- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:14.29-16.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》184a16提出的“由更可知者出发”的探讨进程,辛普里丘分析了探求原理的方式,区分了源于原因的严格论证与基于随伴后果的征候性推论,并阐明自然学何以必须从感觉上更为显豁的复合与混杂之物出发去把握单纯的原理。
" Πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων." Δείξας ὅτι ἀνάγκη τὸν μέλλοντα ἐπιστήμονα τῶν φυσικῶν ἔσεσθαι πραγμάτων τὰς ἀρχὰς τῶν φυσικῶν ἐπεσκέφθαι καὶ μεταβαίνων λοιπὸν ἐπὶ τὴν περὶ τῶν ἀρχῶν διδασκαλίαν, τὸν τρόπον αὐτῆς ἀφορίζεται πρῶτον· καὶ γὰρ ζητεῖται, εἰ δυνατὸν ὅλως περὶ τῶν ἀρχῶν τι μανθάνειν· εἰ γὰρ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐξ ἀρχῶν γίνεται, ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς λαβεῖν, ἄπορος ἂν ἡ μάθησις εἴη· αὐτὸς οὖν ἡμῖν τὸν τρόπον ὑφηγεῖται τῆς τῶν ἀρχῶν γνώσεως. ὀλίγον δὲ ἄνωθεν ἀρκτέον· ἐπειδὴ πᾶν τὸ γινωσκόμενον ἢ αὐτόπιστόν ἐστι καὶ ἀρχὴ γνώσεως διὰ τὸ ὁμολογεῖσθαι, ὡς ἔχουσιν οἱ ὅροι καὶ αἱ ἄμεσοι καλούμεναι προτάσεις, ἢ ἐκ προυπαρχούσης τινὸς γινώσκεται γνώσεως τῆς τῶν ὅρων καὶ τῶν ἀμέσων προτάσεων, ὡς ἔχει πάντα τὰ διὰ συλλογισμῶν καὶ ἀποδείξεως γινωσκόμενα, καὶ αἱ ἀρχαὶ δηλονότι τῶν φυσικῶν συνθέτων ὄντων * * * ὅτι μὲν αὐτόπιστοὶ οὐκ εἰσί, δῆλον ἐκ τῆς διαφόρου τῶν φυσιολόγων ἐπιβολῆς ἄλλων ἄλλας ἀρχὰς ὑποτιθεμένων, ὡς μαθησόμεθα· ἀποδεικτὰς δὲ οὔσας ἀνάγκη διὰ γνωριμωτέρων τινῶν ἀποδείκνυσθαι. πᾶσα γὰρ διδασκαλία καὶ πᾶσα μάθησις διανοητική, τουτέστιν οὐκ ἐξ αἰσθήσεως οὐδὲ κατὰ νοῦν γινομένη ἀλλὰ συλλογιστική τε καὶ ἀποδεικτική, ἐκ προυπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μεμαθήκαμεν. τὰ δὲ γνωριμώτερα ἢ ὡς ἀρχαὶ καὶ αἴτια τῶν ἀποδεικνυμένων παραλαμβάνονται, ὅπερ ἐν ταῖς κυρίως ἀποδείξεσι συμβαίνει (ἐκ γὰρ τῶν ἀρχῶν καὶ αἰτίων αὗται τοῦ πράγματος γίνονται, ὡς ὅταν τὸ καλὸν εἶναι τὸν κόσμον ἐκ τοῦ τὸν δημιουργὸν ἀγαθὸν εἶναι συλλογιζώμεθα ἢ τὸ ἀθάνατον τῆς ψυχῆς ἐκ τοῦ αὐτοκινήτου), ἢ ὡς ἀκολουθοῦντα ἐξ ἀνάγκης τοῖς ἀποδεικνυμένοις καὶ διὰ τοῦτο συνεισάγοντα αὐτά. οὕτω παραλαμβάνεται τὰ γνωριμώτερα1 (ὡς ὅταν τὸν θεὸν ἀγαθὸν δεικνύωμεν ἐκ τοῦ τὸν κόσμον καλὸν εἶναι καὶ τεταγμένον, προχειροτέρου τούτου κατ’ αἴσθησιν ἡμῖν ὄντος, καὶ τὴν ψυχὴν