← 辛普里丘

亚里士多德《物理学》注释

§159.1-161.20

恩培多克勒的四元素说与爱争循环

辛普利丘引用恩培多克勒的诗句,解释了通过四元素的混合与分离而生成万物及众神的过程,以及友爱与争斗的周期性交替,并论述其中暗含着可知界与感性界这一双重秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#4

τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν;1 πῇ δέ † κε καὶ κῆρυξ ἀπόλοιτο, ἐπεὶ τῶνδ’ οὐδὲν ἔρημον; ἀλλ’ αὔτ’ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα γίνεται ἄλλοτε ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα. ἐν δὴ τούτοις ἓν μὲν τὸ ἐκ πλειόνων φησὶ τῶν τεττάρων στοιχείων, καὶ ποτὲ μὲν τῆς φιλίας δηλοῖ ἐπικρατούσης, ποτὲ δὲ τοῦ νείκους. ὅτι γὰρ οὐδέτερον τούτων τελέως ἀπολείπει, δηλοῖ τὸ πάντα ἴσα εἶναι καὶ ἥλικα κατὰ τὴν γένναν καὶ τὸ μηδὲν ἐπιγίνεσθαι μηδ’ ἀπολήγειν. πολλὰ δὲ τὰ πλείονα ἐξ ὧν τὸ ἕν· οὐ γὰρ ἡ φιλία τὸ ἕν ἐστιν, ἀλλὰ καὶ τὸ νεῖκος εἰς τὸ ἓν τελεῖ. πλείονα δὲ ἄλλα εἰπὼν ἐπάγει ἑκάστου τῶν εἰρημένων τὸν χαρακτῆρα, τὸ μὲν πῦρ ἥλιον καλῶν, τὸν δὲ ἀέρα αὐγὴν καὶ οὐρανόν, τὸ δὲ ὕδωρ ὄμβρον καὶ θάλασσαν. λέγει δὲ οὕτως· ἀλλ’ ἄγε τῶνδ’ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ, εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῇ· ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἁπάντῃ, ἄμβροτα δ’ † ὅσσα ἐδεῖτο καὶ ἀργέτι δεύεται αὐγῇ, ὄμβρον δ’ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε, ἐκ δ’ αἴης προρέουσι † θέλημά τε καὶ στερεωπά. ἐν δὲ Κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλοντα. σὺν δ’ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι. αὐτὰ γάρ ἐστι ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα γίνεται ἀλλοιωπά. † τογον διὰ κρᾶσις ἀμείβει. καὶ παράδειγμα δὲ ἐναργὲς παρέθετο τοῦ ἐκ τῶν αὐτῶν γίνεσθαι τὰ διάφορα· ὡς δ’ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε, οἵτ’ ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν, ἁρμονίῃ μίξαντε τὰ μὲν πλέω, ἄλλα δ’ ἐλάσσω, ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας θῆράς τ’ οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς καί τε θεοὺς δολιχαίωνας τιμῇσι φερίστους, οὕτω μή σ’ ἀπάτα φρένα,2 καί νύ τῳ ἄλλοθεν εἶναι θνητῶν, ὅσσα γε δῆλα γεγάασιν ἄσπετα, πηγήν. ἀλλὰ τορῶς ταῦτ’ ἴσθι θεοῦ πάρα μῦθον ἀκούσας. καὶ ὅτι μὲν τὰ πολλὰ ταῦτα ἐν τῷ γενητῷ κόσμῳ θεωρεῖ, καὶ οὐ μόνον τὸ νεῖκος ἀλλὰ καὶ τὴν φιλίαν, δῆλον ἐκ τοῦ καὶ δένδρα καὶ ἄνδρας καὶ γυναῖκας καὶ τὰ θηρία ἐκ τούτων λέγειν γεγονέναι· ὅτι δὲ εἰς ἄλληλα μεταβάλλει, δηλοῖ λέγων ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης. ὅτι δὲ τῇ διαδοχῇ τὸ ἀίδιον ἔχει καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ἐδήλωσεν εἰπών ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. καὶ ὅτι διττὸν καὶ οὗτος αἰνίττεται διάκοσμον, τὸν μὲν νοητὸν τὸν δὲ αἰσθητόν, καὶ τὸν μὲν θεῖον τὸν δὲ ἐπίκηρον, ὧν ὁ μὲν παραδειγματικῶς ἔχει ταῦτα, ὁ δὲ εἰκονικῶς, ἐδήλωσε μὴ μόνον τὰ γενητὰ καὶ φθαρτὰ λέγων ἐκ τούτων συνεστάναι, ἀλλὰ καὶ τοὺς θεούς, εἰ μὴ ἄρα τις τοῦτο κατὰ τὴν Ἐμπεδοκλέους συνήθειαν ἐξηγήσαιτο.3 καὶ ἐκ τούτων δὲ ἄν τις τὸν διττὸν αἰνίττεσθαι διάκοσμον οἴοιτο· ἄρθμια μὲν γὰρ ἑαυτὰ ἑαυτῶν πάντα μέρεσσιν ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαγχθέντα πέφυκεν. ὡς δ’ αὔτως ὅσα κρᾶσιν ἐπαρκέα μᾶλλον ἔασιν, ἀλλήλοις ἔστερκται ὁμοιωθέντ’ Ἀφροδίτῃ. ἐχθρὰ πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα γέννῃ τε κράσει τε καὶ εἴδεσιν ἐκμακτοῖσι, πάντῃ συγγίνεσθαι ἀήθεα καὶ μάλα λυγρὰ νεικεογεννέστησιν, ὅτι σφίσι γένναν † ὀργᾷ. καὶ γὰρ ὅτι καὶ ἐν τοῖς θνητοῖς ἥρμοσται ταῦτα, δεδήλωκεν, ἐν δὲ τοῖς νοητοῖς μᾶλλον ἥνωται καὶ “ἀλλήλοις ἔστερκται ὁμοιωθέντα Ἀφροδίτῃ”, καὶ ὅτι κἂν πανταχοῦ, ἀλλὰ τὰ μὲν νοητὰ τῇ φιλίᾳ ὡμοίωται, τὰ δὲ αἰσθητὰ ὑπὸ τοῦ νείκους κρατηθέντα καὶ ἐπὶ πλέον διασπασθέντα ἐν τῇ κατὰ τὴν κρᾶσιν γενέσει ἐν ἐκμακτοῖς καὶ εἰκονικοῖς εἴδεσιν ὑπέστησαν τοῖς νεικεογενέσι καὶ ἀήθως ἔχουσι πρὸς τὴν ἕνωσιν τὴν πρὸς ἄλληλα. ὅτι δὲ καὶ οὗτος κατὰ σύγκρισίν τινα καὶ διάκρισιν τὴν γένεσιν ὑπέθετο, δηλοῖ τὰ εὐθὺς ἐν ἀρχῇ παρατεθέντα τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι. καὶ ἐκεῖνο μέντοι τὸ τὴν γένεσιν καὶ τὴν φθορὰν μηδὲν ἄλλο εἶναι, ἀλλὰ μόνον μῖξίν τε διάλλαξίν τε μιγέντων, καὶ “σύνοδον” διάπτυξίν τε γενέσθαι “αἴσης”.

