← 辛普里丘

亚里士多德《物理学》注释

§175.9-176.14

偶性的不可分离与心灵分离的限度

辛普里丘注解了亚里士多德关于“绝不被分离出来是说得正确的”(188a5)之命题,阐明偶性不可脱离实体而存在,引用欧德谟论述混合的界限,并论证心灵无论在量上还是在质上都不可能实现分离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36#1

" Τὸ δὲ μηδέποτε διακριθήσεσθαι οὐκ εἰδότως μὲν λέγεται, ὀρθῶς δὲ λέγεται." Εἰπόντος τοῦ Ἀναξαγόρου1 “οὐδὲ διακρίνεται οὐδὲ ἀποκρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου” διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι, καὶ ἀλλαχοῦ “οὐδὲ ἀποκέκοπται πελέκει οὔτε τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ οὔτε τὸ ψυχρὸν ἀπὸ τοῦ θερμοῦ” (οὐ γὰρ εἶναί τι εἰλικρινὲς καθ’ αὑτό), τοῦτο, φησίν, οὐκ εἰδότως μὲν λέγεται· οὐ γὰρ διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι συμβαίνει τὸ μὴ διακρίνεσθαι, συμβαίνει μέντοι. διὸ κἂν μὴ εἰδότως, ἀλλ’ ὅμως ἀληθῶς λέγεται· τὰ γὰρ πάθη, τουτέστι τὰ συμβεβηκότα, ἀχώριστα τῆς οὐσίας ἐστίν, οἷον τὰ χρώματα καὶ αἱ ἕξεις· μεμιγμένης γὰρ τῆς οὐσίας καὶ τῶν συμβεβηκότων ἐὰν διακριθῇ τὸ συμβεβηκός, ἔσται οὐκέτι συμβεβηκὸς ἀλλ’ οὐσία, ἅτε καθ’ ἑαυτὸ ὑφεστὼς καὶ οὐκ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχον· ὅπερ πάλιν οὐ καθ’ ὑποκειμένου ἐκάλεσεν. καὶ ὅπερ Εὔδημος καλῶς ἐπέστησεν, “οὐ μόνον τὰ πάθη τῶν οὐσιῶν οὐχ οἷόν τε χωρίσαι, ἀλλ’ οὐδὲ πάντα ὁμοῦ εἶναι τὰ πάθη δυνατόν, ὥστε πάντα ἐν πᾶσιν εἶναι. οὐ γὰρ δὴ θερμὸν καὶ ἐπιστήμη,2 ἀλλ’ ὅσα ἐνδέχεται μιχθῆναι, ὅλως δὲ ἡ μῖξις ἐκ τῶν κεχωρισμένων. χωρίζεται δὲ τὰ καθ’ αὑτὰ ὄντα ἢ δυνάμενά γε. τοιαῦται δὲ αἱ οὐσίαι· διὸ μίσγεται τὰ σώματα. τούτων δὲ τὰ μὲν ὑγρὰ κεράννυσθαι λέγομεν, τὰ δὲ ξηρὰ μεμῖχθαι οἷον σπέρματα καὶ πρόβατα, λευκὸν δὲ καὶ ἄνθρωπον οὐ λέγομεν μεμῖχθαι οὐδὲ ἐπιστήμην καὶ ψυχήν. ὑπάρχειν δὲ μόνοις τούτοις τούτων ἕκαστα, καθ’ ὧν λέγεται. ποῖα δὲ μέμικται καὶ ὅπως ὁμοῦ πάντα ἦν, διώρισται βέλτιον, ἐπειδὴ οὐ πᾶν παντὶ μίσγεται, ὥσπερ οὐδὲ γίνεται πᾶν ἐκ παντός. ἐκ τοῦ λευκοῦ γὰρ οὐ γίνεται γραμμή, ἀλλὰ μέλαν ἢ φαιόν”. ταῦτα γὰρ οἰκείως τῷ τόπῳ ὑπὸ Εὐδήμου λεγόμενα παρεθέμην. ἀλλὰ πῶς βούλεται λέγεσθαι διακρῖναι τὰς ὁμοιομερείας ὁ νοῦς, εἴπερ ἐφέστηκε μὲν τοῖς οὖσιν ὡς διακρίνων αὐτὰ καὶ τοῦτο ἔχει ἔργον, ἀδύνατον δέ ἐστι τοῦτο· τὸ γὰρ ἀδυνάτῳ ἐγχειρεῖν ἀνοήτου μᾶλλον ἀλλ’ οὐχὶ νοῦ. ἀδύνατον γὰρ καὶ ποσῷ καὶ ποιῷ διακριθῆναι· ποσῷ μὲν γάρ, ὅτι οὐ φθάσει τὸ ἐλάχιστον, εἰ δὲ μή, στήσεται ἡ ἔκκρισις. ἐὰν γὰρ ἐλαχίστη σὰρξ ἀποκριθῇ, ταύτης ἐλάττων οὐ δύναται ἀποκριθῆναι. ποσοῦ δὲ διάκρισις ἡ ἐλαχίστου φύσις· ἕως μὲν γὰρ ἔστι τοῦ ληφθέντος ἔλαττον λαβεῖν, οὐ διακέκριται τὸ πηλίκον· ἐὰν δὲ στῇ ἐπὶ τὸ ἄτομον, διακέκριται. ὅπερ οὐκ ἔστιν· οὐ γὰρ στήσεται, οὐ διὰ τὴν ἐπ’ ἄπειρον τομήν, ὡς Ἀλέξανδρος ἤκουσεν, ἀλλ’ ὅτι στήσεται ἡ ἔκκρισις.3 ἀλλ’ οὐδὲ κατὰ τὸ ποιὸν δύναται διακρῖναι· ἀχώριστα γὰρ τὰ πάθη τῆς ὕλης. εἰ οὖν ἡ μὲν ποσοῦ διάκρισις ἐν ἐλαχίστῳ στάσις, ἡ δὲ ποιοῦ χωρισμὸς εἴδους ἀπὸ ὕλης, ἄμφω ἀδύνατα τὸ μὲν κατὰ Ἀναξαγόραν (ἡ γὰρ ἐν ἐλαχίστῳ στάσις τὸ πᾶν ἐν παντὶ ἀναιρεῖ), τὸ δὲ κατὰ Ἀριστοτέλην τὰς ποιότητας ἀχωρίστους νομίζοντα.

“而[万物]绝不会被分离出来,这说法虽不明智,却是正确的。” 由于阿那克萨戈拉说过,“由于万物在万物之中,任何一物既未与另一物分离,也未被区分出来”,并且在别处说“热既未曾用斧头从冷中被砍开,冷也未曾从热中被砍开”(因为没有任何事物就其自身而言是纯粹的),他说,这说法是不明智的;因为万物不能被分离并不是由于万物在万物之中这一缘故而成立的,但这确实成立。因此,即使并非明智地说出,却仍然真实地说出了;因为受动,也就是偶性,是不可脱离实体的,例如颜色和状态。因为当实体与偶性混合在一起时,如果偶性被分离出来,它将不再是偶性而是实体,因为它将自存且其存在不在基质之中——这又是他所谓的“不就基质被述说”。正如欧德谟恰切地指出的:“不仅不能将受动与实体分离开来,甚至也不可能所有受动皆在一起,以至于万物在万物之中。因为热与知识确实[并不混合],而是凡能够混合之物才能混合,总的来说混合乃是出于各自独立之物。而各自独立之物乃是那些就自身存在、或至少能够如此存在的事物。而实体正是这样的;因此物体才混合。在这些物体中,我们说湿润之物是融和的,而干燥之物是混合的,例如种子和羊,但我们不说白与人混合,也不说知识与灵魂[混合]。并且这些受动的每一者,仅属于它们就其被述说的这些实体。究竟哪些事物被混合以及万物如何在一起,已得到了更好的界定,因为并非任何事物都与任何事物混合,正如并非一切都从一切中生成一样。因为从白中生成的不是线,而是黑或灰。”我援引了欧德谟所说的这些话,因为它们切合本题。但是,如果心灵作为分离万物者主管着诸存在物并以此为其功用,而这又是完全不可能的,那么他究竟希望怎样主张心灵分离同质部分呢?因为着手于不可能之事乃是无智之徒而非心灵所为。因为无论在量上还是在质上都不可能被分离:在量上不可能,是因为它达不到极小之物,否则,分离就会停止;因为如果极小的肉被区分出来,就无法区分出比这更小的肉。而量的分离乃是极小之物的本性;因为只要还能取得比所取之物更小者,大小就尚未被分离;但如果停在不可分之物上,它就已被分离开来。而这是不可能的;因为它不会停止,这并不是像亚历山大所理解的那样由于无限分割,而是因为分离就会停止。但是它也无法根据质来分离;因为受动与质料是不可分离的。因此,如果量的分离是在极小之物中的停止,而质的分离是形式脱离质料,那么两者都是不可能的:前者对于阿那克萨戈拉而言是不可能的(因为在极小之物中的停止将取消万物在万物之中),而后者对于认为性质不可分离的亚里士多德而言是不可能的。

语法注3 条
  1. 1.36Εἰπόντος τοῦ Ἀναξαγόρου

    属格独立结构。位于主句 τοῦτο, φησίν, οὐκ εἰδότως μὲν λέγεται 之前,引出阿那克萨戈拉的两处引文。

  2. 1.36οὐ γὰρ δὴ θερμὸν καὶ ἐπιστήμη

    动词(推测为 μίσγεται)的省略。承接上文 οὐ μόνον τὰ πάθη... 的论证,作为不同范畴的受动(热与知识)不可能彼此混合的简要举例。

  3. 1.36ὅπερ οὐκ ἔστιν· οὐ γὰρ στήσεται, οὐ διὰ τὴν ἐπ’ ἄπειρον τομήν, ὡς Ἀλέξανδρος ἤκουσεν, ἀλλ’ ὅτι στήσεται ἡ ἔκκρισις.

    ὅπερ 指代前文的假设分句 ἐὰν δὲ στῇ ἐπὶ τὸ ἄτομον(停在不可分之物上)。其后嵌套的否定与对比(οὐ διὰ... ἀλλ’ ὅτι...)说明停止为何不可能:并非如亚历山大所理解的那样由于无限分割,而是因为若如此分离过程本身便会停止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:175.9-176.14