- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:155.18-157.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用了阿那克萨戈拉《论自然》中的数条残篇,详细阐明了原初混合体、同质部分的不生不灭性、万物在万物之中的内在存在,以及统领万物并引发分离与旋转运动的超越性理智(奴斯)的性质。
ἢ καὶ ἐπὶ τῶν ὁμοιομερῶν ἄλλαι πρὸ ἄλλων ἐναντιώσεις ὑπάρχουσι καὶ διὰ τὰς πρώτας αἱ δεύτεραι. Λέγει γοῦν Ἀναξαγόρας ἐν τῷ πρώτῳ τῶν Φυσικῶν “ἐκ μὲν γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθος συμπήγνυται ὑπὸ τοῦ ψυχροῦ, οὗτοι δὲ ἐκχωρέουσι μᾶλλον τοῦ ὕδατος”. ὅτι δὲ Ἀναξαγόρας ἐξ ἑνὸς μίγματος ἄπειρα τῷ πλήθει ὁμοιομερῆ ἀποκρίνεσθαί φησιν πάντων μὲν ἐν παντὶ ἐνόντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρατοῦν χαρακτηριζομένου, δηλοῖ διὰ τοῦ πρώτου τῶν Φυσικῶν λέγων ἀπ’ ἀρχῆς “ὁμοῦ χρήματα πάντα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα· καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν. καὶ πάντων ὁμοῦ ἐόντων οὐδὲν ἔνδηλον ἦν ὑπὸ σμικρότητος· πάντα γὰρ ἀήρ τε καὶ αἰθὴρ κατεῖχεν ἀμφότερα ἄπειρα ἐόντα· ταῦτα γὰρ μέγιστα ἔνεστιν ἐν τοῖς σύμπασι καὶ πλήθει καὶ μεγέθει”. καὶ μετ’ ὀλίγον “καὶ γὰρ ἀήρ τε καὶ αἰθὴρ ἀποκρίνονται ἀπὸ τοῦ πολλοῦ τοῦ περιέχοντος. καὶ τό γε περιέχον ἄπειρόν ἐστι τὸ πλῆθος”. καὶ μετ’ ὀλίγα “τούτων δὲ οὕτως ἐχόντων, χρὴ δοκεῖν ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς. πρὶν δὲ ἀποκριθῆναι, φησί, πάντων ὁμοῦ ἐόντων οὐδὲ χροιὴ ἔνδηλος ἦν οὐδεμία· ἀπεκώλυε γὰρ ἡ σύμμιξις πάντων χρημάτων τοῦ τε διεροῦ καὶ τοῦ ξηροῦ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ λαμπροῦ καὶ τοῦ ζοφεροῦ καὶ γῆς πολλῆς ἐνεούσης καὶ σπερμάτων ἀπείρων πλήθους οὐδὲν ἐοικότων ἀλλήλοις. οὐδὲ γὰρ τῶν ἄλλων οὐδὲν ἔοικε τὸ ἕτερον τῷ ἑτέρῳ”. ὅτι δὲ οὐδὲ γίνεται οὐδὲ φθείρεταί τι τῶν ὁμοιομερῶν, ἀλλ’ ἀεὶ τὰ αὐτά ἐστι, δηλοῖ λέγων “τούτων δὲ οὕτω διακεκριμένων γινώσκειν χρή, ὅτι πάντα οὐδὲν ἐλάσσω ἐστὶν οὐδὲ πλείω. οὐ γὰρ ἀνυστὸν πάντων πλείω εἶναι, ἀλλὰ πάντα ἴσα ἀεί”. ταῦτα μὲν οὖν περὶ τοῦ μίγματος καὶ τῶν ὁμοιομερειῶν. περὶ δὲ τοῦ νοῦ τάδε γέγραφε· “νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμικται οὐδενὶ χρήματι, ἀλλὰ μόνος αὐτὸς ἐφ’ ἑαυτοῦ ἐστιν. εἰ μὴ γὰρ ἐφ’ ἑαυτοῦ ἦν, ἀλλά τεῳ ἐμέμικτο ἄλλῳ, μετεῖχεν ἂν ἁπάντων χρημάτων, εἰ ἐμέμικτό τεῳ. ἐν παντὶ γὰρ παντὸς μοῖρα ἔνεστιν, ὥσπερ ἐν τοῖς πρόσθεν μοι λέλεκται, καὶ ἂν ἐκώλυεν αὐτὸν τὰ συμμεμιγμένα, ὥστε μηδενὸς χρήματος κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ’ ἑαυτοῦ.1 ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώτατον καὶ γνώμην γε περὶ παντὸς πᾶσαν ἴσχει καὶ ἰσχύει μέγιστον, καὶ ὅσα γε ψυχὴν ἔχει καὶ μείζω καὶ ἐλάσσω, πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησεν, ὥστε περιχωρῆσαι τὴν ἀρχήν.2 καὶ πρῶτον ἀπὸ τοῦ σμικροῦ ἤρξατο περιχωρεῖν, ἐπεὶ δὲ πλεῖον περιχωρεῖ, καὶ περιχωρήσει ἐπὶ πλέον. καὶ τὰ συμμισγόμενά τε καὶ ἀποκρινόμενα καὶ διακρινόμενα, πάντα ἔγνω νοῦς. καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν καὶ ὅσα νῦν ἐστι καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς, καὶ τὴν περιχώρησιν ταύτην ἣν νῦν περιχωρέει τά τε ἄστρα καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὁ ἀὴρ καὶ ὁ αἰθὴρ οἱ ἀποκρινόμενοι. ἡ δὲ περιχώρησις αὕτη ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπό τε τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν. μοῖραι δὲ πολλαὶ πολλῶν εἰσι. παντάπασι δὲ οὐδὲν ἀποκρίνεται οὐδὲ διακρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου πλὴν νοῦ. νοῦς δὲ πᾶς ὅμοιός ἐστι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων. ἕτερον δὲ οὐδέν ἐστιν ὅμοιον οὐδενί, ἀλλ’ ὅτῳ πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν”. ὅτι δὲ διττήν τινα διακόσμησιν ὑποτίθεται τὴν μὲν νοεράν, τὴν δὲ αἰσθητὴν ἀπ’ ἐκείνης, δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων, δῆλον δὲ καὶ ἐκ τῶνδε· “ὁ δὲ νοῦς † ὅσα ἐστί τε κάρτα καὶ νῦν ἐστιν ἵνα καὶ τὰ ἄλλα πάντα, ἐν τῷ πολλὰ περιέχοντι, καὶ ἐν τοῖς προσκριθεῖσι, καὶ ἐν τοῖς ἀποκεκριμένοις.
