← 辛普里丘

亚里士多德《物理学》注释

§169.3-170.9

同质部分的分离与万物相容说的驳斥

本节针对亚里士多德《物理学》187b22的文句,探讨了关于同质部分的分离是否会穷尽的二难推理,以此反驳阿那克萨戈拉“万物在一切之中”与“生成即分离”的学说,在介绍亚历山大等人解释的同时提出了辛普利丘斯自己的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33#1

" Ἔτι εἰ ἅπαντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἀλλήλοις ἕως τοῦ τοῦτο δὲ ἀδύνατον." Ὁ μὲν Ἀλέξανδρός φησι τῷ δεδειγμένῳ προσεχῶς ἐπιχειρήματι προσχρώμενον τὸν Ἀριστοτέλην δεικνύναι νῦν, ὅτι οὔτε ἐκκρίσει ἡ γένεσις οὔτε πάντα ἐν πᾶσιν, ὡς τοῖς περὶ Ἀναξαγόραν ἐδόκει. λαβὼν οὖν ἐνταῦθα ὡς ὁμολογούμενον ὅτι ἔστιν ἐλάχιστον σῶμα διὰ τοῦ εἰπεῖν εἰ καὶ ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι1 (οὐχ ὑπερβαλεῖ γὰρ τῇ σμικρότητι δηλονότι τὸ ἐλάχιστον), εἰ οὖν ἐξ ὕδατος φέρε εἰπεῖν τὴν ἐλαχίστην ἐκκρίνοι τις σάρκα, ἐπειδὴ δέδεικται ὡρισμένη ἡ ἐλαχίστη, καὶ πάλιν ἄλλην ἐλαχίστην, καὶ ἀεὶ τοῦτο ποιοίη, ἢ ἐπιλείψει ποτὲ ἡ ἔκκρισις διὰ τὸ ὡρίσθαι τὴν ἐλαχίστην καὶ οὐκέτι ἕξει τὸ ὑπολειπόμενον ὕδωρ σάρκα καὶ οὕτως οὐ πᾶν ἐν παντὶ ἔσται οὐδὲ πᾶν ἀπὸ παντὸς ἐκκριθήσεται, ἢ εἰ μὴ ἐπιλείψει ποτέ, ἕξει τοδὶ τὸ ὕδωρ ἐξ οὗ ἡ σὰρξ ἐξεκρίθη ὡρισμένον τι μέγεθος, καὶ εἰ τοῦτο, ἄπειροι ἐν αὐτῷ ἔσονται τὸν ἀριθμὸν ἴσαι ἀλλήλαις· αἱ γὰρ ἐλάχισται σάρκες ἴσαι τὸ μέγεθος ἄπειροι ἐν αὐτῷ ἔσονται· τοῦτο δὲ ἀδύνατον διὰ τὸ ὡρίσθαι τὴν ἐλαχίστην σάρκα, ἧς οὐκέτι ἐλάττων ἂν ἐκκριθείη. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου ὅτι ὥρισται ἡ ἐλαχίστη, τούτου δὲ ὄντος ἀδύνατον ἐπ’ ἄπειρον ἐκκρίνεσθαι σάρκα ἐκ τοῦ ὕδατος τούτου, ἀλλ’ ἀνάγκη στῆναι· ὥστε οὐ πᾶν ἐκ παντὸς ἐκκριθήσεται. εἰ δέ γε ἀεὶ τῆς προεκκριθείσης, φησίν, ἐλάττονα λαμβάνειν ἦν, οὐκ ἂν ἐπέλειπεν ἡ ἔκκρισις, ὡς ἐπὶ τῆς μεγίστης. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος ἐξηγήσαντο. Μήποτε δὲ δυνατὸν ἀποδεῖξαι καὶ χωρὶς τοῦ προαποδεδειγμένου συμπεράσματος τὸ νῦν ἐπιχείρημα,2 ἴσως τοῦ Ἀριστοτέλους, ὅπερ ἐκεῖ ἀπέδειξε τὸ ἀδύνατον ὁπηλικονοῦν εἶναι μέγεθος, νῦν συγχωροῦντός πως αὐτοῖς ὑποτίθεσθαι,3 ἐν οἷς φησιν, εἰ καὶ ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι. καὶ οὐχ ὅτι ἐπιλείπει ἡ ἔκκρισις ἁπλῶς δείκνυσι νῦν ὁ Ἀριστοτέλης, ὡς οἶμαι, ἀλλ’ ὅτι καὶ τῷ ἐπιλείπειν καὶ τῷ μὴ ἐπιλείπειν ἄτοπόν τι ἀκολουθεῖ τοῖς πᾶν ἐν παντὶ λέγουσι καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεσθαι, ταὐτὸν δὲ εἰπεῖν γίνεσθαι ἀξιοῦσι. τῷ μὲν γὰρ ἐπιλείπειν ἀναιρεῖται ἄμφω ταῦτα τὰ ἀξιώματα. εἰ γὰρ ἐπιλείποι ἀπὸ τουδὶ τοῦ ὕδατος ἐκκρινομένη ἡ σάρξ, οὐ πάντα ἐν παντὶ ἔσται οὐδὲ πᾶν ἐκ παντὸς ἐκκριθήσεται. ἐν γὰρ τῷ λοιπῷ ὕδατι οὐκ ἐνυπάρξει σάρξ· εἰ μέντοι λέγοιεν μὴ ἐπιλείπειν, ἀλλ’ ἀεὶ δύνασθαι ἀφαιρεῖν, ἐν πεπερασμένῳ μεγέθει τῷδε τῷ ὕδατι ἄπειρα τὸ πλῆθος μεγέθη ἐνέσται· ὅπερ ἀδύνατον. δοκεῖ δέ μοι τὸ ἴσα πεπερασμένα καὶ τὸ οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι αἰτίαν γενέσθαι τῷ Ἀλεξάνδρῳ τῆς τοιαύτης ἐξηγήσεως.

