← 辛普里丘

亚里士多德《物理学》注释

§170.9-171.28

有限量度与不可从极小中分离

辛普利丘补充解释了187b22的论证,依据无限分割与现实内在的区别以及有限量度消尽的公理批判了阿那克萨戈拉学说。随后他阐释了187b35的论据,表明任何物体都不能从最小的肉中分离出来,若假定能分离则会推导出同质部分的可毁灭性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33#2

καθ’ ἑκάστην γάρ, φησίν, ἔκκρισιν ἀριθμός τις ἔσται ἐκκρινόμενος τῶν ἐλαχίστων, οὕτως τε ἔσται τρόπον τινὰ ἴσα ἀεὶ τὰ ἀφαιρούμενα διὰ τὸ ἐλάχιστα πάντα εἶναι. τίς δὲ ἂν εἴη ἡ ἀποκλήρωσις τὸ καὶ τὰ ἐλάχιστα πολλὰ εἶναι, ἀλλὰ μήποτε ἴσα, ἀντὶ τοῦ μεγέθη ὄντα καὶ αὐτὰ λέγειν;1 κἂν γὰρ ἀεί, φησίν, ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι. τουτέστι κἂν συγχωρήσῃ τις αὐτοῖς τὸ τῆς ἐλάττονος ἀεὶ ἐλάττονα λαμβάνειν, οὐκ ἂν διὰ τὴν σμικρότητα ὑπερβαίη τὸ εἶναι μέγεθος. καὶ γὰρ ἡ ἐπ’ ἄπειρον τῶν μεγεθῶν διαίρεσις εἰς μεγέθη γίνεται. ὁ μέντοι πάντα ἐν πᾶσι λέγων καὶ ἐνεργείᾳ αὐτὰ ἐνεῖναι λέγει, καὶ οὐ δυνάμει, ὡς ἐπὶ τῶν ἐπ’ ἄπειρον διαιρουμένων. δυνατὸν δὲ τὸ ἴσα πρὸς τὸ πεπερασμένα ἀκούειν ἀντὶ τοῦ ὅμοια πεπερασμένα. καὶ εἴπερ τὸ πεπερασμένον τοῦ ποσοῦ ἐστι πάθος, οἰκειότερον τὸ ἴσα πεπερασμένα ἤπερ ὅμοια πεπερασμένα εἰπεῖν. ἡ οὖν ὅλη ἐπιχείρησις ἀναιρεῖ τὸ πᾶν ἐν παντὶ εἶναι καὶ πᾶν ἐκ παντὸς γίνεσθαι ἤτοι ἐκκρίνεσθαι προλαβοῦσα ἀξίωμα, ὅτι πᾶν σῶμα πεπερασμένον ὑπὸ σώματος πεπερασμένου καταμετρεῖται καὶ δαπανᾶται, ὅπερ αὐτὸς ἀναιρεῖται εἶπε τοῖς προκειμένοις οἰκείως. ἐὰν γὰρ τοῦ πήχεως πεπερασμένου ὄντος ἀεί τι πεπερασμένον ἀφαιρῇς, ἀναιρεθήσεται ὁ πῆχυς. γινέσθω δὲ ἡ ἀφαίρεσις μὴ κατὰ τὸ λόγῳ θεωρητόν (ἐπεὶ οὐδέποτε ἐκλείψει), ἀλλὰ κατὰ τὰ ἐνεργείᾳ ἐνυπάρχοντα μόρια, κἂν τὰ ἐλάχιστα ἴσως τοιάδε. τούτου οὖν προληφθέντος δείκνυσιν, ὅτι οὐκ ἐνδέχεται ἕκαστον ἐν ἑκάστῳ τουτέστι πᾶν ἐν παντὶ ὑπάρχειν οὐδὲ πᾶν ἐκ παντὸς ἐκκρίνεσθαι, οὕτως· εἰ ἐκκρίνοιτο ἐκ τοῦ ὕδατος σὰρξ καὶ πάλιν ἄλλη, κἂν ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ὅμως μέγεθός τι ἕξει. καὶ τοῦτο δὲ ὡς ἀξίωμα προλαμβάνεσθαι χρὴ τῆς ἀποδείξεως· ἢ οὖν στήσεται ἡ ἔκκρισις ἢ οὐ στήσεται. ἀλλ’ εἰ μὲν στῇ, οὐχ ἅπαν ἐν παντὶ ἔσται (ἐν γὰρ τῷ λοιπῷ ὕδατι οὐκ ἐνυπάρξει σάρξ), εἰ δὲ μὴ στῇ, ἀλλ’ ἀεὶ ἕξει ἀφαίρεσιν, ἐν πεπερασμένῳ μεγέθει ἄπειρα τὸ πλῆθος ὁμοίως πεπερασμένα μεγέθη ἔσται· ὅπερ ἀδύνατον. τὸ γὰρ πεπερασμένον μέγεθος ἀεί τινος τῶν ἐν αὐτῷ πεπερασμένου κατὰ πεπερασμένον ἀριθμὸν ἀναιρουμένου, ἀναιρεθήσεται καὶ αὐτὸ διὰ τὸ ἀξίωμα, ὥστε οὐκ ἔσται ἐν πεπερασμένῳ μεγέθει ἄπειρα τὸ πλῆθος. δῆλον δὲ ὅπερ εἶπον, ὅτι τὴν ἀφαίρεσιν οὐ κατὰ τὴν λόγῳ θεωρουμένην ἐπ’ ἄπειρον τομὴν ποιητέον. οὕτως γὰρ οὐδὲ ἐπέλειπεν ἂν οὐδὲ ἄτοπόν τι ἠκολούθει τὸ πεπερασμένον τι ἐκ τῶν ἐπ’ ἄπειρον διαιρουμένων συνεστάναι· δυνάμει γὰρ ἐπὶ τούτων τὸ ἄπειρον οὐκ ἐνεργείᾳ. ἡ δὲ κατὰ Ἀναξαγόραν ἔκκρισις τῶν ἐνεργείᾳ ἐνυπαρχόντων ἀπείρων ἐστίν.

