- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:173.21-175.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚历山大对阿那克萨戈拉学说的批判,并驳斥了通过不可感同类部分的汇聚而成为可感之物的辩护方案。随后,他探讨了为阿那克萨戈拉辩护的途径——即元素只是相对于人类认识而言难以把握而非本质上无限,或者分离仅限于相反者之间——同时指出了将生成单纯视为分离所固有的困难。
καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ἄπειρον ὁμοίως. εἰ δὲ καὶ ἐκ παντὸς αἰσθητοῦ πᾶν γίνεται τῇ ἐκκρίσει, εἴη ἄν καὶ οὕτως ἀπειράκις τὸ ἄπειρον. ἐν γὰρ τῷ ἐκκρινομένῳ πάλιν πάντα ἐνέσται καὶ ἐκκριθήσεται. καὶ ἐπ’ ἐκείνων τῶν ἐκκριμάτων τὰ αὐτὰ ῥηθήσεται. καὶ τοῦτο ἐπ’ ἄπειρον· τὰ γὰρ ἐκκρινόμενα τὰ μικτὰ καὶ αἰσθητά ἐστι, διότι τὰ ἄμικτα τὴν ἀρχὴν οὐδὲ ἐκκριθῆναι οἷά τέ ἐστιν.” οὕτως μὲν τὴν δοκοῦσαν εἶναι τῷ λόγῳ βοήθειαν ἐνεγκὼν ἀνεῖλε καὶ ταύτην ὁ Ἀλέξανδρος. Μήποτε δὲ οὕτως μᾶλλον ἂν εἴη πιθανώτερος ὁ τοῦ Ἀναξαγόρου λόγος, εἰ μὴ ἐξ ἑνὸς αἰσθητοῦ λέγοι ἐκκριθήσεσθαί τι αἰσθητόν, οἷον ἐκ τῆσδε τῆς σαρκὸς μόνης ὀστοῦν αἰσθητὸν καὶ ἐκ τούτου πάλιν ἄλλο τι αἰσθητόν, ἀλλ’ ἐνεῖναι μὲν ἑκάστῳ τῶν αἰσθητῶν πάντα, ἀναίσθητα δέ, καὶ ἐκκρίνεσθαι μὲν πάντα ἀπὸ ἑκάστου τῶν αἰσθητῶν, ἀλλ’ ἀναίσθητα μένειν, ἕως ἂν ἀπὸ πλειόνων αἰσθητῶν πλείονα τὰ ὁμοειδῆ ἐκκριθέντα συγκριθῇ καὶ αἰσθητὰ γένηται,1 πάντων μὲν πάλιν ἐνόντων ἑκάστῳ τῶν συγκριμάτων, κατὰ δὲ τὴν ἐπικράτειαν ἑκάστου χαρακτηριζομένου. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔλεγον, πρῶτον μὲν ἢ οὐ πᾶν αἰσθητὸν ἐκ παντὸς αἰσθητοῦ γενήσεται, ὅπερ οὗτοι βούλονται, ἢ ὁμοίως τὸ ἀπειράκις ἄπειρον ἀκολουθήσει. ἔπειτα δὲ καὶ ἐπὶ τῶν στοιχείων ἀληθὲς εἰπεῖν ἀπείρων ὄντων τῷ πλήθει, εἰ ἐν πεπερασμένῳ τῷ αἰσθητῷ ἐνυπῆρχον αἱ ὁμοιομέρειαι ἄπειροι τὸ πλῆθος οὖσαι, ὁμοίως ἄλογον ἦν. εἰ μέντοι μὴ οὕτως ἄπειρα ἔλεγεν Ἀναξαγόρας τὰ στοιχεῖα ὡς τῇ φύσει ἄπειρα καὶ ἀνάριθμα, ἀλλ’ ὡς πρὸς ἡμᾶς ἀπερίληπτα,2 ἐπεὶ καθ’ αὑτὰ πεπερασμένα καὶ ὡρισμένα τῷ εἴδει καὶ τῷ ἀριθμῷ (εἴπερ, ὥς φησι, “καὶ τὰ συμμισγόμενά τε καὶ διακρινόμενα καὶ ἀποκρινόμενα πάντα ἔγνω νοῦς, καὶ ὁποῖα ἔμελλον ἔσεσθαι καὶ ὁποῖα ἦν, ὅσα νῦν μὴ ἔστι, καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς”. καίτοι εἴπερ ἄπειρα κατὰ πλῆθος ἦν ἐνεργείᾳ τῷ εἴδει καὶ τὰ στοιχεῖα