- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:162.29-164.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了阿那克萨戈拉设定同质部分和万物在一切之中的两项根据,即否定由非存在生成以及观察到对立面由对立面生成,并评析了亚历山大与波菲利关于亚里士多德词句归属的见解。
εἰ δὲ τοῦτο, καὶ ἐνὑπάρχοντος τῷ ἐξ οὗ ἐστιν.1 οὐ γὰρ ἔξωθέν ποθεν ἐπεισιὸν φαίνεται, ὅταν ἐξ ἵππων γεννῶνται σφῆκες ἢ ἐξ ὕδατος ἀήρ. ἔνεστιν ἄρα ἐν τῇ ὁμοιομερείᾳ καὶ σὰρξ καὶ ὀστοῦν καὶ αἷμα καὶ χρυσὸς καὶ μόλυβδος καὶ γλυκὺ καὶ λευκόν, ἀλλὰ διὰ μικρότητα ἀναίσθητα ἡμῖν ἐστιν, ὄντα πάντα ἐν πᾶσι. πόθεν γὰρ πᾶν ἐκ παντὸς φαίνεται γινόμενον (εἰ καὶ διὰ μέσων ἄλλων), εἰ μὴ πᾶν ἦν ἐν πᾶσι; φαίνεται δὲ καὶ προσαγορεύεται ἕκαστον ἐκ τοῦ μάλιστα ἐπικρατοῦντος. καὶ γὰρ εἰλικρινῶς μὲν τοῦτο λευκὸν ἢ μέλαν ἢ γλυκὺ ἢ σάρκα ἢ ὀστοῦν μὴ εἶναι, οὗ δὲ πλεῖστον ἔχει, τοῦτο δοκεῖ ἡ φύσις εἶναι τοῦ πράγματος ἀεὶ πάντων ἐν πᾶσιν ὄντων. “οὐδὲν γὰρ χρῆμα, φησὶν Ἀναξαγόρας, οὐδὲ γίνεται οὐδὲ ἀπόλλυται, ἀλλὰ ἀπὸ ἐόντων χρημάτων συμμίσγεταί τε καὶ διακρίνεται.” διὸ καὶ ἀρχόμενος εὐθὺς τοῦ συγγράμματος “ἦν ὁμοῦ πάντα χρήματα” φησί. Τὸ δὲ καὶ τὸ γίνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι ὡς πρὸς Ἀναξαγόραν ὁ Ἀλέξανδρος εἰρῆσθαί φησι, διότι καὶ ἐν τῇ Περὶ γενέσεως ἐμέμψατο τῷ Ἀναξαγόρᾳ ὡς τὴν σύγκρισιν καὶ τὴν διάκρισιν, καθ’ ἃ λέγει γίνεσθαι τὰ γινόμενα, ἀλλοίωσιν καλέσαντι λέγων2 “καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησε”. λέγει γοῦν ὡς τὸ γίνεσθαι καὶ τὸ ἀπόλλυσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι· οὐ γὰρ οἰκείῳ ὀνόματι τῷ τῆς ἀλλοιώσεως κατὰ τῆς συγκρίσεως καὶ τῆς διακρίσεως ἐχρήσατο. Πορφύριος δὲ τὸ μὲν ἦν ὁμοῦ πάντα χρήματα εἰς Ἀναξαγόραν ἀναπέμπει, τὸ δὲ τὸ γίνεσθαι εἶναι τὸ ἀλλοιοῦσθαι εἰς Ἀναξιμένην, τὴν δὲ σύγκρισίν τε καὶ τὴν διάκρισιν εἰς Δημόκριτόν τε καὶ Ἐμπεδοκλέα. σαφῶς δὲ Ἀναξαγόρας ἐν τῷ πρώτῳ τῶν Φυσικῶν τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι συγκρίνεσθαι καὶ διακρίνεσθαι λέγει γράφων οὕτως· “τὸ δὲ γίνεσθαι καὶ ἀπόλλυσθαι οὐκ ὀρθῶς νομίζουσιν οἱ Ἕλληνες· οὐδὲν γὰρ χρῆμα γίνεται οὐδὲ ἀπόλλυται, ἀλλ’ ἀπὸ ἐόντων χρημάτων συμμίσγεταί τε καὶ διακρίνεται. καὶ οὕτως ἂν ὀρθῶς καλοῖεν τό τε γίνεσθαι συμμίσγεσθαι καὶ τὸ ἀπόλλυσθαι διακρίνεσθαι”. πάντα δὲ ταῦτα καὶ τὸ ἦν ὁμοῦ πάντα χρήματα καὶ τὸ κατ’ ἀλλοίωσιν ἢ κατὰ σύγκρισιν καὶ διάκρισιν τὴν γένεσιν εἶναι εἰς πίστιν εἴληπται τοῦ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι, ἀλλ’ ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα· ἥ τε γὰρ ἀλλοίωσις πάθος περὶ τὸ ὄν ἐστι καὶ ἡ σύγκρισις καὶ διάκρισις περὶ τὰ ὄντα.
