- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:167.24-169.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德将质料与形式排除在整体所分割成的部分之外的理由,评述了亚历山大将“果实”读作“种子”的解释及文本异读,论证“果实”才是正读。随后他检视了阿那克萨戈拉一方假设每种形式具有多个同质部分的辩护,并通过指出无论其数目有限还是无限都会陷入荒谬而加以驳斥。
οὐ μέντοι οὐδὲ ἐνυπάρχει ἐνεργείᾳ τὰ γινόμενα μόρια ἐκ τῆς ἐπ’ ἄπειρον διαιρέσεως, ἀλλὰ δυνάμει μόνον. ἔτι δὲ καὶ δι’ ἐκεῖνα προσέθηκε τὸ εἰρημένον ὁ Ἀριστοτέλης, ἅτινα λέγεται μὲν μόριά τινος, οὐ μὴν διαιρεθείη ἂν τὸ ὅλον εἰς αὐτά,1 οἷά ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος τοῦ σώματος μόρια λεγόμενα. “Τὸ δὲ καὶ οἱ καρποὶ τῶν φυτῶν, φησὶν ὁ Ἀλέξανδρος, ἀντὶ τοῦ τὰ σπέρματα εἶπεν· ἐκ γὰρ τούτων ἡ τῶν φυτῶν σύνθεσις εἴη ἄν. καὶ διὰ τοῦτο μετ’ ὀλίγον ἀντὶ τοῦ καρποῦ τὸ σπέρμα ἔλαβεν ὡς μόριον τοῦ φυτοῦ, ἐν οἷς λέγει ὥστε οὔτε σὰρξ εἴη 〈ἂν〉 ὁπηλικοῦν οὔτε ὀστοῦν οὔτε σπέρμα τῶν φυτῶν· ἐκ τούτων γὰρ ἑκάτερα αὐτῶν σύγκειται”. ἀλλὰ τὰ μὲν εἰς ἐμὲ ἐλθόντα βιβλία τοῦτο τὸ ῥησείδιον οὐκ ἔχει, ὥσπερ οὐδὲ τὸ ἕτερον ὃ παρέθετο ὁ Ἀλέξανδρος ἔχον οὕτως “εἰ οὖν τὰ ζῷα καὶ τὰ φυτὰ μήτε πηλίκα ἐστὶ μήτε ποσά, τουτέστι, φησί, μήτε ὡς συνεχῆ μήτε ὡς διωρισμένα ἐπ’ ἄπειρον ἔχει τὴν ἐπίδοσιν, οὐδὲ τὰ μόρια αὐτῶν ὁπηλικαοῦν ἔσται οὔτε αὔξησιν οὔτε ἐλάττωσιν ἐπ’ ἄπειρον ἕξει”. καὶ ὅρα ὅτι πρὸς τὸ πηλίκον ἀπεδόθη τὰ εἰρημένα μόνον, οὐκέτι δὲ καὶ πρὸς τὸ ποσόν, ὅπερ ὡς διωρισμένον ποσὸν ἀντιτεθῆναι τῷ πηλίκῳ φησὶν ὁ Ἀλέξανδρος·2 οὐκέτι γὰρ ἔδειξεν ἐν τούτοις, ὅτι οὐκ ἐξ ἀπείρων τῷ πλήθει σύγκειται, ἀλλὰ καὶ ἀκύρως ἂν ἡρμήνευτο, εἰ ἔλεγεν εἰ οὖν τὰ ζῷα καὶ τὰ φυτὰ μήτε πηλίκα ἐστὶ μήτε ποσά ἀντὶ τοῦ μήτε κατὰ μέγεθος μήτε κατὰ πλῆθος εἰς ἄπειρον ἐπεδίδου. οὐ γὰρ ταὐτόν ἐστι πηλίκον