← 辛普里丘

亚里士多德《物理学》注释

§166.13-167.24

关于同质部分大小极限的论证

辛普里丘针对《物理学》187b13的引文进行注解,阐释了亚里士多德的假言三段论:若部分可为任意大小,则整体亦可为任意大小;但由于动植物等现实整体的大小具有明确界限,因而作为其构成部分的同质部分(如同肉和骨)亦必有其最小和最大尺寸的限定,不可能在保持自身形式的同时被无限分割。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#1

" Ἔτι δὲ εἰ ἀνάγκη οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι." Εἰπόντος τοῦ Ἀναξαγόρου ὅτι “οὔτε τοῦ σμικροῦ ἐστι τοὐλάχιστον ἀλλὰ ἔλασσον ἀεί”, οὔτε τὸ μέγιστον (ὡς καὶ αὐτὴ ἡ λέξις τοῦ Ἀναξαγόρου δηλοῖ, καὶ μέντοι καὶ Θεόφραστος ἐν τῷ Περὶ Ἀναξαγόρου δευτέρῳ τάδε γράφων “ἔπειτα τὸ διὰ τοῦτο λέγειν εἶναι πάντα ἐν παντί, διότι καὶ ἐν μεγέθει καὶ ἐν σμικρότητι ἄπειρα, καὶ οὔτε τὸ ἐλάχιστον οὔτε τὸ μέγιστόν ἐστι λαβεῖν, οὐχ ἱκανὸν πρὸς πίστιν”) ἅμα μὲν ἀναιρεῖ τοῦτο ὁ Ἀριστοτέλης, ἅμα δὲ ὡς χρήσιμον αὐτῷ τὸ εἶναι τὴν ἐλαχίστην πρὸς τὰ ἐφεξῆς σχεδὸν ἅπαντα προαποδείκνυσι1 διὰ τοιοῦδέ τινος συλλογισμοῦ· εἰ τὰ μόρια ὅλου τινὸς ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ κατὰ σμικρότητα (τοῦτο γάρ ἐστι τὸ μήτε τὸ ἐλάχιστον ὡρίσθαι μήτε τὸ μέγιστον), καὶ αὐτὸ τὸ ὅλον ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ κατὰ σμικρότητα· ἀλλὰ μὴν τὸ ὅλον οὐκ ἐνδέχεται ὁπηλικονοῦν εἶναι· οὐδὲ τὰ μέρη ἐνδέχεται κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν.2 καὶ τὸ μὲν συνημμένον ὡς ἐναργὲς τέθεικε. πρόδηλον γὰρ ὅτι εἰ σύγκειταί τι ἐκ μορίων τινῶν οἷον ποδῶν καὶ χειρῶν καὶ κεφαλῆς καὶ δυνατόν ἐστι ταῦτα καὶ μείζω ἀεὶ καὶ ἐλάττονα εἶναι, δῆλον ὡς καὶ τὸ ἐν τῇ τούτων συνθέσει τὸ εἶναι ἔχον3 μειζόνων μὲν ὄντων ἐκείνων μεῖζον ἔσται, ἐλαττόνων δὲ ἔλαττον. καὶ ἐπ’ ἄπειρον ἔσται τοῦτο, ἐπὶ τοσοῦτον τῆς κατὰ τὸ μεῖζον καὶ ἔλαττον παραλλαγῆς γινομένης, ἐφ’ ὅσον καὶ τὰ μέρη μειοῦται ἢ αὔξεται. τὴν δὲ πρόσληψιν ἐκ τῶν ἐναργῶν καὶ αὐτὴν κατασκευάζει. τὰ γὰρ ἐκ τῶν ὁμοιομερῶν συγκεκριμένα καὶ συγκείμενα ὅλα οἷον ζῷον ὁτιοῦν ἢ φυτὸν οὐχ οἷόν τε ὁπηλικονοῦν εἶναι (οὐ γὰρ δυνατὸν ἄνθρωπον ἢ συκῆν κέγχρου μέγεθος ἔχειν ἢ ὄρους), ἀλλ’ ὥρισται αὐτῶν τὸ μέγεθος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον· ὥρισται ἄρα καὶ τῶν μορίων αὐτῶν ἑκάστου τὸ μέγεθος εἰς ἃ διαιρεῖται. καὶ οὐ δυνατὸν σάρκα ὁπηλικηνοῦν λαβεῖν, εἴπερ ζῴου μόριον ἡ σάρξ. ἔσται γὰρ καὶ τὸ ζῷον ἐκεῖνο, οὗ μόριόν ἐστιν, ὁπηλικονοῦν. ἐκ τῶν τοιούτων δὲ ὁμοιομερῶν σύγκειται τὰ ζῷα καὶ εἰς ταῦτα διαιρεῖται κατὰ Ἀναξαγόραν. οὐδὲν γὰρ τούτων ἀνωτέρω κατ’ αὐτόν. ὥρισται ἄρα καὶ τούτων τὸ μέγεθος, μέχρι που προελθὸν ἐν τῷ οἰκείῳ εἴδει μενεῖ.4 εἰ δὲ λέγοι τις ὅτι πᾶν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ διὰ τοῦτο παντὸς τοῦ λαμβανομένου ἐστὶν ἔλαττον, ἴστω ὅτι αἱ ὁμοιομέρειαι οὐκ εἰσὶν ἁπλῶς μεγέθη, ἀλλ’ ἤδη τοιάδε μεγέθη, σὰρξ καὶ ὀστοῦν καὶ μόλυβδος καὶ χρυσὸς καὶ τὰ τοιαῦτα, ἅπερ οὐχ οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον διαιρούμενα φυλάττειν τὸ εἶδος. ὡς μὲν γὰρ μεγέθη, ἐπ’ ἄπειρον διαιρεῖται καὶ ταῦτα· ὡς δὲ σὰρξ καὶ ὀστοῦν, οὐκέτι. τοιαύτας δὲ ὑπετίθετο τὰς ἀρχὰς Ἀναξαγόρας καὶ οὐδὲ διαιρετὰς ταύτας. καὶ τὸ ὅλον δὲ ἐξ ἐκείνων σύγκειται τῶν μερῶν εἰς ἃ καὶ διαιρεῖται ἐνεργείᾳ χωριζόμενα οἷα τὰ ὁμοιομερῆ, ἀλλ’ οὐχὶ τὰ σώματα καθὸ σώματα. διὸ καὶ ὁ Ἀριστοτέλης ἀσφαλῶς προσέθηκε λέγω δὲ τῶν τοιούτων τι μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον. οὐ γὰρ διαιρεῖται εἰς σώματα ᾗ σώματα τὸ ὅλον, ἀλλ’ εἰς σάρκας καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα, ἃ καὶ ἄφθαρτα κατὰ Ἀναξαγόραν ἐστίν. ὥστε οὐκ ἂν ὑπομένοι τὴν μέχρι φθορᾶς τοῦ οἰκείου εἴδους διαίρεσιν.

