- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:150.12-151.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘对比了主张有者为一的自然哲学家们的两种生成方式(基于稀薄与浓密的变质,与基于分离的生成),探讨了亚里士多德与柏拉图对稀薄和浓密的界定以及柏拉图“不定之二”学说的疑难,并引述了阿波罗尼亚的狄奥根尼的学说记载及其《论自然》开篇。
εἰ μὴ ἄρα1 ὁ Πλάτων οὐχ ὡς δύο ἀρχὰς μέγα καὶ μικρὸν τὴν ὕλην ἔλεγεν, ἀλλὰ συμβολικῶς, ὥσπερ καὶ δυάδα ἀόριστον καὶ ἀσυμμετρίαν, ἧς μέρη ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ πολὺ καὶ ὀλίγον καὶ ἡ ἀνισότης πάντα τῇ ὕλῃ προσήκοντα. ἅπερ ἴσως διὰ τοῦ μεγάλου καὶ μικροῦ ὁ Πλάτων ἐνεδείκνυτο, ὡς τῆς ὕλης ἀσωμάτου μὲν καὶ ἀμεγέθους οὔσης καὶ διὰ τοῦτο μικρᾶς ἂν λεγομένης, παντὸς δὲ ὄγκου καὶ πάσης διαστάσεως αἰτίας καὶ διὰ τοῦτο μεγάλης. καὶ οὗτος μὲν εἷς τρόπος τῶν ἓν τὸ ὂν ὑποτιθεμένων τὸ μανότητι καὶ πυκνότητι τὸ πλῆθος τῶν ὄντων ὑφιστάνειν. ἕτερος δὲ τρόπος καθ’ ὃν οὐκέτι τὴν μεταβολὴν τῆς ὕλης αἰτιῶνται οὐδὲ κατὰ ἀλλοίωσιν τοῦ ὑποκειμένου τὰς γενέσεις ἀποδιδόασιν, ἀλλὰ κατὰ ἔκκρισιν· ἐνούσας γὰρ τὰς ἐναντιότητας ἐν τῷ ὑποκειμένῳ, ἀπείρῳ ὄντι σώματι, ἐκκρίνεσθαί φησιν Ἀναξίμανδρος, πρῶτος αὐτὸς ἀρχὴν ὀνομάσας τὸ ὑποκείμενον. ἐναντιότητες δέ εἰσι θερμὸν ψυχρὸν ξηρὸν ὑγρὸν καὶ τὰ ἄλλα. καὶ ἡ μὲν ὅλη τῶν εἰρημένων ἔννοια τοιαύτη. Ἰστέον δὲ ὅτι ὁ Ἀριστοτέλης συντρέχειν ἀξιοῖ τῷ μὲν λεπτῷ τὸ μανόν, τῷ δὲ παχεῖ τὸ πυκνόν. διὸ τὸ πῦρ ὡς μανὸν ἅμα καὶ λεπτὸν λαμβάνει λέγων πυρὸς μὲν πυκνότερον, ἀέρος δὲ λεπτότερον, ὡς τοῦ ἀέρος παχυτέρου καὶ πυκνοτέρου ὄντος ἢ κατὰ τὸ πῦρ. Πλάτων δὲ παχύτερον μὲν εἶναί φησι καὶ αὐτὸς τὸν ἀέρα τοῦ πυρὸς καὶ ἁπλῶς τὰ κατωτέρω καὶ πρὸς τῷ κέντρῳ στοιχεῖα τῶν ἀνωτέρω καὶ πρὸς τῷ πέριξ παχυμερέστερά φησι· διὸ καὶ † δυσκινητότερον οὐ μὴν ἔτι πυκνότερά φησι, διότι τὸ μανὸν καὶ τὸ πυκνὸν ταῖς τῶν μορίων θέσεσιν ὁρίζεσθαι ἀξιοῖ, καθάπερ καὶ Ἀριστοτέλης εἶπεν ἐν Κατηγορίαις. τούτου δὲ οὕτως ἔχοντος ἀνάγκη τῶν μὲν μειζόνων μερῶν μείζονα εἶναι τὰ μεταξὺ διαστήματα, διὸ μανότερον τὸ ὅλον ὡς ἀραιότερον καὶ μὴ ἓν ὂν οἷον ἐπὶ σωροῦ λίθων ἢ καρύων· τῶν δὲ ἐλαττόνων ἐλάττονα, διὸ πυκνότερον τὸ ὅλον ὡς συχνὸν οἷον ἐπὶ σωροῦ ψάμμου. λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι “κατὰ Πλάτωνα πάντων ἀρχαὶ καὶ αὐτῶν τῶν ἰδεῶν τό τε ἕν ἐστι καὶ ἡ ἀόριστος δυάς, ἣν μέγα καὶ μικρὸν ἔλεγεν, ὡς καὶ ἐν τοῖς Περὶ τἀγαθοῦ Ἀριστοτέλης μνημονεύει”. λάβοι δὲ ἄν τις