抑或在同质部分中亦存在着居先于其他对立的某些对立,并且第二位者乃是通过第一位者而存在?至少阿那克萨戈拉在《论自然》第一卷中如此说道:“因为水从云中分离出来,土从水中分离出来,石头由于冷而从土中凝固,而这些[石头]比水退居更外”。而阿那克萨戈拉主张从一个混合体中析出在数量上无限的同质部分,且万物在万物之中,但各物依照占据主导者而被规定,这通过他在《论自然》第一卷从开篇起所说的话得到显明:“万物一同存在,在数量与微小上皆是无限的;因为微小亦是无限的。而当万物一同存在时,由于微小而无一物显露;因为气与以太占领着一切,两者皆是无限的;因为两者在数量与体积上皆作为最大的东西内在存在于全物之中”。在稍后他又说:“因为气与以太亦从包围着的巨量事物中分离出来;且包围者在数量上确实是无限的”。又在稍后他说:“既然这些情况如此,便应当认为在一切被结合的事物中内在存在着许多且各种各样的东西,并存在着万物的种子,具有各种各样的形相、色彩与愉悦的气味。但在分离出来之前,”他说,“当万物一同存在时,甚至没有任何色彩显露;因为万物的混合阻碍了这一点——即湿与干、热与冷、光耀与阴暗的混合,且有大量的土内在存在,以及在数量上无限且彼此毫无相似之处的种子的混合;因为在其他事物中,亦毫无一者与另一者相似”。至于同质部分无一生成或毁灭,而是始终保持同一,这通过他所说的话得到显明:“既然这些事物如此被区分开来,便应当认识到,一切事物丝毫不少亦丝毫不算更多;因为不可能比一切事物更多,而是一切事物始终相等”。关于混合体与同质部分的情况便是如此。而关于理智,他写下了如下内容:“理智则是无限且自主的,未与任何事物混合,而是独自依凭自身存在。因为如果它不依凭自身,而是与某种别的东西混合,那么若它与某种东西混合,它就会分有万物;因为正如我先前所说,在一切事物中皆存在着一切事物的份额,且与它混合的事物会阻碍它,以至于它不能像独自依凭自身存在时那样同等地主导任何事物。因为在一切事物中它是最精微且最纯净的,且它保有关于万物的全盘知识并具有最大的力量;凡是具有灵魂的东西,无论较大还是较小,理智皆统领所有这些。理智亦统领了全部的旋转,以至于它在开端使之旋转。起初它从微小处开始旋转,既然旋转得更多,它亦将更大规模地旋转。那些混合在一起的、分离出来的与区分开来的事物,理智全都知道。无论曾经将要是怎样的,曾经是怎样的,凡是现在存在的,以及将要是怎样的,理智皆将它们全盘加以秩序化;亦秩序化了这一旋转——即如今众星、太阳、月亮以及分离出来的气和以太所旋转的这一旋转。正是这一旋转使它们分离出来。稠密者从稀薄者中分离出来,热者从冷者中分离出来,光耀者从阴暗者中分离出来,干者从湿者中分离出来。许多事物的许多份额存在着。然而除理智外,任何一者皆不曾从另一者完全彻底地分离或区分开来。一切理智皆是相似的,较大的与较小的皆然。但在其他事物中,无一物与任何别物相似,而是何者在其中最多,各个事物便最显明地是且曾是那些东西”。至于他假定了一种双重的秩序化,其一是理智的秩序化,其二则是从前者而来的感性秩序化,这从所引述的言辞中是显明的,从下述言辞中亦是显明的:“而理智……极其存在,并且现在亦存在于其他万物所处的处所,即存在于包围着许多事物的东西之中,存在于附集而来的事物之中,以及存在于已被分离出来的事物之中。”
- 1.28ὥστε μηδενὸς χρήματος κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ’ ἑαυτοῦ
宾格分词短语 μόνον ἐόντα 与引出结果从句的 ὥστε 后的不定词 κρατεῖν 的逻辑主语 αὐτόν(即理智)相一致。ὡς 与宾格分词的结合表达了比较副词性的含义:“如同当其独自依凭自身存在时那样[统领]”。
- 1.28ὥστε περιχωρῆσαι τὴν ἀρχήν
短语 τὴν ἀρχήν 用作修饰 περιχωρῆσαι 的副词性宾格,意为“在开端”或“起初”。虽然在语法上亦可视为同族宾格(“使开端旋转”),但紧接其后的 πρῶτον ἀπὸ τοῦ σμικροῦ ἤρξατο περιχωρεῖν 表明将其理解为指示旋转运动起始时刻的副词用法更为自然。