“因为在每次分离中”,他[亚历山大]说,“都会有某一数量的最小者被分离出来,而这样一来,由于一切皆是最小者,被扣除的部分在某种意义上将总是相等的。”然而,如果不说它们自身也是量度,反而武断地假定最小者也是多数但决不相等,这会是何种武断的假定呢?因为“即使被分离出的东西总会更小”,他[亚里士多德]说,“但它无论如何不会在微小上超过某一量度。”这就是说,即使有人向他们承认总是能取比更小者还要小者,它也不会因其微小而越出作为量度这一规定。因为量度的无限分割所得到的也依然是量度。然而,主张万物在一切之中的人,是主张它们在现实中内在,而非如在无限分割的事物中那样在潜能中内在。并且也可以把“相等”相对于“有限”来理解,用以代替“同样有限”。而且既然有限是数量的属性,那么说“同等有限”比说“同样有限”更为恰切。因此,整个论据在预先设定了“一切有限物体皆被某一有限物体所度量且消耗殆尽”这一公理之后,废除了万物在一切之中以及一切从一切中生成(即分离出来)的观点;而亚里士多德本人贴切于当下的论题,将此表述为“被废除”。因为如果一肘之物是有限的,而你总从中扣除某种有限之物,那么这一肘之物就将被消尽。但这种扣除不应是按照思维中所考察的方式进行的(因为那样的话它就永远不会穷尽),而是要按照现实中内在的诸部分来进行,哪怕最小的诸部分也许就是这样的。因此,在预设了这一公理之后,他按照下述方式证明:每一事物不可能在每一事物之中(即万物不可能在一切之中),一切也不可能从一切中分离出来。如果从水中分离出肉,并且再次分离出另一块肉,即使被分离出来的肉总会更小,它也依然会具有某一量度。而这也必须作为论证的公理预先予以设定。那么,分离要么会停止,要么不会停止。然而,如果它停止,万物就不会在一切之中(因为在剩余的水中将不再内含肉);但如果它不停止,而是总能扣除,那么在一个有限的量度中,将存在数量上无限且同样有限的诸量度;而这绝不可能。因为当有限量度之中所含的某一有限事物依某一有限数目被不断消尽时,依据该公理,这有限量度本身也将被消尽,从而在一个有限量度中绝不可能有数量上无限的诸量度。并且正如我所说,显然不能按照思维中所考察的无限切分来实行扣除。因为若如此,它既不会穷尽,也不会产生某一有限之物是由无限分割之物所构成的荒谬推论;因为对于后者而言,无限是处于潜能中而非现实中。然而依照阿那克萨戈拉的分离,乃是现实中内在的无限之物的分离。