εἰπεῖν καὶ ὁπηλικονοῦν, ὅπερ σημαίνει κατὰ τὸ πηλίκον εἰς ἄπειρον ἐνδιδόναι ἢ ἐπιδιδόναι. “τὸ δὲ σπέρμα, φησί, παρατίθεται, ὡς οὐσῶν τινῶν ὁμοιομερειῶν καὶ τοιούτων κατὰ Ἀναξαγόραν, ἐξ ὧν πλεοναζουσῶν τὰ φυτὰ γίνεται, καὶ τῶν φυτῶν διαφοραὶ παρὰ τὴν διαφορὰν τῶν ἐν αὐτοῖς πλεοναζόντων σπερμάτων.” καίτοι τὸ σπέρμα ἐξ οὗ γέγονε τὸ φυτόν, οὐκ ἔστι τῶν τοιούτων μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον· οὐδὲ γὰρ ἐν τῷ ζῴῳ τὸ σπέρμα ἐξ οὗ γέγονε σῴζεται, ὡς διαιρεῖσθαι καὶ εἰς ἐκεῖνο τὸ ζῷον, ἀλλ’ ἔοικε τὰ πολλὰ τῶν ἀντιγράφων ὀρθῶς ἔχειν τὰ λέγοντα καὶ οἱ καρποὶ τῶν φυτῶν. ὡς γὰρ κλάδοι καὶ φύλλα, οὕτως καὶ καρπὸς καὶ περικάρπιον μέρη τῶν ἐγκάρπων φυτῶν ἐστι, καὶ διαιρεῖται τὸ ὅλον καὶ εἰς ταῦτα ἐνυπάρχοντα καὶ χωρίζεσθαι δυνάμενα. ἀλλὰ ταῦτα μὲν ἀρκείτω πρὸς τὸ τῆς γραφῆς παρηλλαγμένον. Ἴσως δὲ φαίη ἄν τις ὑπὲρ Ἀναξαγόρου λέγων, ὡς εἰ μὲν ἕκαστον τῶν ζῴων ἢ τῶν φυτῶν ἐξ ἑκάστου εἴδους τῶν ὁμοιομερειῶν μίαν εἶχεν ὁμοιομέρειαν τὴν συντιθεῖσαν οἷον μίαν σαρκὸς καὶ μίαν ὀστοῦ καὶ μίαν αἵματος, ἀναγκαῖον ἦν τῇ τῶν ὁμοιομερῶν αὐξήσει καὶ μειώσει τὰς κατὰ μέγεθος διαφορὰς ἀκολουθεῖν τῶν τε ζῴων καὶ τῶν φυτῶν. εἰ δὲ πλῆθος ἐξ ἑκάστου εἴδους τῶν ὁμοιομερῶν ἔχει οἷον σαρκία πολλά, τί ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι;3 ἀλλ’ εἰ πλείονά ἐστι σαρκία, ἢ πεπερασμένα τῷ ἀριθμῷ ἢ ἄπειρα· καὶ εἰ μὲν πεπερασμένα οἷον τρία ἢ τέτταρα ἢ μύρια, ὡρισμένον ἂν εἴη τὸ μέγεθος καὶ τοῦ ἐλαχίστου καὶ τοῦ μεγίστου, εἰ δὲ ἄπειρα τῷ πλήθει, τὸ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν μέγεθος ἄπειρον ἀνάγκη εἶναι. τὸ γὰρ πεπερασμένον εἰς πεπερασμένα διαιρεῖται, ὅπερ καὶ αὐτὸς Ἀριστοτέλης ἐπάγει αὐτοῖς.
