← 辛普里丘

亚里士多德《物理学》注释

§164.10-165.15

对阿那克萨戈拉本原无限说的反驳

亚里士多德着手反驳阿那克萨戈拉的诸条公理,首先反驳本原无限这一主张。辛普里丘征引阿那克萨戈拉的残篇阐明其学说要旨,对无限的诸种含义作出划分,并指出阿那克萨戈拉主张的是同质部分在形式上的无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31#1

" Εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον." Τὸ πιθανὸν πρῶτον τῆς Ἀναξαγόρου δόξης ἐκθέμενος, ἵνα μή τις οἰηθῇ δι’ ἀσθένειαν συνηγορίας ἐλέγχεσθαι τὸν λόγον, ἐπὶ τὴν ἀναίρεσιν αὐτοῦ τρέπεται. τοῦ δὲ Ἀναξαγόρου πολλὰ ἐκθεμένου συμπεράσματα ἢ ἀξιώματα, πρὸς ἕκαστόν μοι δοκεῖ νῦν σχεδὸν ὁ Ἀριστοτέλης ἀντιλέγειν. καὶ γὰρ ὅτι ἄπειρα ἦν, εὐθὺς ἀρχόμενος λέγει “ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα”. καὶ ὅτι οὔτε τὸ ἐλάχιστόν ἐστιν ἐν ταῖς ἀρχαῖς οὔτε τὸ μέγιστον, “οὔτε γὰρ τοῦ σμικροῦ, φησίν, ἐστὶ τό γε ἐλάχιστον, ἀλλ’ ἔλασσον ἀεί. τὸ γὰρ ἐὸν οὐκ ἔστι τὸ μὴ οὐκ εἶναι.1 ἀλλὰ καὶ τοῦ μεγάλου ἀεί ἐστι μεῖζον. καὶ ἴσον ἐστὶ τῷ σμικρῷ πλῆθος, πρὸς ἑαυτὸ δὲ ἕκαστόν ἐστι καὶ μέγα καὶ σμικρόν”. εἰ γὰρ πᾶν ἐν παντὶ καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεται, καὶ ἀπὸ τοῦ ἐλαχίστου δοκοῦντος ἐκκριθήσεταί τι ἔλασσον ἐκείνου, καὶ τὸ μέγιστον δοκοῦν ἀπό τινος ἐξεκρίθη ἑαυτοῦ μείζονος. λέγει δὲ σαφῶς ὅτι “ἐν παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ, ἔστιν οἷσι δὲ καὶ νοῦς ἔνι”. καὶ πάλιν ὅτι “τὰ μὲν ἄλλα παντὸς μοῖραν μετέχει, νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενί”. καὶ ἀλλαχοῦ δὲ οὕτως φησί· “καὶ ὅτε δὲ ἴσαι μοῖραί εἰσι τοῦ τε μεγάλου καὶ τοῦ σμικροῦ πλῆθος, καὶ οὕτως ἂν εἴη ἐν παντὶ πάντα· οὐδὲ χωρὶς ἔστιν εἶναι, ἀλλὰ πάντα παντὸς μοῖραν μετέχει. ὅτε τοὐλάχιστον μὴ ἔστιν εἶναι, οὐκ ἂν δύναιτο χωρισθῆναι, οὐδ’ ἂν ἐφ’ ἑαυτοῦ γενέσθαι, ἀλλ’ ὅπωσπερ ἀρχὴν εἶναι καὶ νῦν πάντα ὁμοῦ.2 ἐν πᾶσι δὲ πολλὰ ἔνεστι, καὶ τῶν ἀποκρινομένων ἴσα πλῆθος ἐν τοῖς μείζοσί τε καὶ ἐλάσσοσι”. καὶ τοῦτο δὲ ὁ Ἀναξαγόρας ἀξιοῖ τὸ ἕκαστον τῶν αἰσθητῶν ὁμοιομερῶν κατὰ τὴν τῶν ὁμοίων σύνθεσιν γίνεσθαί τε καὶ χαρακτηρίζεσθαι. λέγει γάρ· “ἀλλ’ ὅτῳ τὰ πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν.” δοκεῖ δὲ λέγειν καὶ ὅτι ὁ νοῦς ἐπιχειρῶν αὐτὰ διακρῖναι οὐ δύναται. πρὸς δὴ τὰ τοιαῦτα τοῦ Ἀναξαγόρου ἀξιώματα ἀντιλέγων ὁ Ἀριστοτέλης πρῶτον πρὸς τὸ ἀπείρους εἶναι τὰς ἀρχὰς ἀντείρηκε. “Κοινὴ δὲ ἡ ἐπιχείρησις ἂν εἴη, ὥς φησι Πορφύριος, καὶ πρὸς Λεύκιππον καὶ Δημόκριτον καὶ Μητρόδωρον καὶ πάντας τοὺς ἄπειρα τὰ στοιχεῖα λέγοντας.” διττοῦ δὲ ὄντος τοῦ ἀπείρου ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν, καὶ τοῦ κατὰ ποσὸν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος, κατὰ πλῆθος μὲν ἄπειρα τὰ στοιχεῖα πάντες οἱ εἰρημένοι φασί, κατὰ μέγεθος δὲ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον τὸ κενὸν ἄπειρον εἶναι λέγοντες, κατ’ εἶδος δὲ ἀπείρους τὰς ὁμοιομερείας Ἀναξαγόρας δοκεῖ λέγειν, εἴγε “ἕτερον, φησίν, οὐδέν ἐστιν ὅμοιον οὐδενὶ” ἑτέρῳ ἀπείρων ὄντων.3