“此外,若那部分可以是任意大小的事物必然……” 既然阿那克萨戈拉曾说“在小者之中既无最小者,反而总有更小者”,亦无最大者(正如阿那克萨戈拉自身的文句所表明的那样,况且泰奥弗拉斯托斯在《论阿那克萨戈拉》第二卷中写道:“再者,由于在量度上和在细小上都是无限的,并且既无法获取最小者也无法获取最大者,因此便以此为由说万物在一切之中,这不足以令人信服”),亚里士多德在驳斥这一说法的同时,又因存在最小者这一结论对他随后的几乎全部论证都甚为有用,便通过如下的一个三段论预先证明了这一点:如果某个整体的部分在量度上和在细小上可以是任意大小的(因为这指的就是既未限定最小者也未限定最大者),那么整体自身在量度上和在细小上也可以是任意大小的;然而整体绝不可能具有任意的大小;因此根据假言三段论的第二格,其各部分亦不可能具有任意的大小。他将这一假言连接命题(大前提)视为昭然若揭的。因为显而易见,如果某物是由脚、手、头等若干部分构成的,并且这些部分有可能总是既可更大亦可更小,那么显然在这些部分的组合中拥有其存在的事物,亦必在那些部分更大时变得更大,在更小时变得更小。而且由于各部分也缩减或增大到多大程度,依照更大与更小的变异就发生到多大程度,这种情形就会无限进行下去。至于那个附加命题(小前提),他也是从明显的事实出发建立起来的。因为由同质部分组合与构成的整体,例如任何动物或植物,都不可能具有任意的大小(因为一个人或一棵无花果树绝不可能具有一颗粟粒或一座山那般的大小),相反它们的大小在朝向更大与朝向更小两方面都是确定的;因此它们被分割成的那些部分的每一个的大小亦是确定的。并且,倘若肉是动物的部分,便不可能获取任意大小的肉;因为肉作为其部分的那只动物,也将具有任意的大小。而按照阿那克萨戈拉的看法,动物是由诸如此类的同质部分构成的,并且亦分割为这些同质部分;因为在他看来没有任何东西高于这些。因此,这些进行到某处仍将留存在其本有形式之中的部分的大小亦是确定的。如果有人说一切量度皆可无限分割,且由于这个缘故总有小于所取之物的存在,那么让他知晓:同质部分并非单纯的量度,而是早已属于某种特定性质的量度,如肉、骨、铅、金以及诸如此类的事物,它们被无限分割时绝不可能保持其形式。因为作为量度,它们确亦被无限分割;但作为肉与骨,便不再如此。阿那克萨戈拉假定诸本原属于这一类,并且假定这些本原甚至不可分割。而且整体是由那些在现实中被分离时它所分割成的各部分构成的,比如那些同质部分,而非由物体作为物体构成。因此亚里士多德亦谨慎地补充道:“我所说的是那样的部分之一,整体包含着它并分割为它。”因为整体并不是分割为作为物体的物体,而是分割为肉、骨及诸如此类的事物,而按照阿那克萨戈拉的观点,这些甚至是不可毁灭的;因而它们绝不可能承受那直至毁灭其本有形式的分割。

