- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:178.12-179.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在188a17中认为恩培多克勒假定有限元素优于阿那克萨戈拉的主张,辛普利丘探讨了其理由,通过引用阿那克萨戈拉的残篇考察后者是否也将单纯性质视作本原,并进一步结合柏拉图与德谟克利特等人的原理说加以评述。
" Βέλτιον δὲ ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς." Εἰ καὶ ὁ τρόπος τῆς γενέσεως κοινὸς Ἐμπεδοκλεῖ καὶ Ἀναξαγόρᾳ, καθόσον ἄμφω κατὰ σύγκρισιν καὶ διάκρισιν τὴν γένεσιν ἀποδιδόασιν, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν στοιχείων διαφέρουσι. καὶ βέλτιον ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὡς Ἐμπεδοκλῆς ἔλαβεν, ἢ πλείω καὶ ἄπειρα, ὡς Ἀναξαγόρας. τὸ γὰρ πεπερασμένον τοῦ ἀπείρου βέλτιον, ὡς καὶ αἰσθήσει καὶ ἐπιστήμῃ ληπτόν, τὸ δὲ ἄπειρον οὔτε αἰσθητὸν οὔτε ἐπιστητόν. καὶ ἄλλως δὲ ἐφ’ ὧν δι’ ἐλαττόνων τὴν χρείαν γίνεσθαι δυνατόν, τί δεῖ πλειόνων καὶ ἀπείρων; ἐπεὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν τὰ μὲν γεννᾶται τὰ δὲ φθείρεται, ἀρκοῦσιν αἱ τῶν προτέρων φθοραὶ ἀρχαὶ ἄλλοις γενέσεων εἶναι. καὶ ὅσοι1 μὲν κόσμους ἀπείρους ὑπέθεντο ὥσπερ Δημόκριτος, ἀναγκαίως καὶ τὰ στοιχεῖα ἄπειρά φασιν εἶναι τῷ ἀριθμῷ· τῷ γὰρ εἴδει οὐδὲ οὗτοι ἄπειρα λέγειν ἀναγκάζονται. ὅσοι δὲ ἕνα τὸν κόσμον φασίν, ὥσπερ Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οὐδεμίαν τῆς ἀπειρίας ἀνάγκην ἔχουσι· διὸ ἄμεινον Ἐμπεδοκλῆς πεπερασμένα λέγει τὰ στοιχεῖα. καὶ γὰρ τὰ πρότερον ἐπαχθέντα ἄτοπα τῇ ἀπειρίᾳ ἐκπέφευγεν. ἀλλ’ ὅτι μὲν οὐχ οὕτως ἄπειρα ὡς ἀπεριήγητα τῷ πλήθει καὶ Ἀναξαγόρας τὰ στοιχεῖά φησι, πρότερον ἐπειράθην πιστώσασθαι. κἂν πεπερασμένα δὲ κατὰ τὰ εἴδη φησίν, ἀλλ’ ἀρχοειδέστερον Ἐμπεδοκλῆς ἁπλούστερα τῶν γινομένων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ ὑπέθετο τοῦ καὶ ταῦτα ὁμοίως ἔχειν τοῖς ἐξ αὐτῶν συντεθεῖσιν νομίσαντος.2 εἰ μὴ ἄρα καὶ Ἀναξαγόρας τὰς ἁπλᾶς καὶ ἀρχοειδεῖς ποιότητας ὑπέθετο στοιχεῖα, ἀλλὰ τὰ σύνθετα,3 ἐν οἷς φησιν “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ ψυχρὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν”. καὶ μετ’ ὀλίγα δὲ “τὸ μὲν πυκνόν, φησί, καὶ διερόν καὶ ψυχρὸν καὶ τὸ ζοφερὸν ἐνθάδε συνεχώρησεν ἔνθα νῦν〈ἡ γῆ〉, τὸ δὲ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐξεχώρησεν εἰς τὸ πρόσω τοῦ αἰθέρος”. καὶ τὰ μὲν ἀρχοειδῆ ταῦτα καὶ ἁπλούστατα ἀποκρίνεσθαι λέγει, ἄλλα δὲ τούτων συνθετώτερα ποτὲ μὲν συμπήγνυσθαι λέγει ὡς σύνθετα, ποτὲ δὲ ἀποκρίνεσθαι ὡς τὴν γῆν. οὕτως γάρ φησιν “ἀπὸ τουτέων ἀποκρινομένων συμπήγνυται γῆ· ἐκ μὲν γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθοι συμπήγνυνται ὑπὸ τοῦ ψυχροῦ”. οὕτως μὲν οὖν ἐπὶ τὰ ἁπλᾶ εἴδη ἀναδραμὼν Ἀναξαγόρας ἀρχοειδέστερον δόξει τοῦ Ἐμπεδοκλέους τὰ περὶ τῶν στοιχείων φιλοσοφεῖν. τελειότερον δὲ ἴσως Ἀριστοτέλης καὶ Πλάτων καὶ πρὸ ἀμφοῖν οἱ Πυθαγόρειοι στοιχειώδεις ἀρχὰς τὴν ὕλην καὶ τὸ εἶδος ὑπέθεντο, καὶ ἔτι τελειότερον, ὅσοι τὴν κατὰ τὰ σχήματα διαφορὰν τοῦ ἀποίου σώματος προσεχεστέραν τῇ ὕλῃ νομίσαντες ὑπέθηκαν ταῖς κατὰ τὰς ποιότητας τῶν στοιχείων διαφοραῖς, πυραμίδα μὲν τῷ πυρί, ἄλλο δὲ ἄλλῳ τῶν σχημάτων· ὅπερ καὶ Δημόκριτος ἔοικε τεθεᾶσθαι καλῶς, ἐλλείπει δὲ τῷ μηκέτι εἰς εἶδος καὶ ὕλην ἀναλῦσαι τὰ ἁπλᾶ σώματα.
