- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:151.32-153.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘广泛征引了阿波罗尼亚的狄奥根尼《论自然》中的残篇,以表明狄奥根尼将“气”视作具有理智的第一原理与万物的共同基底,并说明亚里士多德接下来将转入对主张原理为一且多者的考察。
εἰ γὰρ τὰ ἐν τῷδε τῷ κόσμῳ ἐόντα νῦν, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ τὰ ἄλλα ὅσα φαίνεται ἐν τῷδε τῷ κόσμῳ ἐόντα, εἰ τούτων τι ἦν ἕτερον τοῦ ἑτέρου, ἕτερον ὂν τῇ ἰδίᾳ φύσει, καὶ μὴ τὸ αὐτὸ ἐὸν μετέπιπτε πολλαχῶς καὶ ἠτεροιοῦτο, οὐδαμῇ οὔτε μίσγεσθαι ἀλλήλοις ἠδύνατο,1 οὔτε ὠφέλησις τῷ ἑτέρῳ οὔτε βλάβη, οὐδ’ ἂν οὔτε φυτὸν ἐκ τῆς γῆς φῦναι οὔτε ζῷον οὔτε ἄλλο γενέσθαι οὐδέν, εἰ μὴ οὕτω συνίστατο ὥστε ταὐτὸ εἶναι. ἀλλὰ πάντα ταῦτα ἐκ τοῦ αὐτοῦ ἑτεροιούμενα ἄλλοτε ἀλλοῖα γίνεται καὶ εἰς τὸ αὐτὸ ἀναχωρεῖ.” τούτοις καὶ ἐγὼ πρώτοις ἐντυχὼν ᾠήθην ἄλλο τι λέγειν αὐτὸν παρὰ τὰ τέτταρα στοιχεῖα τὸ κοινὸν ὑποκείμενον, εἴπερ φησὶν μὴ ἀναμίγνυσθαι ταῦτα μηδὲ μεταπίπτειν εἰς ἄλληλα, εἴπερ ἕν τι αὐτῶν ἦν ἡ ἀρχὴ ἰδίαν φύσιν ἔχον, καὶ μὴ τὸ αὐτὸ πᾶσιν ὑπέκειτο, ἀφ’ οὗ πάντα ἑτεροιοῦται. ἐφεξῆς δὲ δείξας ὅτι ἐστὶν ἐν τῇ ἀρχῇ ταύτῃ νόησις πολλή (“οὐ γὰρ ἄν, φησίν, οἷόν τε ἦν οὕτω δεδάσθαι ἄνευ νοήσιος, ὥστε πάντων μέτρα ἔχειν χειμῶνός τε καὶ θέρους καὶ νυκτὸς καὶ ἡμέρας καὶ ὑετῶν καὶ ἀνέμων καὶ εὐδιῶν, καὶ τὰ ἄλλα, εἴ τις βούλεται ἐννοεῖσθαι, εὑρίσκοι ἂν οὕτω διακείμενα ὡς ἀνυστὸν κάλλιστα”) ἐπάγει, ὅτι καὶ ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα ἐκ τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ὁ ἀήρ, καὶ ζῇ καὶ ψυχὴν ἔχει καὶ νόησιν, λέγων οὕτως· “ἔτι δὲ πρὸς τούτοις καὶ τάδε μεγάλα σημεῖα. ἄνθρωποι γὰρ καὶ τὰ ἄλλα ζῷα ἀναπνέοντα ζώει τῷ ἀέρι. καὶ τοῦτο αὐτοῖς καὶ ψυχή ἐστι καὶ νόησις, ὡς δεδηλώσεται ἐν τῇδε τῇ συγγραφῇ ἐμφανῶς, καὶ ἐὰν τοῦτο ἀπαλλαχθῇ, ἀποθνῄσκει καὶ ἡ νόησις ἐπιλείπει.” εἶτα μετ’ ὀλίγα σαφῶς ἐπήγαγε “καί μοι δοκεῖ τὸ τὴν νόησιν ἔχον εἶναι ὁ ἀὴρ καλούμενος ὑπὸ τῶν ἀνθρώπων, καὶ ὑπὸ τούτου