又有什么能从何处而来使这全体增进?又在何处能趋于毁灭,既然诸物中并无空虚之所?然而正是这些事物存在,它们彼此穿流,有时候化为不同的事物,并且始终如一地恒常保持自身。 在这段诗句中,他确实把由较多的四个元素所成的称为一,并表明有时友爱占据优势,有时争斗占据优势。因为两者皆绝非彻底止息,这由万物皆相等且出身同齿、以及无新物产生亦无物止息所显明。而由之生成一的较多数则是多;因为友爱并非一,而是争斗亦有助于一。在说了其他更多的事之后,他接着引出上述每一者的特征,将火称为太阳,将气称为光辉与天,将水称为雨与海。他这样说道: “来吧,注视我先前言辞的见证者,看看先前的[言辞]在形相上是否有所欠缺:太阳外观炎热且四处辉煌,不死之物沐浴在明亮的光芒中,雨在一切事物中阴暗而寒冷,从大地则流出坚实牢固之物。在忿怒之中万物形貌相异且各自分离,但在友爱之中聚合并彼此向往。因为正是从这些之中萌发了过去所曾有、现在所具有、将来所会有的一切——树木、男人与女人、野兽、鸟类以及水中滋养的鱼类,乃至长生且享有最崇高尊荣的众神。因为正是这些事物存在,它们彼此穿流而呈现多样的面貌;混合带来了改变。” 他还为由同样之物生成不同之物提出了一个清晰的比喻: “正如当画工装饰奉纳画牌之时,凭着巧思而在技艺上精通的男人们,一旦用双手抓起多彩的颜料,和谐地加以混合,有的多些,有的少些,便由之制成宛如万物的形相,造出树木、男人与女人、野兽、鸟类以及水中滋养的鱼类,乃至长生且享有最崇高尊荣的众神;同样地,切莫让欺瞒占据你的心灵,以为那显明生出的无尽凡俗之物另有其源泉。你当听取神灵的话语,清晰地知晓这些。” 至于他是在生成的宇宙中考察这许多事物,且不仅考察争斗亦考察友爱,这由他说树木、男人、女人与野兽皆由这些生成而显然易见;至于它们彼此转化,他通过如下话语显明: “并且它们在周流的圆环中轮流占据统治,彼此消减并在命定的分限中轮流增长。” 至于生成与毁灭之物借着相继更替而拥有永恒性,他通过下述言辞表明: “而在这些事物不断交替绝不止息的这一方面,它们依循圆环始终是不动的。” 至于他也暗指着双重的秩序化,一为可知的,另一为感性的,一为神性的,另一为必灭的,其中前者作为范型拥有这些,而后者作为摹像拥有这些,他通过不仅说生成与毁灭之物由这些组成、而且众神亦是由此组成而表明了这一点——除非有人按照恩培多克勒的习惯用法来解释此语。并且从下述诗句中人们亦可认为他暗指着双重的秩序化: “因为太阳、大地、天空与海洋,皆与各自的部分和谐相处,凡是在凡俗之物中流离失所而生的事物亦皆如此。同样,凡更易于混合之物,因阿佛洛狄忒而被同化,彼此相爱。但在出身、混合以及印刻出的形相上彼此相隔最远之物则是最为敌对的,它们在各方面皆不习惯于结合,且对争斗所生之物来说极为凄惨,因为它们的生成引发了愤怒。” 因为他已经显明,即使在凡俗之物中这些亦被调和,但在可知之物中它们更为合一,且“因阿佛洛狄忒而被同化,彼此相爱”;并且即使它们无所不在,可知之物被同化于友爱,而感性之物被争斗所制服,在依据混合的生成中被进一步撕裂,以争斗所生且对彼此间的合一处于不习惯状态的、印刻且摹像的形相确立起来。至于他也依据某种结合与分离而设定了生成,这由一开始直接引用的诗句显明: “因为有时候多长成独自的一,有时候又从一长离成多。” 诚然,还有生成与毁灭绝非他物,而唯独是混合之物的混合与分离,且“命数”的“聚合”与展开得以发生这一点〔亦显明了此意〕。

