← 辛普里丘

亚里士多德《物理学》注释

§161.21-162.29

无不能生有公理与阿那克萨戈拉的同质部分说

辛普利丘指出了亚里士多德审查前人学说时的公正态度,并阐明了阿那克萨戈拉提出同质部分学说的第一个原因,即与巴门尼德和梅利梭斯相通的自然学公理:“无不能生有”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#1

" Ἔοικε δὲ Ἀναξαγόρας ἄπειρα οὕτως οἰηθῆναι ἕως τοῦ οἱ δὲ σύγκρισιν καὶ διάκρισιν." Καὶ ἐν τούτῳ τὴν Πλάτωνος εὐγνωμοσύνην ὁ Ἀριστοτέλης ζηλῶν βούλεται μὴ ὡς πάντῃ ἄλογα λέγοντας παλαιοὺς καὶ κλεινοὺς ἄνδρας εἰσάγειν, μηδὲ ἐρήμην καταψηφιζομένους περιορᾶν,1 ἀλλὰ λογισμοὺς ἐκτίθεταί τινας, καθ’ οὓς ἐπὶ τὰς ἀπεμφαίνειν δοκούσας δόξας προήχθησαν. πρῶτον δὲ προβάλλεται τὸν Ἀναξαγόραν, διότι μετὰ τοὺς ἓν τὸ ὂν λέγοντας τοὺς ἄπειρα τιθέντας βασανίζειν προθήσεται· ἀτοπωτέρα γὰρ ἡ δόξα δοκεῖ τῶν μίαν καὶ ἀκίνητον τὴν ἀρχὴν λεγόντων διὰ τὸ καὶ ἀρχὴν καὶ φύσιν ἀναιρεῖν, δευτέρα δὲ τῶν ἀπείρους τιθέντων2 διὰ τὸ ἀπεριόριστον καὶ ἄγνωστον. τούτων δὲ ἐλεγχθεισῶν εἰσάγεται λοιπὸν ἡ πλείους μέν, πεπερασμένας δὲ τιθεῖσα. τὸν δ’ οὖν Ἀναξαγόραν εἰς τὴν τῶν ὁμοιομερειῶν δόξαν ὑπαχθῆναί φησι διὰ δύο αἰτίας, ὧν μία μὲν τὸ νομίζειν ἀληθῆ τὴν κοινὴν τῶν φυσικῶν εἶναι δόξαν τὴν λέγουσαν μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ὄντος τὴν γένεσιν ἔχειν. καὶ γὰρ καὶ Παρμενίδης ὅτι ἀγένητον τὸ ὄντως ὂν ἔδειξεν ἐκ τοῦ μήτε ἐξ ὄντος αὐτὸ γίνεσθαι (οὐ γὰρ ἦν τι πρὸ αὐτοῦ ὄν) μήτε ἐκ τοῦ μὴ ὄντος· δεῖ γὰρ ἔκ τινος γίνεσθαι· τὸ δὲ μὴ ὂν οὐδέν ἐστι. τὴν δὲ αἰτίαν τοῦ δεῖν πάντως ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, θαυμαστῶς ὁ Παρμενίδης προσέθηκεν. ὅλως γάρ, φησίν, εἰ ἐκ τοῦ μὴ ὄντος, τίς ἡ ἀποκλήρωσις τοῦ τότε γενέσθαι, ὅτε ἐγένετο, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον; γράφει δὲ οὕτως· τίνα γὰρ γέννην διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν; καὶ Μέλισσος δὲ τὸ ἀγένητον τοῦ ὄντος ἔδειξε τῷ κοινῷ τούτῳ χρησάμενος ἀξιώματι. γράφει δὲ οὕτως· “ἀεὶ ἦν ὅ τι ἦν καὶ ἀεὶ ἔσται. εἰ γὰρ ἐγένετο, ἀναγκαῖόν ἐστι πρὶν γενέσθαι εἶναι μηδέν. † εἰ τύχοι νῦν μηδὲν ἦν, οὐδαμὰ ἂν γένοιτο οὐδὲν ἐκ μηδενός.” τοῦτο οὖν ὡς ἀξίωμα προλαβὼν ὁ Ἀναξαγόρας τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, δοκεῖ τοιοῦτόν τινα τῇ δυνάμει λόγον ἐρωτᾶν.3 τὸ γινόμενον ἢ ἐξ ὄντος γίνεται ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐκ μὴ ὄντος ἀδύνατον· ἐξ ὄντος ἄρα.

