于一方是火焰的空灵之火,温和、†稀薄、†轻灵,在各个方向上皆与自身同一,而与另一方不同一;然而另一方自身作为对立者,乃是晦暗之夜,浓密的躯体且沉重。”在不久之后他又说:“然而由于一切皆已被命名为光与夜,且依其各自力量的[性质]也被赋予了这些与那些事物,一切便同被光与不可视之夜所充满,二者均等,因为两者皆不分有虚无。”如果两者皆不分有虚无,那么两者皆是本原且它们是对立者,便昭然若揭了。而那些假设本原为一且处于运动中的人,如泰勒斯与阿那克西美尼,将生成归于稀薄化与浓厚化,这些人也同样将稀薄化与浓厚化设定为对立的本原。德谟克利特也通过采取充实与虚空而将对立者作为本原,在其中他说前者是存在,后者是非存在。不仅如此,他甚至在原子自身之中也观察到了对立性。因为他说原子因三种最高位的差异而互异:韵律、接触与转动,他将形状称为韵律,将次序称为接触,将位置称为转动。例如,字母A在形状上异于N,Z在位置上异于N,而AN在次序上异于NA。这三者乃是对立者的属:位置是上与下、右与左、前与后的[属],形状是带角与无角、直线与圆弧的[属],而在次序之中,最初者与最终者乃是对立的。亚里士多德在此时略过了恩培多克勒与阿那克萨戈拉:略过前者是因为在他那里对立性无论在元素中、在争斗与爱中、抑或在结合与分离中都是显而易见的(因为他[恩培多克勒]说生成无非仅仅是“混合物之混合与交替”);而关于阿那克萨戈拉,亚里士多德此前在交代他与恩培多克勒的差异时就已提到他将对立者置于本原之中,当时他说“他们彼此的不同在于,一人使这些产生循环,而另一人则仅一次,且一人[主张]同质部分与对立者是无限的,而另一人则[主张]所谓的元素[是有限的]”。
- 1.39τῷ τίνες συναποδείκνυται καὶ τὸ πόσαι
疑问代词 τίνες 与 πόσαι 带有中性定冠词(τῷ 与 τό),被实体化为表示概念内容的词组,意为“[它们]是什么”与“有多少”。其中 τῷ τίνες 是由复合动词 συναποδείκνυται 中的前缀 συν- 所要求的结合/伴随与格(“与……一同”)。
- 1.39τῶν μίαν οὐ χρεών ἐστιν
引自巴门尼德残篇(B8.54)。关系代词 τῶν 是修饰先行词 δύο γνώμας 的部分属格(“在其中”),并修饰 μίαν。非人称短语 οὐ χρεών ἐστιν 承前省略了不定词(如 ὀνομάζειν 或 καταθέσθαι),意为“其中之一是不应当[命名/设定]的”。
- 1.39ἐπεὶ οὐδετέρῳ μέτα μηδέν
引自巴门尼德残篇(B9.4)。介词 μέτα 发生重音后退(anastrophe),用作非人称复合动词 μέτεστι 的替代。它支配与格 οὐδετέρῳ 并带主格主语 μηδέν,构成表示分有/所有的句式:“因为两者皆不分有虚无(无物属于二者中的任何一方)”。