“此外,若所有这类事物皆相互内在”至“但这不可能”。 亚历山大说,亚里士多德进一步运用刚刚被证明的论据,现在表明生成既非由分离所致,亦非万物在一切之中,如阿那克萨戈拉派的人们所认为的那样。因此,他在这一处通过“即使被分离出的东西总会更小,但它无论如何不会在微小上超过某一量度”(因为显而易见,它不会在微小上超过最小者)这一表述,将存在最小的物体当作公认的前提;那么,比方说,若有人从水中分离出最小的肉——因为最小者已被证明是确定的——并且再次分离出另一块最小的肉,并始终这样做,那么要么由于最小者的确定性,分离在某个时候将会穷尽,剩下的水将不再含有肉,这样就不是万物在一切之中,亦非一切从一切中分离出来;要么若它永不穷尽,肉从中分离出来的这部分水将具有某种确定的大小,而若是如此,在它之中将存在彼此相等、数量无限的事物——因为大小相等的最小的诸肉块,数量上无限地存在于它之中——但这不可能,因为最小的肉是确定的,比它更小的肉不再可能被分离出来。因为在这一段之前的论述中已经证明最小者是确定的,而若此点成立,肉从这部分水中被无限地分离出来是不可能的,而是必然会停止;从而并非一切从一切中分离出来。 “然而,若总是能够取比先前分离出的更小者”,他说,“分离就不会穷尽,正如在最大者的情况下那样”。亚历山大与塞狄斯提乌斯便是这样解释的。但是,或许不依赖先前证明的结论,现在的论据亦能够得以论证;也许亚里士多德在彼处证明了量度具有任意大小之不可能,而在此处当他说“即使被分离出的东西总会更小,但它无论如何不会在微小上超过某一量度”时,在某种意义上允许他们作出这种假设。而且依我之见,亚里士多德现在并非简单地证明分离会穷尽,而是表明,无论分离穷尽还是不穷尽,对于那些主张万物在一切之中、断言一切从一切中分离出来(亦即断言一切从一切中生成)的人而言,都会得出荒谬的推论。因为分离的穷尽废除了这两个公理;因为若从这部分水中分离出来的肉穷尽了,万物将不再存在于一切之中,亦非一切从一切中分离出来;因为在剩余的水中将不再内含肉;然而若他们说分离并不穷尽,而是总能扣除,那么在这一作为有限量度的水中,将内含数量无限的量度;而这绝不可能。在我看来,“相等的有限之物”以及“不会在微小上超过某一量度”这两个短句,正是亚历山大作出如此解释的原因所在。

语法注3 条
  1. 1.33λαβὼν οὖν ἐνταῦθα ὡς ὁμολογούμενον ὅτι ἔστιν ἐλάχιστον σῶμα διὰ τοῦ εἰπεῖν εἰ καὶ ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλ’ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι

    分词 λαβών(阳性主格单数)设定了亚历山大解读亚里士多德论证的基本框架,引出后续由 εἰ οὖν... ἐκκρίνοι τις 构成的长条件结构;该结构通过 ἤ... ἤ 展开两难推演,未归结为单一简单的句法主谓结构,体现了注疏中常见的长句铺展。

  2. 1.33Μήποτε δὲ δυνατὸν ἀποδεῖξαι καὶ χωρὶς τοῦ προαποδεδειγμένου συμπεράσματος τὸ νῦν ἐπιχείρημα

    副词 μήποτε 在古代注疏中按惯用法表示委婉的个人见解或新假说(“或许……”)。该句为省略系词 ἐστί 的非人称结构 δυνατὸν [ἐστιν],以不定词 ἀποδεῖξαι 为实际主语。

  3. 1.33ἴσως τοῦ Ἀριστοτέλους, ὅπερ ἐκεῖ ἀπέδειξε τὸ ἀδύνατον ὁπηλικονοῦν εἶναι μέγεθος, νῦν συγχωροῦντός πως αὐτοῖς ὑποτίθεσθαι

    此句包含属格独立结构(τοῦ Ἀριστοτέλους... συγχωροῦντός)。关系词 ὅπερ 起同格和代词性作用,其所指的内容即宾语短语 τὸ ἀδύνατον ὁπηλικονοῦν εἶναι μέγεθος(“量度具有任意大小之不可能”),作为 ἀπέδειξε 的宾语。被关系从句隔开的不定词 ὑποτίθεσθαι 则是 συγχωροῦντος 的补充不定词(“准许他们假设”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:169.3-170.9