αὐτοκίνητον ἐκ τοῦ τὰ ἔμψυχα σώματα ἔνδοθεν κινεῖσθαι) καὶ ἔστιν οὗτος τεκμηριώδης μᾶλλον ἀλλ’ οὐκ ἀποδεικτικὸς ὁ τοῦ συλλογισμοῦ τρόπος. καὶ τὰ πρὸς τὴν τοιαύτην πίστιν παραλαμβανόμενα τοῦ μὲν ἀποδεικνυμένου οὐκ εἰσὶν ἀρχαί (ἕπονται γὰρ αὐτῷ μᾶλλον ἤπερ προηγοῦνται), τῆς δὲ τοιαύτης ἀποδείξεως ἀρχαί, διότι γνωριμώτερά ἐστι καὶ προφανέστερα καὶ ἀπ’ αὐτῶν ἡ πίστις γίνεται τοῦ ἀποδεικνυμένου. ἀνάγκη τοίνυν καὶ τὰς τῶν φυσικῶν πραγμάτων ἀρχὰς ὡς αἰτίας λεγομένας [ἀρχὰς] πάντως μὲν ἐκ γνωριμωτέρων τινῶν ἀποδείκνυσθαι, ἀλλὰ ποτὲ μὲν καὶ ἀρχοειδεστέρων τῇ φύσει καὶ αἰτίων λόγον ἐχόντων, ὅπερ οὐκ ἔστι φυσιολόγῳ προσῆκον (ὑπερβαίνει γὰρ αὐτοῦ τὸ μέτρον τὸ τὰς αἰτίας τῶν οἰκείων ἀρχῶν ἐγνωκέναι),2 ἀλλὰ τῆς ἀναβεβηκυίας αὐτὸν ἐπιστήμης, τῆς πρώτης φιλοσοφίας· αὕτη γὰρ τῶν ἄλλων τὰς ἀρχὰς ἀποδείκνυσι τὰς ὡς αἰτίας λαμβανομένας, αὐτοπίστοις ἀρχαῖς αὐτὴ χρωμένη. δυνατὸν δὲ τρόπον τινὰ καὶ ἐκ τῶν ἑπομένων ταῖς ἀρχαῖς καὶ ἀπ’ αὐτῶν συντιθεμένων, οὐκέτι ὡς ἀπὸ αἰτίων ἀλλ’ ὡς ἀπὸ γνωριμωτέρων, τὰ περὶ τῶν ἀρχῶν τῶν φυσικῶν συλλογίζεσθαι οὐκ ἐπιστάμενον αὐτὰ ἀλλὰ γνωρίζοντα μόνον. διὸ οὐκ εἶπεν ἐκ τοῦ ἐπιστημονικῶς γνῶναι τὰς ἀρχὰς ἀλλ’ ἐκ τοῦ γνωρίζειν αὐτάς, διότι ἀπὸ τῶν ἑπομένων ἡ γνῶσις αὐτῶν. ἑπόμενα δέ ἐστι τοῖς ἀρχοειδεστέροις καὶ στοιχειωδεστέροις τὰ ἐξ αὐτῶν σύνθετα καὶ τοῖς μέρεσι τὰ ὅλα. καὶ ἔστιν ἡμῖν γνωριμώτερα τὰ σύνθετα καὶ συγκεχυμένα τῶν συντιθέντων αὐτὰ καὶ ἁπλῶν, διότι τὰ μὲν σύνθετα τῇ αἰσθήσει γνωρίζομεν προχειροτέραν ταύτην ἔχοντες οἱ πολλοὶ τὴν γνῶσιν, τὰ δὲ ἁπλᾶ ἐκ τῶν συνθέτων πέφυκε καταλαμβάνεσθαι. καὶ γὰρ ζῷον ἕκαστον καὶ φυτὸν ἑτοίμως γνωρίζομεν ὅτι τόδε ἄνθρωπος ἢ ἵππος καὶ τόδε συκῆ ἢ ἄμπελος· ὅτι μέντοι ἐκ τῶν τεττάρων στοιχείων ταῦτα σύγκειται, οὐκ ἔστι παντὸς εἰδέναι· τὸ δὲ καὶ ὅπως μὲν ἔχοντα τὰ στοιχεῖα ζῷον ποιεῖ καὶ τόδε τὸ ζῷον, ὅπως δὲ φυτὸν καὶ τόδε τὸ φυτόν, μόνων ἂν εἴη τῶν εἰς ἄκρον φιλοσοφίας ἐληλακότων. οὕτω δὲ καὶ τὰ κοινὰ καὶ καθόλου ὁλοσχερεστέραν ἔχοντα γνῶσιν καὶ προφανεστέραν γνωριμώτερα μᾶλλον ἡμῖν ἐστι τῶν καθέκαστα· τὸ γὰρ ἐκ διαστήματος προσιὸν ῥᾷον διαγνῶναι ὅτι ζῷον ἢ ὅτι ἄνθρωπος, καὶ ὅτι ἄνθρωπος ἢ ὅτι Σωκράτης.
