- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:16.20-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德关于整体与普遍之类比、圆的名称与定义以及幼儿认知发展的论证,引述了亚历山大关于公理亦可称为普遍的观点,并就整体与普遍的区别及其二重认识方式提出了两条辨析(184a16)。
ἔοικε δὲ τὸ καθόλου τῷ ὅλῳ κατὰ τὸ συγκεχυμένην ἔχειν ἐν ἑαυτῷ τῶν συντιθέντων αὐτὸ πολλῶν τὴν διάρθρωσιν1 ὡς ἐν τῷ ὅλῳ τὰ μέρη· καὶ γὰρ ἐν τῷ ζῴῳ ἀδιόριστος ἡ τῶν εἰδῶν τοῦ ζῴου διαφορά· καὶ τὸ καθόλου οὖν ὡς σύνθετον κατὰ τὸ συγκεχυμένον γνωριμώτερον ἡμῖν ἐστι καὶ ὡς πρὸς ἡμᾶς πρῶτον κατὰ τὴν γνῶσιν, ὥσπερ τῇ φύσει καὶ τοῦτο ὕστερον, εἴπερ ἐπιγέννημά ἐστι τῶν καθέκαστα. τῇ γὰρ φύσει σαφέστερα καὶ γνωριμώτερα τὰ ἁπλούστερά ἐστιν ὡς εἰλικρινῆ καὶ ἄμικτα· διὸ καὶ ἡ διαλεκτικὴ ἐπιστήμη αὐτὸ ἕκαστον ὅτι ποτέ ἐστιν ἐπισκοπεῖν εἴθισται ἐπὶ ἁπλῶν τῶν εἰδῶν φιλοσοφοῦσα, ἅτε τῇ φύσει τῶν ὄντων συμπροϊοῦσα, καθ’ ἣν γνωριμώτερα καὶ φανερώτερα τὰ ἁπλούστερα τῶν συνθέτων καὶ τὰ εἰλικρινῆ τῶν συγκεχυμένων. Ὅτι δὲ γνωριμώτερον ἡμῖν τὸ ἀδιόριστον καὶ συγκεχυμένον οἷον τὸ ὅλον δοκεῖ, πιστοῦται2 τὸ μὲν ὄνομα ἕκαστον ὡς ὅλον τι λαβών, τὸν δὲ τοῦ ὀνόματος ὁρισμὸν ὡς τὴν διάρθρωσιν τῶν τοῦ ὀνόματος μερῶν καὶ στοιχείων παραδιδόντα. δῆλον γὰρ ὅτι ἡ μὲν κατὰ τὸ ὄνομα γνῶσις τοῦ κύκλου πρόχειρος καὶ τοῖς πολλοῖς ἐστιν, ὁ δὲ τοῦ κύκλου ὁρισμός, ὅτι ἔστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀπὸ ἑνὸς σημείου πᾶσαι αἱ προσπίπτουσαι [πρὸς τὴν τοῦ κύκλου περιφέρειαν] ἴσαι ἀλλήλαις εἰσίν, οὗτος δὴ ὁ ὁρισμὸς οὐκέτι πρόχειρος πᾶσι τὰ καθέκαστα τοῦ κύκλου παραδιδοὺς καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ στοιχείοις ἐπεξιών. ἀλλὰ τοῦτο μὲν ὡς πρὸς τὸ σύνθετον καὶ ὅλον οἰκείως ἔχει τὸ παράδειγμα· συνήρηται γὰρ καὶ συγκέχυται ἐν τῷ ὀνόματι ὡς ἐν ὁλότητι μιᾷ τὰ ἐν τῷ ὁρισμῷ πάντα μέρη καὶ στοιχεῖα· οὐκέτι δὲ τῷ καθόλου προσέοικε. τὸ μὲν γὰρ καθόλου ἑκάστῳ τῶν συμπληρούντων αὐτὸ ἐφαρμόττει (ζῷον γὰρ καὶ ἄνθρωπος καὶ ἵππος), τὸ δὲ ὄνομα πρὸς πάντα μὲν ἅμα τὰ ἐν τῷ ὁρισμῷ περιλαμβανόμενα ἐφαρμόττει, οὐκέτι δὲ καὶ πρὸς ἕκαστον· οὐ γὰρ τὸ σχῆμα κύκλος οὐδὲ τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον οὐδὲ ἄλλο τι ἓν ἢ πλείονα τῶν ἐν τῷ ὁρισμῷ περιλαμβανομένων, εἰ μὴ πάντα ἅμα. διὸ τὸ δεύτερον ἐπήγαγε παράδειγμα τὸ ἐπὶ τῆς καθ’ ἡλικίαν προκοπῆς θεωρούμενον. οἱ γὰρ νήπιοι παῖδες ὁλοσχερῆ καὶ συγκεχυμένην ἔτι τὴν γνῶσιν ἔχοντες πάντας τοὺς ἄνδρας πατέρας καὶ τὰς γυναῖκας μητέρας καλοῦσι· προϊόντος δὲ τοῦ χρόνου διαρθροῦσι τὸ ὁλοσχερὲς εἰς τὸ μερικὸν ἴδιον καὶ οὕτω τὴν ἀκριβῆ τῶν γεννησάντων αὐτοὺς λαμβάνουσιν εἴδησιν. ὥστε καὶ ἡμεῖς, ἕως ἂν τῷ ὁλοσχερεῖ καὶ συγκεχυμένῳ τῶν αἰσθητικῶν γνώσεων ἑπόμενοι τὰ πράγματα διαγινώσκωμεν, παίδων νηπίων οὐδὲν ἀπεοίκαμεν πατέρας πάντας τοὺς προστυγχάνοντας καλούντων· ὅταν δὲ ἀπὸ τῶν συγκεχυμένων ἐπὶ τὰ εἰλικρινῆ καὶ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ καὶ στοιχειώδη προέλθωμεν, τότε ἂν εἴημεν ἐγγυτέρω προσιόντες τῇ ἐπιστήμῃ, ἅτε μὴ μόνον τὰ κατ’ αἴσθησιν γνωστὰ ἀλλὰ καὶ τὰ κατὰ λόγον γνωρίζοντες καὶ μὴ μόνον τὰ σύνθετα ἀποτελέσματα ἀλλὰ καὶ τὰ αἰτιώδη τούτων στοιχεῖα. “ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα,3 οἷς πρὸς ἅπαντα μὲν τὰ δεικνύμενα χρώμεθα διὰ τὸ εἶναι ἐναργῆ, οὐδενὸς δὲ τῶν δι’ αὐτῶν δεικνυμένων ἐστὶν ἴδια· ὁποῖά ἐστι τὸ ἐπὶ παντὸς τὴν φάσιν ἢ τὴν ἀπόφασιν, κἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα. ταῦτα γὰρ τῷ πρὸς πολλὰ εἶναι χρήσιμα καθόλου τέ ἐστι καὶ ἕκαστον τῶν ὑπ’ αὐτῶν περιέχεται. ἡ μὲν οὖν ὅλη τῶν εἰρημένων ἐν τῷ προοιμίῳ διάνοια καὶ τάξις αὕτη. Ἐπιστῆσαι δὲ ἐν αὐτοῖς ἄξιον πρῶτον μὲν ὅτι4 τοῖς προκειμένοις οἰκεῖον τὸ τοῦ ὅλου καὶ συνθέτου ἀλλ’ οὐχὶ τὸ τοῦ καθόλου παράδειγμα. οὐ γὰρ ὡς ἐκ στοιχείων τῶν καθέκαστα σύγκειται τὸ καθόλου, ὥσπερ τὸ ὅλον καὶ τὸ σύνθετον· οὐδὲν γὰρ στοιχεῖον τὴν τοῦ συνθέτου κατηγορίαν ἐπιδέχεται, ὥσπερ τὰ καθέκαστα τὴν τοῦ καθόλου. Δεύτερον δὲ ἐπιστάσεως ἄξιον, ὅτι διττή ἐστι τοῦ ὅλου καὶ τοῦ καθόλου ἡ γνῶσις ὥσπερ καὶ τοῦ ὀνόματος, ἡ μὲν ὁλοσχερὴς καὶ συγκεχυμένη καὶ κατὰ ψιλὴν ἔννοιαν τοῦ γνωστοῦ γινομένη, ἥτις καὶ παχυτέρα ἐστὶ τῆς κατὰ τὸν ὁρισμὸν γνώσεως· ἡ δὲ συνῃρημένη καὶ ἡνωμένη καὶ 〈τὰ〉 κατὰ μέρος περιειληφυῖα νοερά τις αὕτη καὶ ἁπλῆ καὶ φανταστικὴ δὲ μᾶλλον ἐκείνης καὶ ἀπεστενωμένη· καὶ ἡ μὲν τοῖς πολλοῖς συνήθης [ἡ ὁλοσχερής], ἡ δὲ τοῖς ἀκροτάτοις.