“阿那克萨戈拉似乎是这样认为它们是无限的”直至“而其他人则[认为是]结合与分离”。 在此处,亚里士多德亦效仿柏拉图的公正,不愿将古代著名的人物引入为在全然不合常理地说话的人,亦不愿坐视他们遭受缺席审判而定罪,而是阐明了他们依之被引向看似荒谬之见解的某些推理。他首先提出阿那克萨戈拉,是因为在那些主张存在为一的人之后,他打算对那些设定本原为无限的人进行审查;因为主张本原为一且不动者的见解显得更为怪异,乃因其废除了本原与自然,而设定本原为无限者的见解则因其无限定性与不可知性而显得居于次位。在这些见解被驳斥之后,所余下的、设定本原虽多却是有限的见解便被引了进来。无论如何,他说阿那克萨戈拉由于两个原因而被引向同质部分的见解:其中之一是认为自然学者们的共同见解为真,该见解主张无物由非存在生成,而是一切生成之物皆由存在者获得其生成。因为巴门尼德亦显明了真正存在之物是未生成的,理由是它既非由存在者生成(因为在它之前没有任何存在之物),亦非由非存在生成(因为必须由某物生成,而非存在则为无)。至于生成之物为何必须完全由存在者生成的原因,巴门尼德卓越地加以了补充;他说,总括而言,若是从非存在生成,究竟有何种恣意决定让它恰好在生成之时生成,而不是更早或更晚?他这样写道:“因为你将为它寻求何种出身?它如何且由何处增长?我既不允许你说出也不允许你思索它是从非存在而来的;因为‘它不存在’既不可说亦不可思。若是起于虚无,又有什么必要催促它较迟或较早地滋生?”梅利梭斯亦使用这一共同公理显明了存在者的未生成性。他这样写道:“凡曾是的,总是曾经是,且将永远是。因为如果它是生成的,那么在生成之前必然是无。假使当时是无,那么绝无可能从无中生出任何东西。”因此,阿那克萨戈拉将“无物由非存在生成”这一点预先作为公理接受,似乎潜在地提出了这样一个论证:“生成之物或由存在者生成,或由非存在生成;但由非存在生成是不可能的;所以,是由存在者生成。”

语法注3 条
  1. 1.29ἐρήμην καταψηφιζομένους περιορᾶν

    ἐρήμην 是法庭术语中指代缺席审判(ἐρήμην δίκην)的成语性宾格副词。分词 καταψηφιζομένους 为被动语态,与受 περιορᾶν 支配的宾语 παλαιοὺς καὶ κλεινοὺς ἄνδρας 一致,意为“坐视他们遭受缺席审判而定罪”。

  2. 1.29δευτέρα δὲ τῶν ἀπείρους τιθέντων

    承接前句 ἀτοπωτέρα γὰρ ἡ δόξα δοκεῖ τῶν μίαν καὶ ἀκίνητον τὴν ἀρχὴν λεγόντων,此处补充读作 δευτέρα [δοκεῖ ἡ δόξα εἶναι] τῶν ἀπείρους τιθέντων。属格 τῶν... τιθέντων 并非比较属格,而是同前文一样修饰被省略的 ἡ δόξα 的所属属格,意为“设定[本原]为无限者的见解显得居于第二位[的怪异]”。

  3. 1.29λόγον ἐρωτᾶν

    辩证法术语,指通过将前提作为提问提出从而构建并推导出结论的三段论论证。此处指阿那克萨戈拉虽未明言,但在潜在意义上(τῇ δυνάμει)在背后提出了这样一个排他的二难论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:161.21-162.29