“如果无限者作为无限者确是不可知的。” 他首先陈明了阿那克萨戈拉学说的可信性,以免有人以为该论证是因辩护不力而被驳倒的,随后便转向对它的破除。在阿那克萨戈拉提出了诸多结论或公理的情况下,在我看来亚里士多德现在几乎是在针对其中的每一条进行反驳。事实上,关于[诸本原]曾是无限的,他一开始就说:“一切事物都在一起,在数量和微小上都是无限的。”而关于在诸本原中既无最小亦无最大,他说:“因为关于微小者,决没有最小者,而是总有更小者;因为存在者不可能不处于存在中。但是关于巨大者,也总有更大者;且它在数量上与微小者相等,但就自身而言,各物既大又小。”因为如果一切都在一切之中且一切从一切中析出,那么从显见为最小者之中也将析出比它更小之物,而显见为最大者也是从比它自身更大之物中被析出的。并且他明确说道:“除了心灵之外,在一切之中都有一切的一份;但在某些事物中心灵也居于其中。”又说:“其他事物分有一切的一份,但心灵则是无限的、自主的,且不与任何事物相混合。”在别处他又这样说:“当大者的部分与小者的部分在数量上相等时,如此一切也将在一切之中;也不可能单独存在,而是一切分有一切的一份。既然不可能存在最小者,它便不可能被分离开,也不可能自身独存,而是正如起初一样,如今一切事物也都在一起。在一切之中存在着许多事物,且在较大者与较小者之中,被析出者在数量上是相等的。”阿那克萨戈拉还主张:每个可感同质部分都是依照同类者的结合而生成并被表征的。因为他说:“然而在何物之中居于多数者,单个各物便最明显地是且曾是这些东西。”而且他似乎还说,心灵虽试图将它们分离开来,却不能做到。正是针对阿那克萨戈拉的这些公理进行反驳,亚里士多德首先针对本原是无限的这一论断提出了异议。“正如波菲利所言,这一论驳也是共同针对留基伯、德谟克利特、麦特罗多罗以及所有主张元素为无限的人的。”既然无限有依数量或依性质的双重划分,且依数量的无限要么依多数要么依广延,上述所有人便都说元素在多数上是无限的,而德谟克利特与留基伯一派则因主张虚空是无限的而在广延上[称其为无限],阿那克萨戈拉似乎在形式上主张同质部分是无限的,如果他确实说过“没有任何别的事物与任何其他事物相似”,既然它们是无限的话。

语法注3 条
  1. 1.31τὸ γὰρ ἐὸν οὐκ ἔστι τὸ μὴ οὐκ εἶναι

    此为带有 μὴ οὐκ 的双重否定结构,用于否定动词 οὐκ ἔστι(不可能)之后的补足不定式短语中,意为“存在者不可能不处于存在中”。在本身含有否定的非人称表达之后,不定式常连用 μὴ οὐ 构成强化否定。

  2. 1.31ἀλλ’ ὅπωσπερ ἀρχὴν εἶναι καὶ νῦν πάντα ὁμοῦ

    从前文的否定表达 οὐκ ἂν δύναιτο 中补出肯定的必然性表达(如 ἀνάγκη)来统辖不定式 εἶναι,使其充当 καὶ νῦν 主句的谓词(由 ὅπωσπερ 引导的比较从句中省略了 ἦν)。ἀρχήν 为副词性宾格,意为“在起初、原本”。

  3. 1.31ἀπείρων ὄντων

    独立属格(genitive absolute),在此语境中表原因(“既然它们是无限的”)。它承接前文“没有任何别的事物与任何其他事物相似”,补充说明尽管存在着无限多的成分或种类,但彼此之间却毫无相同之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:164.10-165.15