§1.34

"Πρὸς δὲ τούτοις εἰ ἅπαν μὲν σῶμα ἕως τοῦ ἔσται γὰρ ἔλαττον τῆς ἐλαχίστης." Τὸ πᾶν ἐν παντὶ εἶναι καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεσθαι καὶ διὰ τούτου σαλεύει˙ τοῦ ἐπιχειρήματος. προλαβὼν κἀνταῦθα ἐναργὲς ἀξίωμα, ὅτι πᾶν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον γίνεσθαι ἀνάγκη, ἐπειδὴ καὶ προστεθέντος μεῖζον, καὶ πρὸς τούτῳ τῷ ἀξιώματι τῷ ἤδη δεδειγμένῳ χρώμενος ἐνταῦθα τῷ μὴ ὁπηλικηνοῦν εἶναι σάρκα,2 ἀλλ’ εἶναι τὴν ἐλαχίστην ὡρισμένην, ὥσπερ καὶ τὴν μεγίστην. τούτων δὲ προειλημμένων, συλλογίσαιο ἂν οὕτως· εἰ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκρίνεταί τι, ἔσται τις σὰρξ ἀφ’ ἧς ἐξεκρίθη ἐλάττων τῆς ἐλαχίστης· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἐλαχίστη γὰρ ἦν ἧς ἐλάττων οὐκ ἔστι σάρξ· οὐκ ἄρα ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκριθήσεταί τι σῶμα ὁποιονοῦν. καὶ τὸ μὲν συνημμένον ἀληθὲς διὰ τὸ ἀξίωμα. ἡ δὲ πρόσληψις ἐναργής. εἰ δὲ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἀδύνατόν τι ἐκκριθῆναι σῶμα, οὐ πᾶν ἔσται ἐν παντὶ οὐδὲ πᾶν ἐκ παντὸς ἐκκριθήσεται. καὶ ἄλλο δὲ ἄτοπον ἕπεται τῷ ἐκ τῆς ἐλαχίστης σαρκὸς ἐκκρίνεσθαί τι. οὐ γὰρ ἔτι ἔσται σὰρξ μετὰ τὴν ἔκκρισιν· τῆς γὰρ ἐλαχίστης σαρκὸς ἐλάττων οὐκ ἂν εἴη σάρξ· ἔφθαρται ἄρα ὡς σάρξ· φθαρταὶ ἄρα αἱ ὁμοιομέρειαι, ὅπερ οὐ βούλονται· οὐκ ἄρα πᾶν ἐν παντὶ οὐδὲ πᾶν ἐκ παντὸς γίνεται.

“除这些之外,若每个物体”至“因为它将小于最小者”。 万物在一切之中以及一切从一切中分离出来这一观点,也因这一论据而被动摇。他[亚里士多德]在这里同样预先设定了一个显而易见的公理:每个物体在被扣除某种东西后必然变得更小,因为添加某种东西后也必然变得更大;并且除了这一公理之外,他在此还运用了已经证明的前提,即肉不能具有任意大小,而是正如最大者一样,最小者也是被确定的。在预设了这些之后,人们可以这样推论:如果从最小的肉中分离出某种东西,那么从中分离出该物的肉将小于最小者;但这绝不可能;因为不存在比它更小的肉的那种肉本就是最小的;因此,任何物体都绝不会从最小的肉中分离出来。而由于该公理,假言命题是真的,并且小前提是显而易见的。然而如果不可能有任何物体从最小的肉中分离出来,那么万物就不会在一切之中,一切也不会从一切中分离出来。并且从最小的肉中分离出某种东西还会导致另一个荒谬的推论。因为分离之后它将不再是肉;因为不可能有比最小的肉更小的肉;因此它作为肉已经毁灭了;从而同质部分是可毁灭的,而这正是他们所不愿接受的;因此,并非万物在一切之中,亦非一切从一切中生成。

语法注2 条
  1. 1.33τίς δὲ ἂν εἴη ἡ ἀποκλήρωσις τὸ καὶ τὰ ἐλάχιστα πολλὰ εἶναι, ἀλλὰ μήποτε ἴσα, ἀντὶ τοῦ μεγέθη ὄντα καὶ αὐτὰ λέγειν;

    带中性单数定冠词的不定词从句 τὸ καὶ τὰ ἐλάχιστα πολλὰ εἶναι, ἀλλὰ μήποτε ἴσα 作为同位语,具体解释名词短语 ἡ ἀποκλήρωσις(武断的选择/假定)。随后的 ἀντὶ τοῦ μεγέθη ὄντα καὶ αὐτὰ λέγειν 由介词 ἀντί 加上属格定冠词不定词构成,引出对比项(“代替说……”),其中 ὄντα 是与 αὐτά(受格主语)相一致的分词(“它们自身也是量度”)。

  2. 1.34προλαβὼν κἀνταῦθα ἐναργὲς ἀξίωμα... καὶ πρὸς τούτῳ τῷ ἀξιώματι τῷ ἤδη δεδειγμένῳ χρώμενος ἐνταῦθα τῷ μὴ ὁπηλικηνοῦν εἶναι σάρκα

    该句由两个状语分词 προλαβών 与 χρώμενος 修饰主语(亚里士多德),概述论证的前提设定,其结构在语法上稍显松散(以破格方式或悬空分词引出随后的推论 συλλογίσαιο ἄν)。动词 χρώμενος 支配与格,在介词短语 πρὸς τούτῳ τῷ ἀξιώματι(“除这一公理外”)之后,带与格定冠词的不定词短语 τῷ μὴ ὁπηλικηνοῦν εἶναι σάρκα(“即肉不能具有任意大小”)作为同位语,具体规定了 τῷ ἤδη δεδειγμένῳ(“已经证明的前提”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:170.9-171.28