← 辛普里丘

亚里士多德《物理学》注释

§165.15-166.12

无限本原导致的不可知性与反驳的适用范围

辛普利丘将亚里士多德的反驳论证重构为三段论,指出本原若为无限则万物皆不可知。他还结合心灵的全知性考察了阿那克萨戈拉关于无限的含义,并对比了波菲利与亚历山大的观点——前者认为该反驳适用于所有原子论者,后者认为它仅严格适用于假定形式无限的阿那克萨戈拉——并赞同后者的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31#2

εἰ τοίνυν πᾶν τὸ ἄπειρον καθὸ ἄπειρον ἀπερίληπτόν ἐστι, τὸ δὲ ἀπερίληπτον ἄγνωστον, ἄγνωστοι ἂν εἶεν αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα ἐξ ὧν σύγκειται τὰ πάντα· ὥστε καὶ τὰ ἐκ τῶν ἀρχῶν ἄγνωστα. “τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰς ἀρχὰς τὰς πρώτας.” ὥστε συμβαίνει τούτοις βουλομένοις ἐπιστήμην τινὰ τῶν ὄντων ἐκ τῶν τοιούτων ὑποθέσεων λαβεῖν, τοὐναντίον ἀγνωσίαν περιποιήσασθαι. ὁ δὲ λόγος ὁ ἐλεγκτικός, ὃν ὁ Ἀριστοτέλης συντόμως τέθεικε, δυνάμει τοιοῦτός ἐστιν. αἱ ὁμοιομέρειαι καὶ κατ’ εἶδος καὶ κατὰ ἀριθμὸν ἄπειροι· τὸ ἄπειρον καθὸ ἄπειρον ἄγνωστον· αἱ ὁμοιομέρειαι ἄρα ἄγνωστοι. τούτῳ ἐὰν προσλάβῃς ὅτι ἀρχαὶ τῶν ὄντων αἱ ὁμοιομέρειαι, συνάξεις ὅτι τὰ ὄντα ἀρχὰς ἀγνώστους ἔχει. κἂν τούτῳ πάλιν προσλάβῃς τὸ ὧν αἱ ἀρχαὶ ἄγνωστοι καὶ αὐτὰ ἄγνωστα,1 συνάξεις ὅτι τὰ ὄντα ἄγνωστά ἐστιν, εἴπερ ἄπειροι αἱ ἀρχαὶ αὐτῶν. ὅτι δὲ ὧν αἱ ἀρχαὶ ἄγνωστοι καὶ αὐτὰ ἄγνωστα, ἔδειξεν ἐκ τοῦ οὕτως γὰρ εἰδέναι τὸ σύνθετον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν ἐκ τίνων καὶ πόσων ἐστίν. ὅτι δὲ ἄπειρον οὕτως εἶπεν Ἀναξαγόρας τὸ τῶν ἀρχικῶν εἰδῶν πλῆθος, ὡς ἡμῖν ἀπερίληπτον, ἀλλ’ οὐχ ὡς φύσει ἄπειρον, δηλοῖ λέγων τάδε· “καὶ τὰ συμμισγόμενά τε καὶ τὰ ἀποκρινόμενα καὶ διακρινόμενα πάντα ἔγνω νοῦς, καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν καὶ ὁπόσα νῦν ἔστι καὶ ἔσται, πάντα διεκόσμησε νοῦς”. εἰ οὖν γνωστὰ τῷ νῷ ἐστιν, οὐκ ἂν εἴη φύσει ἄπειρα, πλὴν ὅτι τὸ τοῦ Ἀριστοτέλους ἀληθές, ὡς εἰ τὰ ἀρχῶν εἴδη ἄγνωστα, καὶ τὰ ἐξ αὐτῶν ἄγνωστα. ἰστέον δὲ ὅτι ὁ μὲν Πορφύριος κοινήν, ὡς εἶπον, οἴεται τὴν ἀπάντησιν πρὸς πάντας τοὺς ἄπειρα τὰ στοιχεῖα ὑποτιθεμένους. ὁ δὲ Ἀλέξανδρος ὡς πρὸς Ἀναξαγόραν μόνον εἰρημένην ἀκούει. καὶ τάχα οὕτως ἀκολουθότερον. οἱ μὲν γὰρ περὶ Δημόκριτον καὶ Λεύκιππον, εἰ καὶ ἀπείρους κατὰ πλῆθος ὑπέθεντο τὰς ἀρχάς, ἀλλὰ τὸ εἶδος αὐτῶν καὶ τὴν οὐσίαν ἓν ὑπέθεντο καὶ ὡρισμένον. ὥστε οὐκ ἂν εἴη κατ’ αὐτοὺς ἄγνωστος ἡ ἀρχή, εἰ μὴ ἄρα σχήματα αὐτοῖς ἢ ἄλλα τινὰ κατ’ εἶδος ἄπειρα περιτεθείκασιν.2 Ἀναξαγόρας δὲ οὐ τῷ πλήθει μόνον ἀπείρους, ἀλλὰ καὶ τῷ εἴδει ὑποθέμενος τὰς ἀρχάς, δέξεται τὸ δοκοῦν ἐπάγεσθαι ἄτοπον τὸ καὶ τὰ ἐκ τῶν ἀρχῶν ἄγνωστα εἶναι.