καὶ τὰ ἐκ τῶν στοιχείων συγκρίματα, οὐκ ἂν αὐτὰ οὐδὲ ὁ νοῦς ἔγνω οὐδὲ διεκόσμησεν ἄν· τάξις γάρ τις ἡ διακόσμησις, ἡ δὲ τάξις οὐκ ἐν ἀπείροις, καὶ ἡ γνῶσις τοῦ νοῦ ὡρισμένη περίληψις, ἀλλ’ οὐκ ἀόριστος, καὶ κατ’ εἴδη ὡρισμένα γινομένη, ἀλλ’ οὐχὶ κατὰ ἄπειρα. ὅτι δὲ τὸ ἄπειρον οὐχ ὡς ἀδιεξίτητον πάντῃ τῷ πλήθει λέγει, δηλοῖ καὶ τὸν νοῦν ἄπειρον εἰπὼν ἐν οἷς ἔλεγε “νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατές”), εἰ οὖν μὴ ἄπειρα τῷ εἴδει τὰ στοιχεῖα ἔλεγεν Ἀναξαγόρας, οὐδὲ τὰ ἐξ αὐτῶν συγκρίματα ἄπειρα ἦν, ἀλλὰ πεπερασμένα τῷ εἴδει καὶ ἑκάστῳ πεπερασμέναι ἔσονται ὁμοιομέρειαι. Ἀλλ’ οὐδὲ πᾶν ἐκ παντὸς ἁπλῶς ἔοικεν ἐκκρίνειν ὁ Ἀναξαγόρας, κἂν “ὁμοῦ πάντα χρήματα” λέγῃ εἶναι. σαφῶς γὰρ ἐν τῇ ἐκκρίσει τὰ ἐναντία ἀπὸ τῶν ἐναντίων, ἀλλ’ οὐχὶ τὰ τυχόντα ἐκκρίνεσθαι λέγει ἐν οἷς φησιν “ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν”, ὥστε οὐ τὰ τυχόντα ἀπὸ τῶν τυχόντων, οὐδὲ ἐξ ὕδατος σὰρξ ἢ ἐγκέφαλος. καὶ οὕτως πάντα τὰ ἐπαχθέντα ἐγκλήματα διαφεύξεται Ἀναξαγόρας. εἰ γὰρ μὴ ἄπειροι αἱ ἀρχαί, οὔτε αὐταὶ ἄγνωστοι οὔτε τὰ ἀπ’ αὐτῶν, οὔτε τὸ ἄπειρον τὸ ἔλαττον οὔτε τὸ μεῖζον ἔσται, οὔτ’ ἐπ’ ἄπειρον ἡ ἔκκρισις ὡς ἀπείρων ἐνυπαρχόντων εἰδῶν, ἀλλ’ εἴπερ ἄρα, ἑτέρων δεήσει πρὸς αὐτὸν λόγων, εἴπερ κατὰ ἔκκρισιν τὴν γένεσιν λέγει. πῶς γὰρ ἐξ ὕδατος κυαθιαίου ἀὴρ ἐκκρίνοιτο τοσοῦτος, εἰ μὴ ἀλλοίωσις εἴη; τί δὲ τὸ ποιοῦν ἐστιν ἐκ σαρκῶν καὶ ὀστῶν καὶ τῶν τοιούτων ἄνθρωπον; οὐ γὰρ δὴ ἐνυπάρχει ἄνθρωπος. εἰ δὲ τὸν ἄνθρωπον ἐκ μὴ ἀνθρώπου γινόμενον ὁρῶμεν, τί κωλύει καὶ σάρκα μὴ ἐκ σαρκὸς γίνεσθαι ὑπὸ τοῦ καὶ τὸν ἄνθρωπον ποιοῦντος αἰτίου, εἴτε ὁ νοῦς εἴη εἴτε ἄλλο ὁτιοῦν αἴτιον; ὅλως δὲ εἰ τὰ ἀνομοιομερῆ οἷον ζῷα καὶ φυτὰ μὴ τολμῶσιν ἐκκρίσει ποιεῖν, τίς ἀνάγκη τὰ ὁμοιομερῆ τοῦτον γίνεσθαι τὸν τρόπον; ἢ διὰ τί τὰ μὲν ὁμοιομερῆ ἀγένητα καὶ ἄφθαρτα, τὰ δὲ ἐκ τούτων γενητὰ καὶ φθαρτά; καίτοι τὰ ὅλα τῶν μερῶν κρείττονα. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὸν ἐγκέφαλον ὡς ὁμοιομερές τι παρέλαβεν ὁ Ἀριστοτέλης3 καίτοι ὀργανικὸν ὄντα μόριον, εἴπερ καὶ φλέβας ἔχει καὶ ἀρτηρίας τὰς συμπληρούσας αὐτὸν καὶ ὑπὸ μηνίγγων διείληπται.