而如果是这样,也是从内在于它所从出的东西之物[生成的]。因为当马生黄蜂或水生空气时,并不显见它是从外边某处侵入进来的。因此,在同质部分中既有肉、骨、血、金、铅,也有甜和白,但由于其微小,对我们而言是不可感知的,一切都在一切之中。因为若非一切都在一切之中,一切事物又从何显见由一切事物生成(即使是通过其他中介事物)?而且,每个事物都根据最居主导地位的成分而显现并被命名。因为严格而言,这虽非全然纯粹是白、黑、甜、肉或骨,但在一切总是处于一切之中的情况下,它所具有最多者,便显得是该事物之本性。“因为没有任何事物,”阿那克萨戈拉说,“生成或毁灭,而是从存在的事物中被混合并被分离。”因此,他在著作一开始也随即说:“一切事物都在一起。”至于“且这样生成乃是变质”这一语句,亚历山大说乃是针对阿那克萨戈拉而言的,因为在《论生成》中他也责难阿那克萨戈拉将结合与分离(按他的说法,生成之物依据它们而生成)称为变质,说道:“然而阿那克萨戈拉至少不明晓他自己特有的词语表达。”总之他说,这样生成与毁灭乃是变质;因为他把“变质”这个非专有的名称用在了结合与分离之上。但波菲利将“一切事物都在一起”归于阿那克萨戈拉,将“生成即是变质”归于阿那克西美尼,而将“结合与分离”归于德谟克利特与恩培多克勒。然而阿那克萨戈拉在《物理学》第一卷中明确指出生成与毁灭即是结合与分离,他是这样写的:“希腊人对生成与毁灭并没有正确的认识;因为没有任何事物生成或毁灭,而是从存在的事物中被混合并被分离。因而他们理应正当地将生成称为混合,将毁灭称为分离。”所有这些——无论是“一切事物都在一起”,还是生成是依变质或依结合与分离——都被拿来作为“无物由非存在生成,而生成之物乃是由存在者生成”的凭证;因为变质乃是关乎存在者的状态,而结合与分离则是关乎诸存在者[的状态]。
"Ἔτι δὲ ἐκ τοῦ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία· ἐνυπῆρχεν ἄρα." Δευτέραν ταύτην αἰτίαν ἀποδίδωσι τοῦ τὸν Ἀναξαγόραν ἀρχὰς θέσθαι τὰς ὁμοιομερείας. εἰ γὰρ φθαρτικὰ μὲν ἀλλήλων, ἀλλ’ οὐχὶ ποιητικὰ φύσει τὰ ἐναντία, φαίνεται δὲ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γινόμενα, τί ἂν ἄλλο τις ὑποπτεύσειεν ἢ ἐνυπάρχοντα τοῖς ἐναντίοις ἐκκρίνεσθαι τὰ ἐναντία; μὴ γὰρ ἂν γίνεσθαι ἐξ ἐκείνων.3 καὶ δοκεῖ μὲν ἄτοπον τὸ τὰ ἐναντία τοῖς ἐναντίοις ἐνυπάρχειν. πολλαχοῦ δὲ σύνεστιν ἀλλήλοις τὰ ἐναντία, οὐ μόνον κατὰ παράθεσιν, ἀλλὰ καὶ κατὰ κρᾶσιν. τὸ μέντοι γίνεσθαι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου εἰ ὡς ἀπὸ ποιητικοῦ τις λέγοι γίνεσθαι, ἄτοπον αὐτόθεν ἐστί. ποιεῖ γὰρ ἕκαστον τὸ ἑαυτῷ ὅμοιον. ἐπαγαγὼν δὲ καὶ τὴν δευτέραν ταύτην αἰτίαν τῇ προτέρᾳ τοῦ τὸν Ἀναξαγόραν οὕτως ἀποδοῦναι τὴν γένεσιν, τὰ ἐφεξῆς ταύτης εἰρημένα τὸν συλλογισμὸν καὶ τὴν ἀπόδειξιν περιέχοντα τοῦ ἐνυπάρχοντα ἐκκρίνεσθαι τὰ δοκοῦντα γίνεσθαι ἐξ ἀμφοτέρων λέγειν συνάγει ἔκ τε τοῦ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι καὶ ἐκ τοῦ τὰ ἐναντία ἐκ τῶν ἐναντίων δοκεῖν γίνεσθαι.
“此外,还由于对立面从彼此生成;因此它们曾内在存在。” 他将此作为阿那克萨戈拉设定同质部分为本原的第二项原因提出。因为如果对立面在自然本性上是相互摧毁而非相互产生的,然而对立面却显见是由对立面生成的,那么除了对立面乃是内在存在于对立面之中而被析出之外,还会猜测别的什么呢?因为它们不可能[新]从那些东西生成。对立面内在于对立面之中固然显得怪异。然而在许多场合,对立面彼此共存,不仅依并置,而且依交融。不过,假若有人说对立面由对立面生成乃如同由产生因生成一样,这从一开始就是荒谬的;因为每个事物产生的是与其自身相似者。在为阿那克萨戈拉如此阐释生成而于前一原因之外又引入这第二项原因之后,他断定紧随此所说的那些包含着“表面生成之物实乃内在存在而被析出”的推论与论证的词句,乃是基于两点而立论的:既基于无物由非存在生成,亦基于对立面显见是由对立面生成的。
- 1.29εἰ δὲ τοῦτο, καὶ ἐνὑπάρχοντος τῷ ἐξ οὗ ἐστιν
承接前文推论“由存在者生成(ἐξ ὄντος ἄρα)”,动词 γίνεσθαι 与介词 ἐκ 发生省略:应补充理解为 εἰ δὲ τοῦτο [γίνεται], καὶ [ἐξ] ἐνυπάρχοντος [γίνεται] τῷ ἐξ οὗ ἐστιν。τῷ ἐξ οὗ ἐστιν 为实质化的关系从句,意指事物生成所从出的基质。
- 1.29ὡς τὴν σύγκρισιν καὶ τὴν διάκρισιν, καθ’ ἃ λέγει γίνεσθαι τὰ γινόμενα, ἀλλοίωσιν καλέσαντι λέγων
καλέσαντι 与主句动词 ἐμέμψατο 的宾语 τῷ Ἀναξαγόρᾳ 一致,为与格分词,表示责难的理由(“因为把……称为……”)。λέγων 为主格现在分词,与从句主语(亚里士多德)一致,引出随后的引语。
- 1.30μὴ γὰρ ἂν γίνεσθαι ἐξ ἐκείνων
间接引语中的“宾格加不定式”结构,其主语(对立面 τὰ ἐναντία)依上下文省略。带有 ἄν 的不定式 γίνεσθαι 表潜在性或假想推论的归结:“因为它们不可能[新]从那些东西生成”。