“而自然的进程是由更可知者出发。” 在指明意欲通晓自然事物者必先考察自然事物的原理、并进而转向关于原理的讲授之际,他首先界定了其进路方式。因为人们确实会探问,是否根本可能习得任何关于原理的知识;因为如果一切理智性的讲授与学习都由原理产生,而又不可能获取原理的原理,那么学习便会陷入困境。因此,他亲自向我们指引了认识原理的进路。我们须从稍前之处开始:既然一切被认识之物,要么因其被公认而是自明的、是认识的原理(正如定义与所谓的直接前提那样),要么是由某种既有的关于定义与直接前提的认识而被认识(正如一切通过推论与论证而被认识之物那样),且由于自然事物为复合之物,其原理显然[……]它们并非自明这一点,从自然哲学家们的不同着眼点——即各人设定了不同的原理——显而易见,正如我们将要学到的那样;而它们既然是可论证的,就必然通过某些更可知者而被论证。因为正如我们在《后分析篇》中所学到的,一切理智性的讲授与学习,亦即非源自感觉亦非依直观理性产生、而是既具推论性又具论证性的讲授与学习,都是由既有的认识产生的。 然而,更可知者要么作为被论证者的原理与原因而被采用,这发生在严格意义上的论证中(因为这些论证产生于事物本身的原理与原因,正如当我们从创世者的良善推论出宇宙之优美,或从自主动性推论出灵魂之不灭);要么作为必然随伴于被论证者并因此协同引入它们而被采用。更可知者就是这样被采用的(正如当我们从宇宙之优美与有序证明神是良善的,因为这对我们而言在感觉上更为显豁;以及从具灵魂之物体由内部运动证明灵魂是自主动的);而这种推论方式与其说是论证性的,不如说是征候性的。用于达成此种确信的事物并不是被论证者的原理(因为它们随伴于被论证者而非先于它),但它们是此类论证的原理,因为它们更为可知且更为明显,正是从它们出发产生对被论证者的确信。 因此,被称为原因的自然事物之原理,也必然无论如何要从某些更可知者中被论证出来,不过有时是从本性上更具原理性且具原因性质的事物中被论证,而这并不属于自然哲学家(因为知晓自身固有原理的原因超出了他的限度),而是属于跃升于他之上的学科,即第一哲学;因为正是这门学科运用自明原理,论证了其他学科作为原因而被采用的原理。然而在某种方式下,亦可从随伴于原理且由它们所合成的事物出发——不再作为从原因出发,而是作为从更可知者出发——来推论关于自然事物原理的知识,并非科学性地理解它们,而仅仅是认识它们。因此他没有说“由科学性地知晓原理”,而是说“由认识它们”,因为对它们的认识是来自随伴于它们的事物。 而随伴于更具原理性与元素性之物的是由它们生成的复合体,随伴于部分的是整体。并且对于我们而言,复合且混杂之物比起组成它们的单纯之物更为可知,因为复合之物我们凭感觉来认识,大众拥有的这种认识更为现成,而单纯之物在自然上是由复合之物被把握的。因为我们确实极易认识每一个动物与植物,知道这是人或马,那是无花果树或葡萄藤;然而它们由四元素组成,却非所有人皆能知晓;至于元素处于何种状态会生成动物以及这种特定的动物、处于何种状态会生成植物以及这种特定的植物,则唯独属于攀至哲学顶峰之人。同样,共通与普遍之物由于具有更为粗略且明显的认识,对于我们而言比个别之物更为可知;因为远远走来之物,辨认其为动物比辨认其为人更容易,辨认其为人比辨认其为苏格拉底更容易。
- 1.2ἢ ὡς ἀκολουθοῦντα ἐξ ἀνάγκης τοῖς ἀποδεικνυμένοις καὶ διὰ τοῦτο συνεισάγοντα αὐτά. οὕτω παραλαμβάνεται τὰ γνωριμώτερα
此句是回应前文 ἢ ὡς ἀρχαὶ καὶ αἴτια ... παραλαμβάνονται 的第二择一肢。在插入了长例示句后,主谓语在 οὕτω παραλαμβάνεται τὰ γνωριμώτερα 中得到了重述性概括(resumptive),结构为“或者[更可知者]作为必然随伴于被论证者……而被采用”。
- 1.2ὑπερβαίνει γὰρ αὐτοῦ τὸ μέτρον τὸ τὰς αἰτίας τῶν οἰκείων ἀρχῶν ἐγνωκέναι
句末带有定冠词的完成时不定词短语 τὸ ... ἐγνωκέναι 是动词 ὑπερβαίνει 的真正主语,而前置的 αὐτοῦ τὸ μέτρον(自然学家的限度)是其直接宾语,因倒装结构(hyperbaton)而使主语后置。