并且其他各个种也同样是无限的。此外,如果通过分离一切皆从每个感性事物中生成,那么这样一来也将产生无限倍的无限。因为在被分离出的事物中,又将内含万物并被分离出来;对于那些分离产物也将说到同样的事情,并且这将推至无限;因为被分离出来的乃是混合的感性之物,由于不混合之物在根本上甚至不可能被分离出来。”亚历山大就这样提出了看似对该学说有助益的论据,却也摧毁了这一论据。 然而,阿那克萨戈拉的学说若作如下陈述,也许反而会更有说服力:如果他不是说从单一的感性事物中分离出某种感性之物——比如仅从这一块肉中分离出感性的骨,又从中分离出某种别的感性之物——而是说在每个感性事物中虽然内在有一切,却是不可感的,并且从每个感性事物中分离出一切,却依然保持不可感,直到从更多的感性事物中分离出更多同种的事物,结合起来并成为感性的,同时在每个复合物中万物又重新内在其中,而每个事物皆根据主导地位来表征。但是,即便他们这样说,首先,要么并非每个感性事物皆从一切感性事物中生成(而这正是他们所主张的),要么同样会推导出无限倍的无限。其次,就数量上无限的元素而言,以下说法也是真实的:如果在有限的感性事物中内在有数量上无限的同质部分,这同样是不合理的。 然而,如果阿那克萨戈拉说诸元素是无限的,并非指它们在自然上是无限且不可数计的,而是指对我们而言是不可把握的,因为它们就自身而言在形式和数量上是有限且确定的(如果正如他所说:“凡混合的、分离的和区分出来的,心灵皆认识了它们;凡将要成怎样的、凡曾是怎样的——只要现在不存在的——以及凡将是怎样的,心灵皆秩序化了一切。”然而,如果诸元素以及由诸元素构成的复合物在形式上在现实中皆在数量上是无限的,那么即使是心灵也不会认识它们,更不会秩序化它们;因为秩序化乃是某种整序,而整序不存在于无限之物中,心灵的认识乃是确定的把握而非不确定的,且是依确定的形式发生而非依无限的形式。而他之所以说无限并非指在数量上完全不可遍历,这通过他在说“心灵是无限且自主的”文句中称心灵为无限也表明了这一点),因此,如果阿那克萨戈拉并不是说诸元素在形式上是无限的,那么由它们构成的复合物也不会是无限的,而是在形式上有限,且对每一事物而言同质部分也将是有限的。 不过,阿那克萨戈拉似乎也并非简单地主张一切从一切中分离,即使他说“万物皆在一起”。因为在分离过程中,他明确说相反者是从相反者中分离出来的,而不是任意之物被分离出来,正如他在下述文句中所说:“正是这一旋转导致了区分;浓厚者从稀薄者中区分出来,温热者从寒冷者中,明亮者从阴暗者中,干燥者从湿润者中”,因此并非任意之物从任意之物中区分出来,肉或脑也非从水中区分出来。这样一来阿那克萨戈拉便将逃脱所有加诸其上的指控。因为如果本原不是无限的,那么它们自身不是不可知的,出于它们的事物也不是不可知的,既不会存在较小的无限也不会存在较大的无限,也不会因为存在无限的内在形式而使分离推至无限;但是若如此,如果他主张生成是通过分离而发生的,就将需要针对他提出其他的论证。因为如果不是质变,如何能从一杓水中分离出如此大量的空气?又是什么由肉、骨及诸如此类之物造成了人?因为人确实并非内在其中。但是如果我们看到人是从非人生成而来的,那么有什么妨碍肉也由那造成人的原因(无论是心灵还是任何其他原因)从非肉生成呢?总而言之,如果他们不敢通过分离来制造非同质物(如动物和植物),那么同质物以这种方式生成又有何必然性呢?或者,为什么同质物是不生不灭的,而由它们构成的产物却是可生可灭的,尽管整体胜于部分?值得注意的是,亚里士多德把脑当作了某种同质部分,尽管它是一个器官性的部分,因为它确实拥有构成它的静脉和动脉,并且被脑膜所分隔。
- 1.35ἕως ἂν ἀπὸ πλειόνων αἰσθητῶν πλείονα τὰ ὁμοειδῆ ἐκκριθέντα συγκριθῇ καὶ αἰσθητὰ γένηται
由连词 ἕως ἄν 与虚拟式(συγκριθῇ, γένηται)构成的时间/限度从属从句。结合前面的分词短语 ἐκκριθέντα,表示终点状态:“直到……更多同种事物被分离出来并结合成为可感之物”。
- 1.35εἰ μέντοι μὴ οὕτως ἄπειρα ἔλεγεν Ἀναξαγόρας τὰ στοιχεῖα ὡς τῇ φύσει ἄπειρα καὶ ἀνάριθμα, ἀλλ’ ὡς πρὸς ἡμᾶς ἀπερίληπτα
长条件句的框架结构。由 εἰ μέντοι μὴ οὕτως ἄπειρα ἔλεγεν 引导的条件从句(protasis),在经过对阿那克萨戈拉关于心灵的残篇引用及解释的长篇插入语(parenthesis)之后,通过后文的 εἰ οὖν μὴ ἄπειρα τῷ εἴδει τὰ στοιχεῖα ἔλεγεν Ἀναξαγόρας 进行了总结与复述(resumptive protasis),最终引出结论句(οὐδὲ τὰ ἐξ αὐτῶν συγκρίματα ἄπειρα ἦν)。
- 1.35ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὸν ἐγκέφαλον ὡς ὁμοιομερές τι παρέλαβεν ὁ Ἀριστοτέλης
非人称结构 ἄξιόν [ἐστι],其主语为不定式 ἐπιστῆσαι(注意、留心),进而由 ὅτι 从句引出应当注意的具体内容。