语法注4 条
  1. 1.32Εἰπόντος τοῦ Ἀναξαγόρου ... ἅμα μὲν ἀναιρεῖ τοῦτο ὁ Ἀριστοτέλης, ἅμα δὲ ... προαποδείκνυσι

    句首以属格绝对结构 Εἰπόντος τοῦ Ἀναξαγόρου 开始,其后插入了包含泰奥弗拉斯托斯引文的长句。主句由相关联词 ἅμα μὲν ... ἅμα δὲ ... 引出主语 ὁ Ἀριστοτέλης 及并列谓语动词 ἀναιρεῖ 与 προαποδείκνυσι,其骨干结构为:“既然阿那克萨戈拉说了……亚里士多德在驳斥此说的同时……预先证明了……”。

  2. 1.32κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν

    指古代逻辑学(特别是逍遥学派与斯多亚学派)中假言三段论的“第二格”(即否定后件律,modus tollens):“若前件则后件;但非后件;故非前件”。

  3. 1.32τὸ ἐν τῇ τούτων συνθέσει τὸ εἶναι ἔχον

    一个实体化的分词短语,冠词 τὸ 支配分词 ἔχον,而后者带有名词化不定词 τὸ εἶναι(其存在/本质)作为宾语,意为“在这些[部分]的组合中拥有其存在者”,即复合整体。

  4. 1.32μέχρι που προελθὸν ἐν τῷ οἰκείῳ εἴδει μενεῖ

    中性单数分词 προελθόν 与副词性短语 μέχρι που(到某处/某种限度)连用,修饰将来时动词 μενεῖ,带有条件或让步的状语意味:“纵使进行到某一点,仍将留存在其本有形式之中的[大小]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:166.13-167.24