← 辛普里丘

亚里士多德《物理学》注释

§171.29-173.21

对无限同质部分与万物相互内在的反驳

辛普利丘探讨了亚里士多德对阿那克萨戈拉的第五个反驳(188a2),指出若假定同质部分无限且万物在一切之中,将导致现实的无限量度出现无限多个等荒谬推论。他还驳斥了亚历山大试图将混合局限于可感复合物来为之辩护的观点,论证该反驳依然成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35#1

" Ἔτι δὲ ἐν τοῖς ἀπείροις σώμασιν ἕως τοῦ τοῦτο δὲ ἄλογον." Τὸν ἰσχυρότατον οἶμαι ἔλεγχον πέμπτον ἐν τούτοις ὁ Ἀναξαγόρου λόγος ὑφίσταται, εἴ τις αὐτὸν ἐκδέχοιτο κατὰ τὸ φαινόμενον, καὶ ἔστι πρὸς πᾶσαν τὴν ὑπόθεσιν ἡ ἐπιχείρησις τὴν λέγουσαν ἀπείρους τῷ πλήθει ὁμοιομερείας εἶναι τὰς ἀρχὰς καὶ πάντα ἐν πᾶσι μεμῖχθαι. ἅπερ εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος τίθησιν Ἀναξαγόρας λέγων “ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα”. καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν. καὶ ὅτι “ἐν παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ” πολλάκις λέγει. εἰ οὖν ἀπείρων οὐσῶν τῶν ὁμοιομερειῶν ἐν ἑκάστῃ πάντα ὑπάρχοι, ἐνυπάρχοι ἂν ἤδη κατ’ ἐνέργειαν οὖσα σὰρξ ἄπειρος καὶ αἷμα καὶ ἐγκέφαλος. ἐν ταῖς ἀπείροις γὰρ ὁμοιομερείαις σάρκες ἄπειροι τῷ πλήθει οὖσαι, ἄπειρον τῷ μεγέθει ποιοῦσι τὴν ὅλην σάρκα καὶ αἷμα ὁμοίως καὶ ἐγκέφαλον καὶ χρυσὸν δηλονότι καὶ τῶν ἄλλων ἕκαστον. ἔσται οὖν ἄπειρα μεγέθη πλείονα κατ’ ἀριθμόν, μᾶλλον δὲ ἄπειρα (καθ’ ἑκάστην γὰρ ὁμοιομέρειαν), ὅπερ ἄλογον· ἄπειρον γὰρ μέγεθος ἐκεῖνό ἐστιν, οὗ μηδὲν ἐκτός ἐστι μέγεθος. καὶ οὐ δυνάμει τὸ ἄπειρον, ὡς ἐπὶ τῶν ἐπ’ ἄπειρον γινομένων ἢ διαιρουμένων, ἀλλ’ ἐνεργείᾳ ἤδη τὸ ἄπειρον· ἤδη γὰρ ὑφέστηκε κεχωρισμένα ἀπ’ ἀλλήλων, καὶ οὐδὲν ἧττον ὄντα τῶν ἐν οἷς ἐστιν.1 ἔτι δὲ ἀλογώτερον τὸ κεχωρισμένα ὄντα ἄπειρα ὅμως εἶναι· τὰ γὰρ κεχωρισμένα ἀπ’ ἀλλήλων περαίνει πρὸς ἄλληλα. κεχωρισμένα δὲ ταῦτα τὰ ἄπειρα εἶναί φησιν, οὐ μόνον ὅτι ἐν κεχωρισμένοις ἐστὶ τοῖς ἀπείροις ὁμοιομερέσιν ἡ σὰρξ καὶ τὸ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ ὅτι καὶ αὐτὸς Ἀναξαγόρας “ἕτερον, φησίν, οὐδέν ἐστιν ὅμοιον οὐδενί”. καὶ αὐτὰ οὖν τῇ οἰκείᾳ φύσει ἀπ’ ἀλλήλων κεχώρισται. καὶ κατ’ ἄλλον δὲ τρόπον ἔτι ἀτοπώτερον δόξει τὸ ὑπὸ τοῦ Ἀριστοτέλους συναγόμενον. εἰ γὰρ ἄπειρα τὰ ὁμοιομερῆ καὶ πάντα ἐν πᾶσιν, ἐν ἑκάστῳ ἂν τῶν ὁμοιομερῶν ἀπείρων ὄντων πάντα ἂν εἴη. καὶ ἐν ἑκάστῳ πάντων τῶν ἐν τούτῳ ἀπείρων πάντα. καὶ οὕτως ἐν ἑκάστῃ ὁμοιομερείᾳ σάρκες τε ἂν ἄπειροι ἐνεῖεν καὶ ὀστᾶ καὶ αἷμα καὶ ἐγκέφαλος καὶ πάντα τὰ ἄλλα ἄπειρα ὄντα. καὶ τοῦτο ἐπ’ ἄπειρον προχωροῦσιν ἀκολουθήσει ἑκάστου πάντα ἔχοντος καὶ τῶν ἐν αὐτῷ ἑκάστου πάντα, καὶ ἀεὶ τοῦτο καίτοι ἐνεργείᾳ εἶναι πάντων ὑποκειμένων, ἀλλ’ οὐ δυνάμει. πολλαχῶς οὖν τὸ ἄλογον ἐν τῇ τοιαύτῃ ὑποθέσει. καὶ ὅτι ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι μέγεθος, ἄλογον, μᾶλλον δὲ ἄπειρα καὶ ἀπειράκις ἄπειρα. τὰ γὰρ ἄπειρα ἔνεστιν ἐν τῷδε τῷ σαρκίῳ καὶ ἐν ἑκάστῳ τῶν ἀπείρων ἄπειρα καὶ τοῦτο ἐπ’ ἄπειρον. ἄλογον δὲ καὶ τὸ ἄπειρα κεχωρισμένα ἀπ’ ἀλλήλων εἶναι, οὐ μόνον διότι τὰ κεχωρισμένα περαίνει πρὸς ἄλληλα, ἀλλ’ ὅτι οὐδὲ ἄπειρόν τι μέγεθος οἷόν τε ἐκ κεχωρισμένων εἶναι μερῶν. εἴη γὰρ ἂν οὕτως τι τοῦ ἀπείρου μεῖζον. τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κεχωρισμένων τοῦ ἀπείρου μερῶν συντεθὲν τῷ ἀπείρῳ μεῖζον ἂν εἴη αὐτοῦ τοῦ ἀπείρου. ἔτι δὲ ὅτι καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος πολὺ τὸ ἀπειράκις ἄπειρον ἔσται καὶ ἐνεργείᾳ τοῦτο, εἴπερ κεχωρισμένα ἀπ’ ἀλλήλων. οὐδὲν ἧττον καὶ ἄπειρον ἕκαστόν ἐστι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ κεχωρισμένα μέντοι ἀπ’ ἀλλήλων, οὐδὲν δὲ ἧττον ὄντα καὶ ἄπειρον ἕκαστον. “Ἀλλὰ μήποτε, φησὶν Ἀλέξανδρος, οὐχ οὕτως χρὴ τὸν λόγον εὐθύνειν· τὸ γὰρ πάντα ἐν πᾶσι μεμῖχθαι οὐκ ἐπὶ τῶν ἀρχῶν ἴσως ἔλεγεν Ἀναξαγόρας, ὡς ἐν ἑκάστῃ τῶν ἀρχῶν πάντων ὄντων (οὕτως γὰρ οὐδὲ ἀρχαὶ ἂν ἦσαν ἔτι, εἴπερ συγκρίματα ἦν), ἀλλ’ ἐν ἑκάστῳ τῶν αἰσθητῶν σωμάτων τῶν ἐκ τῶν ἀρχῶν συγκεκριμένων πάντα ἔλεγε μεμῖχθαι· ἐκ τούτων γὰρ καὶ αἱ γενέσεις καὶ αἱ ἐκκρίσεις· τὰ γὰρ στοιχεῖα τὰ εἰλικρινῆ μήτε αἰσθητὰ εἶναι τὴν ἀρχήν, ἀλλὰ μηδὲ εἶναι καθ’ αὑτά· μηδὲ γὰρ διακριθῆναι ταῦτα δύνασθαι· ἀλλ’ ὁ ταῦτα λέγων οὐδὲν ἄλλο ἢ μεταφέρει τὸν ἔλεγχον εἰς τὰ συγκρίματα·2 εἰ γὰρ ἕκαστον τῶν αἰσθητῶν μῖγμα ὂν ἐκ πάντων ἐστί, τόδε δέ τι εἶναι δοκεῖ κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει, ἔστι δὲ πάντα καὶ ἐν τοῖς συγκρίμασι κατ’ ἐπικράτειαν ἑκάστης τῶν ὁμοιομερειῶν χαρακτηριζόμενον ἀπείρων οὐσῶν ἄλλο κατ’ ἄλλην, ἅπερ καὶ ἐκκρίνεται, εἴπερ πάντα ἐκ πάντων· ἄπειρα ἄρα καὶ τὰ αἰσθητά. εἰ οὖν ἕκαστον αὐτῶν ἐκ πάντων μέμικται, ἄπειρος ἂν εἴη ἡ σὰρξ καὶ τῷ πλήθει καὶ τῷ μεγέθει.