然而,由无限分割所产生的部分在现实中亦并不存在,而仅是潜在地存在。此外,亚里士多德补充上述说法,亦是由于那些虽然被称为某物的部分、但整体绝不会被分割为它们的事物,例如被称为物体的部分的质料与形式。“至于他说‘植物的果实’”,亚历山大说,“他是用以代替‘种子’的;因为植物的构成应当来自于这些。正是由于这个缘故,不久之后他以种子代替果实作为植物的部分,在他说道‘从而肉不可能是任意大小的,骨亦然,植物的种子亦然;因为它们各自皆由这些构成’之处。”然而传到我手中的书籍并没有这一短句,正如亦没有亚历山大所引用的另一句,其文如下:“那么,若动物与植物既非连续量亦非分立量——也就是说”,他说,“它们既非作为连续量亦非作为分立量而具有至无限的增进,那么它们的部分亦不会是任意大小的,既不会具有至无限的增大,亦不会具有至无限的缩减”。请看,所说的这些仅仅是针对连续量而言的,而不再针对分立量,亚历山大说分立量是作为分立的数量而与连续量相对立的;因为在这些文句中他不再表明并非由数量上无限的部分所构成,而且如果他说了“那么,若动物与植物既非连续量亦非分立量”,用以代替“若非在大小上亦非在数量上向着无限增进”,那么这一表述也是不恰当的。因为说“连续量”与说“任意大小”并不是一回事,后者意味着就连续量而言向着无限缩减或增大。“而种子之所以被列举”,他说,“是因为按照阿那克萨戈拉的看法,存在某些如此这般的同质部分,植物因这些的大量聚集而生成,且植物之间的差异是由于在它们之中大量聚集的种子的差异。”然而植物赖以生成的种子,并不属于那类整体包含着它并分割为它的部分;因为甚至在动物之中,赖以生成的种子亦未被保存下来,以致动物也会分割为它,反而多数抄本所说的“植物的果实”似乎是正确的。因为正如枝条与树叶一样,果实与果皮亦是结果植物的部分,且整体亦分割为这些包含在其中并能够被分离出来的部分。不过关于文字上的变异,这些话已足够了。 或许有人为阿那克萨戈拉辩护说:如果每种动物或植物从每种形式的同质部分中只拥有一个构成它的同质部分,比如一块肉、一块骨、一份血,那么动物与植物在大小上的差异必然会伴随同质部分的增大与缩小。但是如果它从每种形式的同质部分中拥有多个,比如许多小块肉,那么将肉无限削减、却不再将动物削减,又有何荒谬之处呢?然而,如果小肉块不止一个,它们在数目上要么是有限的,要么是无限的;如果它们是有限的,例如三块、四块或一万块,那么最小者与最大者的大小皆必是确定的;如果它们在数量上是无限的,那么由数量上无限的量度所构成的量度必然是无限的。因为有限之物被分割为有限的事物,而这一点正是亚里士多德本人对他们所提出的反驳。
- 1.32ἅτινα λέγεται μὲν μόριά τινος, οὐ μὴν διαιρεθείη ἂν τὸ ὅλον εἰς αὐτά
修饰先行词 ἐκεῖνα 的关系从句,其中带有否定词 οὐ μήν 的潜能祈愿语气(ἂν 与祈愿式 διαιρεθείη)表达限制性条件:“整体绝不会被分割为它们的事物”。此处解释了亚里士多德为何限定为“整体包含着它并分割为它”的部分,即为了排除质料与形式等虽然被称为部分、但整体绝不能在现实中被分割为它们的构成要素。
- 1.32ὅπερ ὡς διωρισμένον ποσὸν ἀντιτεθῆναι τῷ πηλίκῳ φησὶν ὁ Ἀλέξανδρος
关系代词 ὅπερ 以紧接在前的 τὸ ποσόν 为先行词,并在由 φησίν 支配的宾格不定式结构(φησὶν ὁ Ἀλέξανδρος [τοῦτο] ἀντιτεθῆναι)中充当主语宾格,解作“亚历山大说它是作为分立量而与连续量(πηλίκον)相对立的”。
- 1.32τί ἄτοπον σάρκα μὲν ἐπ’ ἄπειρον καθαιρεῖν, ζῷον δὲ μηκέτι;
这是一个非人称疑问句(τί ἄτοπον [ἐστί]),后接两个形成对比的不定式短语。不定式 καθαιρεῖν 的逻辑主语是泛指的“人”,在后半句 ζῷον δὲ μηκέτι 之后省略了不定式 καθαιρεῖν(或被动态 καθαιρεῖσθαι)。这构成了替阿那克萨戈拉辩护的诘问结构:“把肉无限削减、却不再削减动物,又有何荒谬之处?”