因此,如果凡无限者作为无限者都是无法把握的,而无法把握者是不可知的,那么构成一切事物的诸本原与元素就将是不可知的;从而由诸本原生成的事物也是不可知的。“因为当我们认识了原因与第一本原时,我们才认为认识了各物。”是以对于那些企图从诸如此类的假定中获取关于存在者的某种知识的人来说,结果反倒是招致了无知。而亚里士多德简要提出的反驳论证,实质上是这样的:同质部分在形式上和数量上都是无限的;无限者作为无限者是不可知的;因此同质部分是不可知的。若你对此再加上“同质部分是存在者的本原”,你就会推导出“存在者拥有不可知的诸本原”。若你对此再进一步加上“凡诸本原不可知者,其自身亦不可知”,你就会推导出“存在者是不可知的”,倘若它们的诸本原确是无限的话。至于凡诸本原不可知者其自身亦不可知,他通过如下事实作了说明:因为当我们知道复合事物是由什么以及由多少事物构成时,我们才认为认识了它。但是,阿那克萨戈拉之所以把本原形式的多数称为无限,是在对我们而言无法把握的意义上说的,而不是在天然无限的意义上说的,这由他所说的下述话表明:“凡被混合的、被析出的和被分辨的一切,心灵都认识了;且将要成为何种样态、曾是何种样态、以及现在有多少且将有多少,心灵都将这一切安排得井井有条。”因此,如果它们对心灵而言是可知的,它们就并非天然无限,只不过亚里士多德的论断是真实的,即如果诸本原的形式是不可知的,由它们生成的事物也是不可知的。必须注意,正如我所说,波菲利认为这一回应是共同针对所有假定元素为无限的人的。而亚历山大则理解为它仅是针对阿那克萨戈拉一人而言的。或许这样理解更为连贯。因为德谟克利特与留基伯一派即使假定诸本原在多数上是无限的,但他们假定它们的形式与本质是单一且确定的。所以按照他们的观点,本原并不会是不可知的,除非他们把无限的形状或某些在形式上无限的其他东西赋予了它们。然而阿那克萨戈拉由于不仅在多数上、而且在形式上也假定诸本原是无限的,便不得不承担看似由此引出的荒谬结论,即由诸本原生成的事物也是不可知的。

语法注2 条
  1. 1.31τὸ ὧν αἱ ἀρχαὶ ἄγνωστοι καὶ αὐτὰ ἄγνωστα,

    中性单数宾格定冠词 τὸ 将整个命题小句“ὧν αἱ ἀρχαὶ ἄγνωστοι καὶ αὐτὰ ἄγνωστα”实体化,作动词 προσλάβῃς 的直接宾语。关系从句中的关系代词 ὧν 以前瞻方式指向后半句的主语 αὐτά,构成一个普遍前提命题:“凡诸本原不可知者,其自身亦不可知”。

  2. 1.31εἰ μὴ ἄρα σχήματα αὐτοῖς ἢ ἄλλα τινά κατ’ εἶδος ἄπειρα περιτεθείκασιν

    完成时主动语态第三人称复数动词 περιτεθείκασιν 的主语承接前句的“德谟克利特与留基伯一派”。中性复数与格代词 αὐτοῖς 按意义一致(constructio ad sensum)指代元素或原子(参 166.4 的 τὰ στοιχεῖα),动词意为“将(形状等)赋予它们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:165.15-166.12