“此外,在无限的物体中”至“而这是不合理的”。 我认为,如果人们按照字面意义来理解阿那克萨戈拉的学说,它在此受到了第五个也是最强有力的反驳;而这一论证是针对整个假说的,该假说主张数量上无限的同质部分是本原,并且万物混合在一切之中。阿那克萨戈拉在著作的开端便立即提出了这些,说:“万物皆在一起,在数量和微小上都是无限的”;因为微小也是无限的。并且他屡次说:“除知性(心灵)外,在一切之中皆有一切的分额。”因此,如果在同质部分是无限的情况下,万物都存在于每一个之中,那么在现实中存在的无限的肉、血液和脑就已经内在其中了。因为在无限的同质部分中,数量上无限的肉会使整体的肉在量度上成为无限,同样血液、脑以及显然黄金和其余每一事物也是如此。因此,在数目上将存在较多数的、或者不如说是无限的(因为对应于每一个同质部分都有一个)无限量度,而这是不合理的;因为无限的量度乃是其外不存在任何量度的那种量度。并且这种无限不是潜能中的无限,如在无限生成或无限分割的事物中那样,而是已经在现实中的无限;因为它们已经作为彼此分离的事物而存在,并且绝不亚于它们身处其中的那些事物而实存。此外,分离的事物却依然是无限的,这更加不合理;因为彼此分离的事物相互规定界限。而他说这些无限之物是分离的,不仅是因为肉、骨以及其余每一事物都存在于分离的无限同质部分之中,而且也是因为阿那克萨戈拉本人说:“没有任何相异之物与任何事物相似。”因此,它们依其固有的本性也是彼此分离的。并且从另一种方式看,亚里士多德所推导出的结论将显得还要更加荒谬。因为如果同质部分是无限的,并且万物在一切之中,那么在这些无限的同质部分的每一个之中就将存在万物,并且在其中所有无限之物的每一个之中也存在万物。这样一来,在每一个同质部分之中都将内含无限的肉、骨、血液、脑以及所有其他同为无限之物。而对于那些步入无限的人而言,由于每一事物拥有一切,且其中所含的每一事物也拥有一切,并且尽管假定万物皆在现实中而非在潜能中存在,这种情况却始终成立,这一点便会随之得出。因此,在这样的假说中,不合理之处以多种方式产生。而一个无限的量度存在于一个有限的量度之中是不合理的,或者更确切地说是存在无限且无限倍的无限量度。因为无限的事物内在于这一小块肉中,且在每一无限之物中又内含无限之物,并且这一过程推至无限。无限的事物彼此分离也是不合理的,这不仅是因为分离的事物相互规定界限,而且也是因为任何无限的量度都不可能由分离的部分构成。因为若如此,就会存在某种大于无限的东西;因为无限之物的分离部分之间的间距,若与无限相加,就会大于无限本身。此外,如果它们确实彼此分离,那么在数量和量度上都将存在大量的无限倍的无限,并且这还是在现实之中。尽管如此,每一个也都是无限的。因为他通过“然而彼此分离,绝不逊色地存在且每一个皆为无限”这一表述表明了这一点。 “然而也许”,亚历山大说,“不应当这样来纠察这一论据;因为阿那克萨戈拉说万物混合在一切之中,大概并非指本原而言,仿佛万物存在于每一个本原之中(因为若它们是复合物,那样一来它们甚至就不再是本原了),而是说万物混合在从本原合成的每个感性物体之中;因为生成和分离皆出于这些物体;因为纯粹的元素在根本上既非感性的,甚至也不凭自身存在;因为它们甚至不能被分离开来。”但这样说的人无非是把反驳转移到了复合物上;因为如果每个感性事物都是由万物组成的混合物,并且根据混合中占主导地位的东西显现为“这一个”,而且如果万物从一切中生成,由于同质部分是无限的,由各个不同的同质部分的主导地位所表征的一切事物在复合物中也全都存在,而这些正是被分离出来的;那么感性事物也将是无限的。因此,如果它们之中的每一个都是由万物混合而成,那么肉在数量上和量度上都将是无限的。

语法注2 条
  1. 1.35οὐδὲν ἧττον ὄντα τῶν ἐν οἷς ἐστιν

    短语 τῶν ἐν οἷς ἐστιν 是由相当于比较级的表达 οὐδὲν ἧττον 所支配的比较属格,指代这些同质部分所身处其中的容纳整体或物体。分词 ὄντα 与同质部分相一致,表示它们作为被包含物,其实在性绝不逊色于容纳它们的身处之物。

  2. 1.35ἀλλ’ ὁ ταῦτα λέγων οὐδὲν ἄλλο ἢ μεταφέρει τὸν ἔλεγχον εἰς τὰ συγκρίματα

    在习惯句式 οὐδὲν ἄλλο ἤ(“无非是……”、“除了……不做别的”)中,主要动词 μεταφέρει 直接与主语分词 ὁ ταῦτα λέγων(“如此说者”,即亚历山大)相连。此句结构强调亚历山大的辩护并未化解难题,而仅仅是将反驳转移到了复合物之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:171.29-173.21