- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:153.25-155.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德论及主张原理为一且多的恩培多克勒与阿那克萨戈拉的语境中,辛普利丘探讨了他们如何从致动因、质料基底与混合体的角度界定“一”与“多”,并评述了泰奥弗拉斯托斯对阿那克萨戈拉的解释以及亚历山大关于对立者的观点。
" Καὶ ὅσοι δὲ ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας." Εἰπὼν περὶ τῶν μίαν κατὰ τὸ ὑποκείμενον λεγόντων τὴν ἀρχήν, οὓς φυσικοὺς καλεῖ, καὶ τὴν διαφορὰν παραδοὺς τὴν κατὰ τὸν διττὸν τρόπον τῆς ἐκ τοῦ ὑποκειμένου γενέσεως τόν τε κατ’ ἀλλοίωσιν καὶ τὸν κατ’ ἔκκρισιν, μεταβαίνει λοιπὸν ἐπὶ τοὺς περὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν ἓν καὶ πολλὰ τὴν ἀρχὴν λέγοντας. καὶ γὰρ Ἀναξαγόρας τὰς ὁμοιομερείας κατὰ τὸ ὑποκείμενον ἀρχὰς θέμενος ἀπείρους ἔλεγε ταύτας, καὶ τὸ ποιητικὸν δὲ αἴτιον ἓν ἔλεγεν εἶναι τὸν διακρίνοντα νοῦν. καὶ Ἐμπεδοκλῆς δὲ πλείους κατὰ τὸ ὑποκείμενον ἀρχὰς ἔθετο τὰ τέτταρα στοιχεῖα, ἓν δὲ τὴν φιλίαν καὶ τὸ νεῖκος, ὅτι παρὰ μέρος ἑκάτερον αὐτῶν ἐπικρατεῖ1 καὶ ποιεῖ καὶ οὐχ ἅμα ἄμφω· αἰεὶ γὰρ αὐτῷ οὕτως ἓν τὸ ποιοῦν γίνεται. ἢ οὐχὶ τὸ ποιητικὸν αὐτοὺς ἓν λέγειν ῥητέον, ἀλλ’ αὐτὸ τὸ μῖγμα,2 ὃ ἦν κατὰ μὲν Ἀναξαγόραν ἐκ τῶν ὁμοιομερῶν ἀπείρων τῷ πλήθει μεμιγμένον, κατὰ δὲ Ἐμπεδοκλέα ἐκ τῶν τεττάρων στοιχείων ποτὲ μὲν συγκρινομένων ὑπὸ τῆς φιλίας καὶ ποιούντων τὸν σφαῖρον, ποτὲ δὲ διακρινομένων ὑπὸ τοῦ νείκους καὶ ποιούντων τόνδε τὸν κόσμον. καὶ Θεόφραστος δὲ τὸν Ἀναξαγόραν εἰς τὸν Ἀναξίμανδρον συνωθῶν καὶ οὕτως ἐκλαμβάνει τὰ ὑπὸ Ἀναξαγόρου λεγόμενα, ὡς δύνασθαι μίαν αὐτὸν φύσιν λέγειν τὸ ὑποκείμενον. γράφει δὲ οὕτως ἐν τῇ Φυσικῇ ἱστορίᾳ· “οὕτω μὲν οὖν λαμβανόντων3 δόξειεν ἂν ποιεῖν τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους, ὥσπερ εἴρηται, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν. εἰ δέ τις τὴν μῖξιν τῶν ἁπάντων ὑπολάβοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ’ εἶδος καὶ κατὰ μέγεθος, ὅπερ ἂν δόξειε βούλεσθαι λέγειν, συμβαίνει δύο τὰς ἀρχὰς αὐτῷ λέγειν τήν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν, ὥστε πάντως φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλησίως ποιῶν Ἀναξιμάνδρῳ”. εἰκότως δὲ μετὰ τοὺς μίαν λέγοντας τὴν ἀρχὴν ἀκίνητον ἢ κινουμένην πρὸ τῶν πολλὰς μόνον λέγειν δοκούντων ὡς τῶν περὶ Δημόκριτον τοὺς μίαν καὶ πολλὰς ἔταξε· μέσην γὰρ οὗτοι τάξιν ἀμφοῖν ἔχουσι. κοινωνοῦσι δὲ οὗτοι τῶν μίαν λεγόντων ἐκείνοις τοῖς συγκρίσει καὶ διακρίσει τὴν γένεσιν ποιοῦσιν· ὁ δὲ Ἀναξαγόρας τοῖς ἐκκρίσει μᾶλλον οἰκειότερος. διαφέρουσι δὲ ἐκείνων μὲν τῷ μίαν μόνην λεγόντων αὐτοὶ μίαν καὶ πολλὰς λέγειν, ἀλλήλων δὲ πρῶτον μὲν τῷ τὸν Ἀναξαγόραν λέγειν ἅπαξ γενόμενον τὸν κόσμον ἐκ τοῦ μίγματος διαμένειν λοιπὸν ὑπὸ τοῦ νοῦ ἐφεστῶτος διοικούμενόν τε καὶ διακρινόμενον, τὸν δὲ Ἐμπεδοκλέα παρὰ μέρος ἀεὶ κατὰ περιόδους τινὰς ποτὲ μὲν σύγκρισιν [ὑπὸ] τῶν τεττάρων στοιχείων ὑπὸ τῆς φιλίας γινομένην ὑποτίθεσθαι, ποτὲ δὲ διάκρισιν ὑπὸ τοῦ νείκους. ἔπειτα δὲ τῷ τὰ πολλὰ ἐξ ὧν τὸ πᾶν τὸν μὲν Ἀναξαγόραν ἄπειρα ὑποτίθεσθαι τὰς ὁμοιομερείας, τὸν δὲ Ἐμπεδοκλέα πεπερασμένα· τέτταρα γὰρ τὰ καλούμενα στοιχεῖα. καὶ τὸν μὲν ὁμοιομερείας, τὸν δὲ στοιχεῖα. “καὶ τἀναντία δὲ προσέθηκεν ἐπὶ Ἀναξαγόρου, φησὶν Ἀλέξανδρος, διότι αἱ ἐναντιώσεις ἐν ταῖς ὁμοιομερείαις εἰσὶν ὥσπερ καὶ αἱ διαφοραὶ πᾶσαι. διό, φησί, καὶ τὸ ἐπάνω ῥηθὲν τὸ “ἢ καὶ ἐναντίας” ἐπὶ τῆς Ἀναξαγόρου δόξης ἀκουστέον μᾶλλον”. μήποτε δὲ καὶ ἐν τοῖς στοιχείοις εἰσὶν ἐναντιώσεις, θερμοῦ ψυχροῦ, ξηροῦ ὑγροῦ καὶ βαρέος καὶ κούφου καὶ τῶν τοιούτων, καὶ κοινῶς ἑκατέρᾳ δόξῃ προσήκει τὸ καὶ τἀναντία· εἰ μὴ ἄρα4 ἐν μὲν τοῖς στοιχείοις τινές εἰσιν ἐναντιώσεις, ἐν δὲ ταῖς ὁμοιομερείαις ἁπαξάπαντα τὰ ἐναντία ὥσπερ καὶ πᾶσαι αἱ διαφοραί, καὶ διὰ τοῦτο μᾶλλον τῇ Ἀναξαγόρου δόξῃ προσήκει μετὰ τοῦ ἄρθρου λεγόμενον καὶ τἀναντία. ἢ ἄρα καὶ ἐν τοῖς στοιχείοις πάντα τὰ ἐναντία, εἴπερ ἀρχαὶ τὰ στοιχεῖα, ἀλλ’ οὐ προσεχῶς πάντα ὡς ἐπὶ τῶν ὁμοιομερειῶν. γλυκὺ γὰρ καὶ πικρὸν εἰ τύχοι ἐπὶ μὲν τῆς κατὰ τὰ στοιχεῖα ὑποθέσεως οὐ πρώτως ἐνυπάρχει τοῖς στοιχείοις, ἀλλὰ διὰ θερμότητος καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ἐπὶ δὲ τῆς τῶν ὁμοιομερῶν ὡς πρῶτα καὶ καθ’ αὑτά, ὥσπερ καὶ αἱ κατὰ τὰ χρώματα ἐναντιώσεις.
