← 辛普里丘

亚里士多德《物理学》注释

§157.8-158.30

阿那克萨戈拉的别样世界与恩培多克勒的宇宙论

辛普里丘通过动词时态与措辞探讨了阿那克萨戈拉关于“不同于我们这里的另一重秩序化”的主张,随后引述恩培多克勒《论自然》第一卷的诗句,展示由四元素以及友爱与争斗所支配的一与多的周期性宇宙论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#3

” καὶ μέντοι εἰπὼν “ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις, καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς, καὶ ἀνθρώπους γε συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα ὅσα ψυχὴν ἔχει”, ἐπάγει “καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνημμένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ’ ἡμῖν, καὶ ἥλιόν τε αὐτοῖς ἐνεῖναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ’ ἡμῖν, καὶ τὴν γῆν αὐτοῖσι φύειν πολλά τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεικάμενοι εἰς τὴν οἴκησιν χρῶνται”. καὶ ὅτι μὲν ἑτέραν τινὰ διακόσμησιν παρὰ τὴν παρ’ ἡμῖν αἰνίττεται, δηλοῖ τὸ “ὥσπερ παρ’ ἡμῖν” οὐχ ἅπαξ μόνον εἰρημένον. ὅτι δὲ οὐδὲ αἰσθητὴν μὲν ἐκείνην οἴεται, τῷ χρόνῳ δὲ ταύτης προηγησαμένην, δηλοῖ τὸ “ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεικάμενοι εἰς τὴν οἴκησιν χρῶνται”. οὐ γὰρ “ἐχρῶντο” εἶπεν, ἀλλὰ “χρῶνται”. ἀλλ’ οὐδὲ ὡς νῦν κατ’ ἄλλας τινὰς οἰκήσεις ὁμοίας οὔσης καταστάσεως τῇ παρ’ ἡμῖν.1 οὐ γὰρ εἶπε “τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι καὶ παρ’ ἐκείνοις ὥσπερ καὶ παρ’ ἡμῖν”, ἀλλ’ “ἥλιον καὶ σελήνην, ὥσπερ παρ’ ἡμῖν” ὡς δὴ περὶ ἄλλων λέγων. ἀλλὰ ταῦτα μὲν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, ζητεῖν ἄξιον. Ὁ δὲ Ἐμπεδοκλῆς τὸ ἓν καὶ τὰ πολλὰ τὰ πεπερασμένα καὶ τὴν κατὰ περίοδον ἀποκατάστασιν καὶ τὴν κατὰ σύγκρισιν καὶ διάκρισιν γένεσιν καὶ φθορὰν οὕτως ἐν τῷ πρώτῳ τῶν Φυσικῶν παραδίδωσι· δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι. δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις· τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε, ἡ δὲ πάλιν διαφυομένων θρυφθεῖσα διέπτη.2 καὶ ταῦτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχα πάντα φορεύμενα Νείκεος ἔχθει. ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών. ᾗ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.3 ἀλλ’ ἄγε μύθων κλῦθι. μέθη γάρ τοι φρένας αὔξει. ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων, πείρατα μύθων δίπλ’ ἐρέω. τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος, Νεῖκός τ’ οὐλόμενον δίχα τῶν ἀτάλαντον ἕκαστον καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε. τὴν σὺ νόῳ δέρκου μηδ’ ὄμμασιν ἧσο τεθηπώς. ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῇ τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι, γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην, τὴν οὔτις † μετ’ ὄσσοισιν ἑλισσομένην δεδάηκε θνητὸς ἀνήρ. σὺ δ’ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν. ταῦτα γὰρ ἶσα τε πάντα καὶ ἥλικα γένναν ἔασι, τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πάρα δ’ ἦθος ἑκάστῳ. ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο. καὶ πρὸς τοῖς οὔτ’ † ἄρτι ἐπιγίγνεται οὐδ’ ἀπολήγει. εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ’ ἂν ἦσαν.