πάντας καὶ κυβερνᾶσθαι καὶ πάντων κρατεῖν· † ἀπὸ γάρ μοι τοῦτο ἔθος δοκεῖ εἶναι2 καὶ ἐπὶ πᾶν ἀφῖχθαι καὶ πάντα διατιθέναι καὶ ἐν παντὶ ἐνεῖναι. καὶ ἔστιν οὐδὲ ἓν ὅτι μὴ μετέχει τούτου· μετέχει δὲ οὐδὲ ἓν ὁμοίως τὸ ἕτερον τῷ ἑτέρῳ, ἀλλὰ πολλοὶ τρόποι καὶ αὐτοῦ τοῦ ἀέρος καὶ τῆς νοήσιός εἰσιν· ἔστι γὰρ πολύτροπος, καὶ θερμότερος καὶ ψυχρότερος καὶ ξηρότερος καὶ ὑγρότερος καὶ στασιμώτερος καὶ ὀξυτέρην κίνησιν ἔχων, καὶ ἄλλαι πολλαὶ ἑτεροιώσιες ἔνεισι καὶ ἡδονῆς καὶ χροιῆς ἄπειροι. καὶ πάντων τῶν ζῴων δὲ ἡ ψυχὴ τὸ αὐτό ἐστιν, ἀὴρ θερμότερος μὲν τοῦ ἔξω ἐν ᾧ ἐσμεν, τοῦ μέντοι παρὰ τῷ ἡλίῳ πολλὸν ψυχρότερος. ὅμοιον δὲ τοῦτο τὸ θερμὸν οὐδενὸς τῶν ζῴων ἐστίν (ἐπεὶ οὐδὲ τῶν ἀνθρώπων ἀλλήλοις), ἀλλὰ διαφέρει μέγα μὲν οὔ, ἀλλ’ ὥστε παραπλήσια εἶναι. οὐ μέντοι γε ἀτρεκέως γε ὅμοιον οὐδὲν οἷόν τε γενέσθαι τῶν ἑτεροιουμένων ἕτερον τῷ ἑτέρῳ, πρὶν τὸ αὐτὸ γένηται. ἅτε οὖν πολυτρόπου ἐούσης τῆς ἑτεροιώσιος πολύτροπα καὶ τὰ ζῷα καὶ πολλὰ καὶ οὔτε ἰδέαν ἀλλήλοις ἐοικότα οὔτε δίαιταν οὔτε νόησιν ὑπὸ τοῦ πλήθεος τῶν ἑτεροιώσεων. ὅμως δὲ πάντα τῷ αὐτῷ καὶ ζῇ καὶ ὁρᾷ καὶ ἀκούει, καὶ τὴν ἄλλην νόησιν ἔχει ἀπὸ τοῦ αὐτοῦ πάντα.” καὶ ἐφεξῆς δείκνυσιν ὅτι καὶ τὸ σπέρμα τῶν ζῴων πνευματῶδές ἐστι καὶ νοήσεις γίνονται τοῦ ἀέρος σὺν τῷ αἵματι τὸ ὅλον σῶμα καταλαμβάνοντος διὰ τῶν φλεβῶν, ἐν οἷς καὶ ἀνατομὴν ἀκριβῆ τῶν φλεβῶν παραδίδωσιν. ἐν δὴ τούτοις σαφῶς φαίνεται λέγων, ὅτι ὃν ἄνθρωποι λέγουσιν ἀέρα, τοῦτό ἐστιν ἡ ἀρχή. θαυμαστὸν δὲ ὅτι κατὰ ἑτεροίωσιν τὴν ἀπ’ αὐτοῦ λέγων τὰ ἄλλα γίνεσθαι ἀίδιον ὅμως αὐτό φησι λέγων “καὶ αὐτὸ μὲν τοῦτο καὶ ἀίδιον καὶ ἀθάνατον σῶμα, τῷ δὲ τὰ μὲν γίνεται, τὰ δὲ ἀπολείπει”,3 καὶ ἐν ἄλλοις “ἀλλὰ τοῦτό μοι δῆλον δοκεῖ εἶναι, ὅτι καὶ μέγα καὶ ἰσχυρὸν καὶ ἀίδιόν τε καὶ ἀθάνατον καὶ πολλὰ εἰδός ἐστι”. ταῦτα μὲν οὖν περὶ Διογένους προσιστορήσθω· μέτεισι δὲ λοιπὸν ὁ Ἀριστοτέλης ἀπὸ τῶν ἓν λεγόντων ἐπὶ τοὺς ἓν καὶ πολλὰ τὴν ἀρχὴν λέγοντας.