“以及凡是主张[原理]为一且多的人们,正如恩培多克勒与阿那克萨戈拉那样。” 在论述了那些就基底而言主张原理为一的人们(亚里士多德称他们为自然哲学家),并阐明了依据从基底生成的双重方式(即依质变的方式与依分离的方式)而来的差异之后,他接下来便转向恩培多克勒与阿那克萨戈拉周围那些主张原理为一且多的人们。因为阿那克萨戈拉确实把同质部分作为基底意义上的原理,并称它们是无限的,而称致动原因则是进行分离的理智这一者。恩培多克勒亦把基底意义上的原理设定为较多的四元素,而把爱与争设定为一[致动原因],因为它们各自轮流占据主导并发生作用,而非两者同时起作用;因为对他而言,起作用者以这种方式始终是一。抑或,不应当说他们主张致动原因是一,而应当说混合体本身[是一]?这一混合体,依阿那克萨戈拉乃是由在数量上无限的同质部分混合而成,而依恩培多克勒乃是由四元素构成——这些元素有时受爱结合而构成圆球,有时受争分离而构成这个世界。泰奥弗拉斯托斯亦将阿那克萨戈拉拉近阿那克西曼德,从而把阿那克萨戈拉所说的话理解为他亦可以将基底称为一个自然本性。他在《物理学史》中如此写道:“因此,若这样来理解,他似乎将质料原理如前所述设定为无限,而将运动与生成的因设定为一。但若有人假定万物的混合乃是一个在形式与量度上皆无规定的单一自然本性——他似乎确实希望如此表述——那么其结果便是他主张两个原理,即无限者的自然本性与理智,以至于他显然在各个方面皆以极其接近阿那克西曼德的方式设定了物体性元素。”亚里士多德在那些主张原理为不动或动的一的人们之后,且在那些似乎仅仅主张多的人们(如德谟克利特周围的人们)之前,列入那些主张一且多的人们,这是合乎情理的;因为这些人占据了两者之间的中介位次。他们与那些主张一的人们之中通过结合与分离产生生成的人们具有共通之处;然而阿那克萨戈拉更切近于那些通过析出产生生成的人们。他们与前者的不同之处在于,前者仅主张一,而他们自己主张一且多;而他们彼此之间的不同之处在于,首先,阿那克萨戈拉主张世界一旦从混合体生成之后,便在临在的理智的主导下维持着治理与分离,而恩培多克勒则假定四元素依某种周期始终轮流地,有时受爱发生结合,有时受争发生分离。其次,阿那克萨戈拉将构成万物的多假定为无限的同质部分,而恩培多克勒则假定为有限;因为所谓的元素乃是四种。且一者主张同质部分,另一者主张元素。“而‘对立者亦’是针对阿那克萨戈拉而补充的,”亚历山大说,“因为正如一切差异一样,对立亦存在于同质部分之中。因此,”他说,“上文所说的‘抑或亦是对立的’这一表述,更应当就阿那克萨戈拉的学说来理解。”然而,难道在元素之中不亦存在着热与冷、干与湿、重与轻以及诸如此类的对立,从而“对立者亦”这一说法共同适用于这两种学说吗?除非事实上在元素之中仅存在某些对立,而在同质部分之中则正如一切差异那样存在着毫无例外的全部对立,正因如此,带有冠词所说的“对立者亦”更切合阿那克萨戈拉的学说。抑或,如果元素确实是原理,那么一切对立在元素中亦存在,但并非如在同质部分中那样一切皆直接地存在。例如甜与苦,在基于元素的假说中并非作为第一性的东西内在存在于元素中,而是通过热、冷、干、湿而内在存在;但在同质部分的假说中,它们乃是作为第一性的且就其自身而言的东西内在存在,正如依照色彩而来的对立一样。
- 1.28ἓν δὲ τὴν φιλίαν καὶ τὸ νεῖκος, ὅτι παρὰ μέρος ἑκάτερον αὐτῶν ἐπικρατεῖ
宾格短语 τὴν φιλίαν καὶ τὸ νεῖκος 承前接动词 ἔθετο 作为宾语,ἓν [ποιητικὸν αἴτιον] 则作为宾格补足语。针对爱与争两者为何被称为“一”的疑难,紧随其后的 ὅτι 从句解释了其理由,即二者轮流主宰并起作用,而非同时起作用。
- 1.28ἢ οὐχὶ τὸ ποιητικὸν αὐτοὺς ἓν λέγειν ῥητέον, ἀλλ’ αὐτὸ τὸ μῖγμα
非人称动词形容词 ῥητέον 支配宾格加不定式结构 αὐτοὺς ... λέγειν。在 αὐτὸ τὸ μῖγμα 之后省略了 ἓν λέγειν αὐτούς,形成对比结构:“抑或不当说他们把致动因说成是一,而当说[他们把]混合体本身[说成是一]?”
- 1.28οὕτω μὲν οὖν λαμβανόντων
引自泰奥弗拉斯托斯文段开头的独立属格结构。现在分词 λαμβανόντων 的逻辑主语未明确指出,一般泛指“诠释者”或“人们”(即“若人们如此理解的话”)。
- 1.28εἰ μὴ ἄρα
连词短语 εἰ μὴ ἄρα 引出一种带有限定或反讽意味的保留条件(“除非事实上……”),为前面的反问句提出一种修正性的备选解释。