诚然,在说了“在一切被结合的事物中内在存在着许多且各种各样的东西,并存在着万物的种子,具有各种各样的形相、色彩与滋味,并且人类以及其他凡是有生命之物皆凝结而成”之后,[阿那克萨戈拉]接着又说:“并且人类亦拥有彼此聚合的城邦与建造起来的功业,正如在我们这里一样;并且太阳、月亮以及其余诸物亦内在存在于他们之中,正如在我们这里一样;大地亦为他们生长出许多且各种各样的东西,他们将其中最有用之物收集到居所中加以享用”。至于他暗指着某种有别于我们这里的秩序化,这通过“正如在我们这里一样”这一不仅说了一次的语句显明出来。而至于他并不认为那个[世界]是感性的、在时间上先于这一个的,这通过“他们将其中最有用之物收集到居所中加以享用”显明出来;因为他没有说“过去曾享用”,而是说了“享用”。然而,他亦非意指现在在某些其他居住地存在着类似于我们这里的状态;因为他没有说“太阳与月亮亦存在于他们那里正如亦在我们这里一样”,而是说“太阳与月亮,正如在我们这里一样”,仿佛是在谈论别的事物。但这些事情究竟是如此还是别样,值得去探究。另一方面,恩培多克勒在《论自然》第一卷中把一与有限的多、周期性的复原、以及依据结合与分离的生成和毁灭传述如下: “我将讲述双重之事:因为有时候多长成独自的一,有时候又从一长离成多。凡俗之物的生成是双重的,其灭绝亦是双重的;因为万物的聚合生出其中一种并毁坏它,而另一种则在它们重新长离之际碎裂而飞逝。这些事物不断交替而绝不止息,有时候一切由于友爱而聚合成一,有时候又由于争斗的仇恨而一切各自离散。……并且在重新从一长离成多之际,在这一方面它们生成,且它们没有稳固的生存;而在它们不断交替绝不止息的这一方面,它们依循圆环始终是不动的。来吧,听我的话语;因为学习确乎增强你的智慧。正如我先前在揭示话语的界限时亦曾说过的那样,我将讲述双重之事:因为有时候多长成独自的一,有时候又从一长离成多——火与水与土,以及气那无边的高空,还有与它们分离、在平衡上与各物均等的毁灭性的争斗,以及在它们之中在长与宽上皆平等的友爱。你要以理智注视她,切莫睁大眼睛茫然呆坐;她亦被认为生就于凡人的肢体之中,人们借着她怀有友善的思想并成就和谐的功业,以欢乐与阿佛洛狄忒之名称呼她,但凡人未曾有人用眼睛知晓她在[诸元素]中间回旋运转。你且听取毫无欺瞒的言辞航程。因为这些全部相等,且出身年齿相同,各自执掌着不同的荣分,各自具有固有的品性,在周流的时间中轮流占据统治。而在这些之外既无物额外产生,亦无物止息;因为如果它们不断地毁灭,它们便不会再存在了。”

语法注3 条
  1. 1.28ἀλλ’ οὐδὲ ὡς νῦν κατ’ ἄλλας τινὰς οἰκήσεις ὁμοίας οὔσης καταστάσεως τῇ παρ’ ἡμῖν

    承接前文“ὅτι δὲ οὐδὲ αἰσθητὴν μὲν ἐκείνην οἴεται...”的省略结构。ἀλλ' οὐδέ 配合 ὡς 以及属格独立结构(ὁμοίας οὔσης καταστάσεως),否定了另一种可能的解释,即否定阿那克萨戈拉意指“如今在其他某些居住地存在着类似于我们这里的状态”。

  2. 1.28τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε, ἡ δὲ πάλιν διαφυομένων θρυφθεῖσα διέπτη

    该句承接上文的“δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις”(凡人之生成是双重的,灭绝亦是双重的)。τὴν μὲν 是 τίκτει τ’ ὀλέκει τε 的宾语,主语为 πάντων σύνοδος(万物的结合);后半句中的 ἡ ... θρυφθεῖσα 作 διέπτη 的主语,表散逸;διαφυομένων 则是省略了主语的属格独立结构,指诸元素彼此分离。

  3. 1.28τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον

    由相关副词形成的照应与对比结构:τῇ μὲν ... ᾗ δὲ ... ταύτῃ δέ。表达了恩培多克勒特有的悖论表述:“就这一方面而言(τῇ μέν),它们生成且生存无常;但就它们绝不停止交替这一方面而言(ᾗ δέ),在这一方面(ταύτῃ δέ)它们依循圆环永远不动”。διαλλάσσοντα 为中性复数分词,与诸元素主语一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:157.8-158.30