语法注3 条
  1. 1.28τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν;

    带有小词 κε (ἄν) 的潜在祈愿语气 ἐπαυξήσειε 构成的修辞疑问句。疑问代词 τί 作主语,分词短语 πόθεν ἐλθόν 与之呼应,τὸ πᾶν 为直接宾语,表达强烈的否定含义:“又有什么能从何处而来使这全体增进呢?”

  2. 1.28οὕτω μή σ’ ἀπάτα φρένα

    ἀπάτα 为主格单数名词(多利斯方言形式,相当于阿提卡方言的 ἀπάτη),句中省略了具有禁止或命令意义的动词(如 κατεχέτω)。宾格 φρένα 可作动词的直接宾语或表示受影响部位的关系宾格。另一种视 ἀπάτα 为动词 ἀπατάω 之现在时虚拟语气的解读,由于 μή 加现在时虚拟语气构成禁止在语法上极罕见,通常不被采纳。

  3. 1.28εἰ μὴ ἄρα τις τοῦτο κατὰ τὴν Ἐμπεδοκλέους συνήθειαν ἐξηγήσαιτο

    由 εἰ μὴ ἄρα 引导并接祈愿语气 ἐξηγήσαιτο 的条件从句,表达一种保留或例外:“除非有人按照恩培多克勒的习惯用法来解释此语”。辛普利丘借此指明对于恩培多克勒将众神亦归入复合生成物这一难点,存在着将神名理解为自然元素之比喻的解释可能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:159.1-161.20