- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:176.14-177.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了亚里士多德对阿那克萨戈拉的批评,援引残篇论证心灵的分离与万物的混合并不矛盾,并从自然哲学的角度为《斐多篇》中苏格拉底的指责辩护。
ἄτοπος οὖν ὁ νοῦς ἢ τὸ ἀδύνατον ἀγνοῶν ἢ γινώσκων μὲν ὅτι ἀδύνατον, ἐγχειρῶν δὲ τοῖς ἀδυνάτοις. ταῦτα μὲν πρὸς τὴν σαφήνειαν τῶν Ἀριστοτέλους εἰρήσθω. Οὐχ οὕτως δὲ ἄντικρυς Ἀναξαγόρας εἶπεν, ὅσον ἐμὲ εἰδέναι,1 ὅτι βούλεται μὲν διακρῖναι τὰς ὁμοιομερείας ὁ νοῦς, τοῦτο δὲ ποιῆσαι ἀδύνατόν ἐστιν, ἀλλ’ ὅτι ὁ νοῦς ἐστιν ὁ κινῶν καὶ περιάγων καὶ διακοσμῶν καὶ τῆς ἐκκρίσεως πάσης αἴτιος. εἰπὼν γὰρ ὅτι2 τῆς περιχωρήσεώς ἐστιν αἴτιος ὁ νοῦς, ἐπάγει “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν”. εἶτα μετ’ ὀλίγον ἐπάγει “οὐδὲ διακρίνεται οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου”. δῆλον οὖν ὅτι ἄλλως μὲν εἴρηται τὸ “ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν” καὶ τὰ ἑξῆς, ἄλλως δὲ τὸ “οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου”. καὶ τὸ μὲν ὡς ἐξ ἀλλήλων τῆς γενέσεως οὔσης οὐ πάντων (οὐ γὰρ γραμμὴν εἶπεν ἀπὸ λευκοῦ ἀποκρίνεσθαι) ἀλλὰ τῶν ἐναντίων, τὸ δὲ ὅτι “οὐ κεχώρισται ἀλλήλων τὰ ἐν τῷ ἑνὶ κόσμῳ οὐδὲ ἀποκέκοπται πελέκει”, ὡς ἐν ἄλλοις φησίν. ἀλλὰ σύνεστιν ἀλλήλοις καὶ ἐν ἀλλήλοις ἐστὶν ὡς ἡνωμένα. καὶ διακέκριται οὖν καὶ ἥνωται κατὰ Ἀναξαγόραν τὰ εἴδη καὶ ἄμφω διὰ τὸν νοῦν ἔχει, ὃν ἀξίως Ἀναξαγόρας ἐξύμνησε λέγων “νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενὶ χρήματι, ἀλλὰ μόνον αὐτὸ ἐπ’ ἑωυτοῦ ἐστι” καὶ πάλιν “ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώτατον καὶ γνώμην περὶ παντὸς πᾶσαν ἔχει καὶ ἰσχύει μέγιστον, καὶ ὅσα ψυχὴν ἔχει καὶ τὰ μείζω καὶ τὰ ἐλάσσω, πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησε. καὶ τὰ συμμισγόμενά τε καὶ διακρινόμενα καὶ ἀποκρινόμενα, πάντα ἔγνω νοῦς. καὶ ὁποῖα ἔμελλον ἔσεσθαι καὶ ὁποῖα ἦν, ἅσσα νῦν μὴ ἔστι, καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς”. ὥστε οὐκ ἐβουλήθη τὰ ἀδύνατα κατὰ Ἀναξαγόραν ὁ νοῦς, ἀλλὰ καὶ αὐτὸς τῇ νοερᾷ διακρίσει διέκρινε τὰ εἴδη τὰ ἐν τῷ κόσμῳ χωριστὸς ὢν ἀπ’ αὐτῶν. καὶ τὰ ἐν τῷ κόσμῳ εἴδη διά τε τὴν ἀρχέγονον ἑαυτῶν νοερὰν φύσιν καὶ διὰ τὴν ἐν τῇ γενέσει σύγχυσιν μέμικται ἀλλήλοις. καὶ ὅπερ δὲ ὁ ἐν Φαίδωνι Σωκράτης ἐγκαλεῖ τῷ Ἀναξαγόρᾳ, τὸ ἐν ταῖς τῶν κατὰ μέρος αἰτιολογίαις μὴ τῷ νῷ κεχρῆσθαι3 ἀλλὰ ταῖς ὑλικαῖς ἀποδόσεσιν, οἰκεῖον ἦν φυσιολογίᾳ. τοιγαροῦν καὶ αὐτὸς ὁ Πλάτων ἐν Τιμαίῳ τὴν ποιητικὴν πάντων αἰτίαν ὁλικῶς παραδοὺς ἐν τοῖς κατὰ μέρος διαφορὰς ὄγκων καὶ σχημάτων αἰτιᾶται τῆς τε θερμότητος καὶ ψυχρότητος καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ὁ μέντοι Σωκράτης τὴν ἀπὸ τοῦ τελικοῦ ἀπόδοσιν ὑποδεῖξαι βουλόμενος ἐμνημόνευσεν Ἀναξαγόρου ὡς τῇ ὑλικῇ μᾶλλον ἀλλ’ οὐ τελικῇ αἰτίᾳ χρωμένου. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.