“采取较少且有限的事物更好,正如恩培多克勒所做的那样。” 即使生成的模式对恩培多克勒和阿那克萨戈拉而言是共通的(就两者都按照结合与分离来解释生成而言),但他们在元素的数量上存在差异。而且正如恩培多克勒所采取的那样,采取较少且有限者,要优于像阿那克萨戈拉那样采取较多且无限者。因为有限之物优于无限之物,因其既可为感觉亦可为知识所把握,而无限之物则既不可感觉也不可知。此外从另一方面来看,凡是通过较少之物便能满足需求之处,何须较多且无限之物呢?而且由于在可生成且可消灭的事物中,有些在生成,有些在消灭,因此先行事物的消灭足以成为其他事物生成的本原。凡是像德谟克利特那样假设了无限多的宇宙的人,必然也主张元素在数目上是无限的;因为就连他们也并未被迫主张元素在形式上是无限的。但凡是像阿那克萨戈拉和恩培多克勒那样主张宇宙唯有一个的人,则没有任何设定无限性的必然性;因此恩培多克勒称元素是有限的,这一点更为妥当。因为他确实避开了此前针对无限性所提出的荒谬后果。然而,阿那克萨戈拉也并非在此种意义上说元素是无限的——即在数量上无法巡行殆尽,这一点我此前已试图加以证实。即使他主张元素在形式上是有限的,但比起那个认为这些〔四元素〕也与由它们构成的复合物处于同样状态的人,恩培多克勒以更符合本原的方式,将土、水、气、火设定为比生成之物更单纯的元素。除非阿那克萨戈拉其实也是将单纯且符合本原的诸性质而非复合物设定为元素,正如下文他所言之处:“而这一旋转运动使得[事物]分离出来,浓厚者从稀薄者中分离,寒冷者从炎热者中分离,光明者从晦暗者中分离,干燥者从湿润者中分离。”并在不久之后又说:“浓厚者、湿润者、寒冷者与晦暗者聚集于如今〈大地〉所在之处,而稀薄者、炎热者与干燥者则退行至以太的远方。”他说这些符合本原且最单纯的事物被分离出来,而比它们更复合的其他事物,有时他说作为复合物而凝结,有时则说如同大地那样被分离出来。因为他这样说道:“大地因这些事物被分离出来而凝结;因为水从云中被分离出来,大地从水中被分离出来,石头则从大地中因寒冷而凝结。”因此,若如此溯及至单纯形式,阿那克萨戈拉在关于元素的哲学探讨上,将看似比恩培多克勒更符合本原的方式。但或许更为完满的是,亚里士多德和柏拉图,以及在两人之前的毕达哥拉斯派,将质料和形式设定为元素性的本原;而更为完满的,则是那些认为无性质物体的依形状而定的差异更邻近质料,因而将其置于元素依性质而定的差异之下的那些人[所作的设定],他们将正四面体赋予火,将其他形状赋予其他元素;德谟克利特似乎也出色地观察到了这一点,但他因不再将单纯物体分析为形式和质料而有所欠缺。
- 1.38καὶ ἔτι τελειότερον, ὅσοι
承接前文 τελειότερον δὲ ἴσως Ἀριστοτέλης καὶ Πλάτων ... ὑπέθεντο 的句子结构,此处省略了谓语动词 ὑπέθεντο(“设定了”)。由 ὅσοι 引导的关系分句构成了该省略动词的主语。
- 1.38τοῦ καὶ ταῦτα ὁμοίως ἔχειν τοῖς ἐξ αὐτῶν συντεθεῖσιν νομίσαντος
由比较级副词 ἀρχοειδέστερον(“更符合本原的方式”)所支配的比较属格。指代与主语恩培多克勒相对比的阿那克萨戈拉,即“认为这些[四元素]也与由它们构成的复合物处于同样状态的人”。
- 1.38εἰ μὴ ἄρα καὶ Ἀναξαγόρας τὰς ἁπλᾶς καὶ ἀρχοειδεῖς ποιότητας ὑπέθετο στοιχεῖα, ἀλλὰ τὰ σύνθετα
惯用法 εἰ μὴ ἄρα 用于对前述断言引入保留或例外(“除非阿那克萨戈拉确实设定了……”)。紧随其后的 ἀλλὰ τὰ σύνθετα 承接前文含意,构成对立,意为“将单纯且符合本原的诸性质而非复合物设定为元素”。