因为如果在当今这个世界中存在的事物——土与水与气与火,以及凡是在这个世界中显现为存在着的其他事物——如果这些事物中有任何一者与另一者不同,以其自身的特殊本性而互异,而非同一之物以多种方式演变并被异质化,那么它们绝不可能彼此混合,一者对另一者亦不可能有利益或损害,若非它们如此构成以至于乃是同一者,既不可能有植物从土中生长出来,亦不可能有动物或任何其他事物生成。相反,所有这些事物皆是由同一者异质化而来,在不同的时候成为不同的事物,并归复于同一者。”当我最初读到这些话时,我亦曾以为他在四大元素之外指称了某种别的共同基底,如果他确实说这些元素并不相互混同,亦不彼此演变,如果它们中确有一者是具有特殊本性的原理,并且不是同一者作为基底横亘于万物之下、使万物由之而异质化的话。然而他紧接着表明在这个原理之中存在着丰盛的理智(“因为,”他说,“若无理智,绝不可能被如此分配,以至于拥有万物的尺度——冬与夏、夜与昼、雨与风与晴朗;而对于其他事物,若有人愿加省思,亦会发现它们皆处于可能的最善状态”),并接着指出,人类与其他动物亦是由这一原理(即气)而活着并拥有灵魂与理智,他如此说道:“此外,除这些之外还有如下重大的证据:因为人类与其他动物通过呼吸而依气活着。而这对于它们而言既是灵魂亦是理智,正如在本论著中将被清晰表明的那样;若此者离去,它们便死去,而理智亦告匮乏。”随后不久他明确地补充道:“在我看来,拥有理智者乃是被人称为气之物,且所有人都受其掌舵,它统御万物;因为在我看来这本身就是神,且已遍及一切,支配万物,并存在于一切之中。没有任何一物不分有此者;然而没有任何一物像另一物那样相同地分有它,相反,气本身与理智皆有诸多样态。因为它乃是多态的,既有更热亦有更冷,既有更干亦有更湿,既有更静止亦有运动更为迅疾者,且在其中存在着许多其他的异质化,以及无尽的快感与色彩。一切动物的灵魂皆是同一之物:即比我们所处其中的外气更热、然而比太阳近旁之气冷得多的气。然而这一热度在任何动物中皆不相同(因为在人类彼此之间亦不相同),不过其差异并非巨大,而是到了彼此近似的程度。然而,任何被异质化的事物在变为同一者之前,绝不可能与另一者达到严格的完全相同。因此,既然异质化是多态的,动物亦是多态且众多的,并且由于异质化的繁多,它们彼此在形态、生活方式或理智上皆不相似。然而一切事物皆依同一者活着、观看和聆听,并全都是从同一者那里获得其余的理智。”接着他又表明动物的种子亦是精气性的,且当气与血液一同通过静脉充满整个身体时便产生各种理智,在这些论述中他还传述了静脉的精确解剖结构。在这些文字中,他显然明确地说,人们所称为气之物,这便是原理。然而令人惊异的是,他虽然说其他事物是依据源自它的异质化而生成的,却依然称其本身是永恒的,说:“而此者本身乃是永恒且不死的身体,由于它,有些事物生成,有些事物消逝”,并在别处说:“但对我而言这一点显明无疑:它既庞大又强力,既永恒又不死,并且认知诸多事物。”关于狄奥根尼,就补充记述这些吧;接下来,亚里士多德将从主张原理为一的人们转向主张原理为一且多的人们。
- 1.27εἰ γὰρ τὰ ἐν τῷδε τῷ κόσμῳ ἐόντα νῦν... οὐδαμῇ οὔτε μίσγεσθαι ἀλλήλοις ἠδύνατο
这是一个反事实条件句,其归结分句的主要动词 ἠδύνατο 省略了助词 ἄν。这符合古典希腊语的语法惯用法,即表达能力、必然性或适宜性的动词(如 δύναμαι, ἔδει, χρῆν 等)在反事实结论中常直接使用过去直陈式而无需 ἄν。随后出现的 οὐδ’ ἂν οὔτε φυτὸν... φῦναι 句中,ἄν 与不定式 φῦναι 及 γενέσθαι 搭配,继续构成反事实归结。
- 1.27ἀπὸ γάρ μοι τοῦτο ἔθος δοκεῖ εἶναι
底本中由短剑号(†)标示的讹误之处。抄本中的读法 ἔθος(习惯、习俗)在上下文中讲不通,现代校勘者及迪尔斯(Diels)普遍将其视作 θεός(神)之笔误(字母倒错或缩写误读)。译文依据上下文的融贯性(即统御万物、支配万物并无所不在的具有神性的属性描写),将其按“神(θεός)”来理解其句法构成。
- 1.27τῷ δὲ τὰ μὲν γίνεται, τὰ δὲ ἀπολείπει
τῷ 是关系代名词 ᾧ 的爱奥尼亚方言/史诗形式(中性单数与格),或作指示代词(意为“因之/由之”)。它在此处充当工具或原因与格,指代前述“永恒且不死的身体”(即气),表明各个别事物赖以生成与消逝的原因与媒介。