因此,心灵要么不知道是不可能的,要么明知是不可能的却着手从事不可能之事,因而是荒谬的。这些话姑且算作是为了澄清亚里士多德的论点而说的吧。然而据我所知,阿那克萨戈拉并没有如此直截了当地说心灵希望分离同质部分而做这事是不可能的,而是说心灵是促动、引导旋转、整序者,并且是一切分离的原因。因为在说了心灵是旋转的原因之后,他补充道:“而这一旋转造成了分离,浓密从稀薄中被区分出来,热从冷中被区分出来,明亮从昏暗中被区分出来,干燥从湿润中被区分出来。”随后不久他又补充道:“任何一物既未与另一物分离,也未被区分出来。”因此显而易见,“浓密从稀薄中被区分出来”等等是在一种意义上说的,而“任何一物也未从另一物中被区分出来”则是在另一种意义上说的。前者是由于生成并非从一切事物中互相产生(因为他并没有说线从白中被区分出来),而是从对立面中产生的;而后者是因为“在一世界中的事物并未彼此分离,也未曾用斧头砍开”,正如他在别处所言。相反,它们彼此共在,并作为被统一之物存在于彼此之中。因此按照阿那克萨戈拉,诸形式既被分离又被统一,并且两者皆由于心灵而具备,阿那克萨戈拉适当地赞颂了这一心灵,说道:“心灵是无限且自主的,不与任何事物混合,而是唯独就其自身存在”;他又说:“因为它是万物中最纤细、最纯洁的,对一切事物拥有一切判断,具有最大的力量;凡具有灵魂之物,无论较大还是较小,心灵皆统治一切。心灵亦统治了整个旋转。那些相互混合的、分离的、被区分出来的,一切皆为心灵所知。无论它们曾经将要成为何种样子,无论它们曾是何种现在已不再存在的样子,以及它们将成为何种样子,一切皆由心灵整序。”因此按照阿那克萨戈拉,心灵并未意图不可能之事,而是自身脱离诸形式,以智性分离将世界中的诸形式分离开来。而世界中的诸形式由于自身本原的智性本性以及生成中的混杂,彼此混合在一起。此外,《斐多篇》中的苏格拉底对阿那克萨戈拉所指责的——在个别的原因解释中未运用心灵而是运用了质料性的说明——这对于自然哲学研究而言是固有恰当的。因此柏拉图自己在《蒂迈欧篇》中总体上提出了万物的作因之后,在具体事物中也将冷热归因于体积和形状的差异,在其他性质上亦是如此。然而苏格拉底为了指明出于目的因的说明,才提及阿那克萨戈拉是更多地运用质料因而非目的因的人。不过,我们必须继续讨论接下来的内容。
- 1.36ὅσον ἐμὲ εἰδέναι
表示限制的独立不定式结构(习惯用语)。连词 ὅσον 与不定式的逻辑主语(宾格代词 ἐμέ)及不定式 εἰδέναι 连用,构成限制性副词短语,意为“据我所知”。
- 1.36καὶ τὸ μὲν ὡς ἐξ ἀλλήλων τῆς γενέσεως οὔσης ... τὸ δὲ ὅτι
照应前文引用的阿那克萨戈拉两句话的对比结构。τὸ μέν 与 τὸ δέ 分别指示这两句话(省略了前文的述谓动词 εἴρηται),其根据以非对称的方式并列给出:前者由 ὡς 引导属格独立结构(ἐξ ἀλλήλων τῆς γενέσεως οὔσης)构成,后者由 ὅτι 从句构成。
- 1.36καὶ ὅπερ δὲ ὁ ἐν Φαίδωνι Σωκράτης ἐγκαλεῖ ... τὸ ... μὴ τῷ νῷ κεχρῆσθαι
同位与倒置结构。句子的骨干为:“苏格拉底对阿那克萨戈拉所指责的事(ὅπερ... ἐγκαλεῖ),对自然哲学研究是固有恰当的(οἰκεῖον ἦν φυσιολογίᾳ)”。关系代词 ὅπερ 的具体内容由主句谓语前的定冠词不定式短语 τὸ ... μὴ τῷ νῷ κεχρῆσθαι(未使用心灵而是使用了质料性说明)作为同位语展开。