而普遍之所以类似整体,在于它自身之中以混杂的方式包含着组成它的诸多事物的分节,正如部分存在于整体之中那样;因为在动物之中,动物诸种的差异是尚未被规定的;因此普遍作为由于混杂而是复合之物,对我们而言也是更为可知的,就对我们而言在认识上次序在先,而如果它确实是具体个别之物的衍生产物,它在本性上次序也是在后的。因为在本性上,更单纯之物因其纯粹且不相混杂而更清晰、更为可知;所以辩证学也习惯于考察每一个事物本身究竟是什么,基于单纯的形式进行哲学探讨,因为它与存在事物的本性相伴前行,按照这种本性,更单纯之物比起复合之物、纯粹之物比起混杂之物更为可知且更为明显。 至于像整体那样未加规定且混杂之物对我们而言似乎更为可知,他通过将每一个名称当作某种整体、并将名称的定义当作传授该名称之部分与要素的分节来加以证实。因为显而易见,按照名称对圆的认识对大众而言也是现成的,但圆的定义——即“由一条线所包围的平面图形,从一个点落向该线[落向圆的周线]的一切直线彼此相等”——这一定义对所有人而言就不再是现成的了,因为它传授了关于圆的具体细节并详述了它的各部分与要素。然而这个例子对于复合体和整体而言是适切的——因为定义中的一切部分与要素正如在单一整体中一样,在名称中被统摄且混杂在一起——但它不再类似普遍。因为普遍适用于充实它的每一个事物(因为人和马都是动物),而名称则同时适用于定义中所包含的一切事物,却不再适用于其中的每一个;因为图形并非圆,由一条线包围也非圆,定义中所包含的事物中的任何一个或多个也并非圆,除非所有这些同时具备。因此他引入了第二个例子,即在年龄成长中所观察到的情形。因为幼童由于认知尚属粗略且混杂,把所有的成年男子都叫作父亲,把所有的女子都叫作母亲;但随着时间的推移,他们将粗略的认知分节为局部的特有属性,并由此获得了关于生养自己的父母的精确知识。从而我们也是如此,只要我们依循感性认识的粗略与混杂来辨识事物,我们就丝毫不异于把遇到的所有人都叫作父亲的幼童;而当我们由混杂之物进至纯粹之物,由复合之物进至单纯且具要素性的事物时,那时我们便会更为切近科学知识,因为我们不仅认识依感觉可被认识之物,也认识依理性可被认识之物,不仅认识复合的产物,也认识它们的起因性要素。 亚历山大说:“而且还有人说,公理现在也可以被他在某种意义上称为普遍,公理因其明显而被我们用于一切被论证之物,但不专属于任何通过它们而被论证之物;例如关于一切事物非肯定即否定成立,以及如果从相等之物中减去相等之物,余数亦相等。因为这些公理因对诸多事物有用而具普遍性,并且每一个事物都被包含于它们之下。” 这便是序言中所述内容的全部意旨与秩序。在这些内容中首先值得注意的是,适切于当前课题的是整体与复合体的例子,而非普遍的例子。因为普遍并不像整体与复合体那样是由作为要素的个别事物所组成的;因为没有任何要素能够承受复合体的述谓,而个别事物却能承受普遍的述谓。其次值得注意的是,正如对名称的认识一样,对整体和普遍的认识也是双重的:一种是粗略且混杂的,依对可知对象的单纯概念而产生,它比起依定义的认识也更为粗疏;另一种则是统摄且统一的,包容了局部的各部分,此种认识乃是理智的、单纯的,比起前一种更为直观且紧凑;前者为大众所习见,后者则属于达到极致之人。
- 1.2τὸ συγκεχυμένην ἔχειν ἐν ἑαυτῷ τῶν συντιθέντων αὐτὸ πολλῶν τὴν διάρθρωσιν
在介词短语 κατὰ τὸ ... ἔχειν(“在……具有方面”)的结构中,διάρθρωσιν 是不定式 ἔχειν 的直接宾语,由作表语性修饰的形容词 συγκεχυμένην(“以混杂的状态”)修饰。属格短语 τῶν συντιθέντων αὐτὸ πολλῶν 是从属于 διάρθρωσιν 的宾格性或领属性属格,并插置在冠词与名词组合 τὴν διάρθρωσιν 之前,构成了倒装结构(hyperbaton)。
- 1.2Ὅτι δὲ γνωριμώτερον ἡμῖν τὸ ἀδιόριστον καὶ συγκεχυμένον οἷον τὸ ὅλον δοκεῖ, πιστοῦται
主要动词 πιστοῦται(中间态,“他证实/确立”)的未明示主语依上下文为亚里士多德。开头的 ὅτι 从句(Ὅτι δὲ ... δοκεῖ)用作实质性的宾语从句,陈述被证实的命题。随后的分词 λαβών 与 παραδιδόντα 则说明了他进行此种证实的具体论证手段。
- 1.2ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα
由非人称未完成过去时 ἐλέγετο(“有人说/相传”)引导的间接引语结构。受 δύνασθαι 支配的被动态不定式 λέγεσθαι 以 καὶ τὰ ἀξιώματα(“公理亦……”)为其主语。不定代词宾格 τινα 并非 λέγεσθαι 的施动者(施动者已由 ὑπ’ αὐτοῦ 明确表示),而是作为状语性的内部宾格(“在某种方式下”)被理解,或作为修饰 ἀξιώματα 的限定语(“某些事物,即公理”)。
- 1.2Ἐπιστῆσαι δὲ ἐν αὐτοῖς ἄξιον πρῶτον μὲν ὅτι ... Δεύτερον δὲ ἐπιστάσεως ἄξιον, ὅτι
引入辛普里丘两条批判性辨析(ἐπιστάσεις)的句法框架。在第一条中,主动不定过去时不定式 ἐπιστῆσαι 充当 ἄξιον [ἐστί] 的主语(“值得予以关注”),并引导陈述内容的 ὅτι 从句;在第二条中,此结构被变换为支配属格名词的表语结构 ἐπιστάσεως ἄξιον [ἐστί](“值得关注”),同样引导并列的 ὅτι 从句。
