← 辛普里丘

亚里士多德《物理学》注释

§177.18-178.11

同类部分的生成与通过变质的真正生成

基于亚里士多德《物理学》188a13的引文,辛普里丘批判了阿那克萨戈拉关于生成是由同类部分组合与区分而来的学说,并通过向元素的分析以及水气相互转变的例子,论证了真正的生成是通过变质实现的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

" Οὐκ ὀρθῶς δὲ οὐδὲ τὴν γένεσιν λαμβάνει τῶν ὁμοειδῶν ἕως τοῦ καὶ εἰσὶ καὶ γίνονται." Ὁ Ἀναξαγόρας ἐκκρίσει λέγων τὴν γένεσιν καὶ ἕκαστον ἀπὸ τοῦ ἐν αὐτῷ πλεονάζοντος χαρακτηρίζεσθαι πάντων ἐν πᾶσιν ὄντων δῆλός ἐστι τὴν γένεσιν ἑκάστου τῶν συνθέτων κατὰ τὴν τῶν ὁμοίων σύνθεσιν ἐπιτελεῖσθαι βουλόμενος,1 διότι καὶ διαιρούμενα εἰς τὰ ὅμοια ἑώρα (σάρκα γὰρ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστᾶ), δοκεῖ δὲ ἕκαστον εἰς ἐκεῖνα διαιρεῖσθαι, ἐξ ὧν σύγκειται. οὐ μέντοι ἀναγκαῖον τὴν γένεσιν ἐξ ὁμοειδῶν γίνεσθαι καὶ μάλιστα τὴν ὡς ἐκ στοιχείων, μᾶλλον δὲ ἀναγκαῖον μὴ οὕτω γίνεσθαι. ὅλα μὲν γὰρ ἐκ μερῶν γένοιτο ἄν τὰ ὁμοειδῆ ἐκ τῶν ὁμοειδῶν, ὥσπερ πηλὸς ὁ μείζων ἐκ πηλῶν πλειόνων τῶν βραχυτέρων. τὸ δὲ ὡς ἐκ στοιχείων ἐκ τῶν ἀνομοίων καὶ ἁπλουστέρων τῇ φύσει γίνεται καὶ εἰς ταῦτα διαιρεῖται, ὡς ὁ πλίνθος ἐκ γῆς καὶ ὕδατος καὶ ἀχύρου, εἰς ἃ διαιρεῖται. καὶ ὅσῳ μᾶλλον εἰς στοιχεῖα γίνεται ἡ ἀνάλυσις, τοσούτῳ μᾶλλον εἰς τὸ ἀνόμοιον καθίσταται. σαρκὸς γοῦν τὰ μὲν ὡς μέρη ὅμοια (σάρκες γάρ), τὰ δὲ στοιχειώδη οὐκέτι σάρκες, ἀλλ’ αἷμα καὶ τὰ ἔτι πορρωτέρω τὰ τέτταρα στοιχεῖα καὶ αἱ τούτων ποιότητες. οὐ κατὰ σύνθεσιν οὖν ἡ γένεσις, ὡς ἡ οἰκία ἐκ πλίνθων γίνεται, οὐδὲ εἰς τὰ συντιθέντα διαιρεῖται, ὡς εἰς πλίνθους ἡ οἰκία, ἀλλὰ ἄλλος ὁ τρόπος· κατ’ ἀλλοίωσιν γὰρ ἐξ ἀλλήλων ὕδωρ καὶ ἀὴρ γίνονται καὶ εἰσίν, ἀλλ’ οὐχὶ κατὰ σύνθεσιν οὐδὲ κατὰ ἔκκρισιν. ἐπεὶ πῶς ἂν ἐξ ὕδατος κυαθιαίου τοσοῦτος ἐγίνετο ἀήρ; ὥστε οὐκ ἐκκρίσει, ὡς Ἀναξαγόρας δοκεῖ λέγειν, ἀλλὰ μεταβολῇ καὶ ἀλλοιώσει, ὡς Ἀριστοτέλης καὶ ἄλλοι. διχῶς δὲ τὴν σύνταξιν τῆς λέξεως ὁ Ἀλέξανδρος ἐξηγήσατο·2 “ἢ γάρ, φησί, τοῦτο λέγει, ὅτι οὐκ ὀρθῶς τῶν ὁμοιομερῶν τὴν γένεσιν ποιεῖ συνθέσει, ἢ ὅτι οὐκ ὀρθῶς τὴν γένεσιν ποιεῖ ἐκ τῶν ὁμοιομερῶν ἵνα ᾖ λεῖπον τῇ λέξει τὸ ἐκ τῶν”.

“他对于同类事物的生成的把握也是不正确的”直至“既存在又生成”。 阿那克萨戈拉主张生成是通过区分出来的,且在万物存在于万物之中时,每一事物都由其中占优势者来表征,显而易见,他是意图表明各个复合事物的生成是按照类似者的组合来完成的,因为他也看到它们被分割成类似者(肉确实被分割成诸肉,骨被分割成诸骨),并且每一事物似乎都分割为构成它的那些东西。然而,生成来自同类者并不是必然的,尤其在作为来自元素的那种生成中更是如此;相反,不以这种方式生成才是必然的。因为作为整体来自部分的同类者固然可以来自同类者,就像较大的黏土来自若干较小的黏土那样;但作为来自元素的生成,则是来自本性上不同类且更单纯之物,并且分割为这些东西,就像砖来自泥土、水和碎麦秸,并分割为它们一样。而且,分析越是朝向元素进行,就越是归结为非类似者。至少就肉而言,作为部分的东西是类似的(因为它们是诸肉),但元素性的东西就不再是肉,而是血液,再往后则是四元素及其性质。因此,生成并不是按照组合而成的(像房屋从砖块生成那样),也不是分割为组成它的东西(像房屋分割为砖块那样),而是方式另有不同:水和空气是按照变质而相互生成且存在的,绝不是按照组合或区分。否则,一小杯水怎能生成如此大量的空气呢?所以,并非如阿那克萨戈拉似乎所主张的那样是通过区分,而是如亚里士多德等人所主张的那样是通过转变与变质。亚历山大对这一文句的句法结构作了两种解释:“因为,”他说,“这要么是指他[阿那克萨戈拉]不正确地将同质部分体的生成归因于组合,要么是指他不正确地主张从同质部分体中生成,从而在此句中省略了‘出自’。”

语法注2 条
  1. 1.37δῆλός ἐστι τὴν γένεσιν ἑκάστου τῶν συνθέτων κατὰ τὴν τῶν ὁμοίων σύνθεσιν ἐπιτελεῖσθαι βουλόμενος

    此处采用了“δῆλός ἐστι + 主格分词(βουλόμενος)”的人称句式(意为“显而易见他意图……”)。分词 βουλόμενος 进而支配一个“带不定式的宾格”结构(τὴν γένεσιν ... ἐπιτελεῖσθαι),以陈述阿那克萨戈拉学说的理论推论。

  2. 1.37διχῶς δὲ τὴν σύνταξιν τῆς λέξεως ὁ Ἀλέξανδρος ἐξηγήσατο

    此处引述了阿芙洛狄西亚的亚历山大关于亚里士多德原文句法结构(σύνταξις)的解释。针对引文中的属格 τῶν ὁμοειδῶν(亚历山大读作 τῶν ὁμοιομερῶν),指出了两种句法分析可能:(1) 作宾格性属格处理(“同质部分体的生成”),或 (2) 视作省略了介词 ἐκ(“从同质部分体中的生成”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:177.18-178.11