καὶ παρὰ Σπευσίππου καὶ παρὰ Ξενοκράτους καὶ τῶν ἄλλων, οἳ παρεγένοντο ἐν τῇ Περὶ τἀγαθοῦ Πλάτωνος ἀκροάσει· πάντες γὰρ συνέγραψαν καὶ διεσώσαντο τὴν δόξαν αὐτοῦ καὶ ταύταις αὐτὸν ἀρχαῖς χρῆσθαι λέγουσι. καὶ τὸν μὲν Πλάτωνα ἀρχὰς πάντων λέγειν τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα πάνυ εἰκός (Πυθαγορείων γὰρ ὁ λόγος, καὶ πολλαχοῦ φαίνεται Πυθαγορείοις ὁ Πλάτων ἀκολουθῶν), τὸ δὲ τὴν ἀόριστον δυάδα καὶ τῶν ἰδεῶν ἀρχάς, λέγοντα μέγα καὶ μικρόν, εἰπεῖν διὰ τούτων τὴν ὕλην σημαίνοντα, πῶς ἔτι ἀκόλουθον,2 τὴν ὕλην ἐν μόνῳ τῷ αἰσθητῷ κόσμῳ τοῦ Πλάτωνος ἀφορίζοντος καὶ σαφῶς ἐν Τιμαίῳ λέγοντος, ὅτι τῆς γενέσεώς ἐστιν οἰκεία, καὶ ἐν αὐτῇ γίνεται τὸ γινόμενον; καὶ τὰς μὲν ἰδέας νοήσει γνωστὰς ἔφατο, τὴν δὲ ὕλην ‘νόθῳ λογισμῷ πιστήν’. Ἐπειδὴ δὲ ἡ μὲν τῶν πλειόνων ἱστορία Διογένην τὸν Ἀπολλωνιάτην ὁμοίως Ἀναξιμένει τὸν ἀέρα τίθεσθαι τὸ πρῶτον στοιχεῖόν φησι, Νικόλαος δὲ ἐν τῇ Περὶ θεῶν πραγματείᾳ τοῦτον ἱστορεῖ τὸ μεταξὺ πυρὸς καὶ ἀέρος τὴν ἀρχὴν ἀποφήνασθαι, καὶ τῷ Νικολάῳ συνηκολούθησεν ὁ πολυμαθέστατος τῶν φιλοσόφων Πορφύριος, ἰστέον ὡς γέγραπται μὲν πλείονα τῷ Διογένει τούτῳ συγγράμματα (ὡς αὐτὸς ἐν τῷ Περὶ φύσεως ἐμνήσθη καὶ πρὸς φυσιολόγους ἀντειρηκέναι λέγων, οὓς καλεῖ καὶ αὐτὸς σοφιστάς, καὶ Μετεωρολογίαν γεγραφέναι, ἐν ᾗ καὶ λέγει περὶ τῆς ἀρχῆς εἰρηκέναι, καὶ μέντοι καὶ Περὶ ἀνθρώπου φύσεως), ἐν δέ γε τῷ Περὶ φύσεως, ὃ τῶν αὐτοῦ μόνον εἰς ἐμὲ ἦλθε, προτίθεται μὲν διὰ πολλῶν δεῖξαι, ὅτι ἐν τῇ ὑπ’ αὐτοῦ τεθείσῃ ἀρχῇ ἐστι νόησις πολλή. γράφει δὲ εὐθὺς μετὰ τὸ προοίμιον τάδε· “ἐμοὶ δὲ δοκεῖ τὸ μὲν ξύμπαν εἰπεῖν3 πάντα τὰ ὄντα ἀπὸ τοῦ αὐτοῦ ἑτεροιοῦσθαι καὶ τὸ αὐτὸ εἶναι. καὶ τοῦτο εὔδηλον.
或者,除非柏拉图将质料称为“大与小”并非作为两个原理,而是象征性地称呼,正如他亦称之为不定之二与不对称,其部分乃是过度与不足、多与寡以及不均等,这一切皆属于质料。这或许正是柏拉图通过“大与小”所指明的事物;因为质料既是非物体的且无量度的,因而是可以被称为小的,但它又是凡体积与凡延展的原因,因而亦被称为大的。而这就是假定有者为一的人们通过稀薄与浓密使有者的多数得以确立的一种方式。另一种方式则是,他们不再将原因归于质料的转化,亦不按照基底的变质来说明各种生成,而是按照分离来说明;因为阿那克西曼德——他本人第一个将基底命名为原理——说,内在存在于基底(即无限的身体)之中的相反者被分离出来。而相反者即是热、冷、干、湿等。所言之事的总体涵义大抵如此。 应当知晓,亚里士多德认为稀薄与精微相合,浓密与粗大相合。因此他将火同时视为稀薄且精微的,说“比火更浓密,却比气更精微”,乃是因为气相比于火更为粗大且浓密。然而柏拉图本人亦说气比火更粗大,并且断言下方的、靠近中心的元素比起上方的、靠近外围的元素具有更粗大的微粒;因此[亦更难运动]。但他绝未进而说它们更浓密,因为他认为稀薄与浓密应当由部分的排列位置来界定,正如亚里士多德在《范畴篇》中所言。在此种情况下,较大的部分之间的间隙必然更大,因而整体作为更为疏散且非单一之物更为稀薄,犹如在石堆或核桃堆中;而较小的部分之间的间隙更小,因而整体作为紧凑之物更为浓密,犹如在沙堆中。亚历山大说:“依据柏拉图,万物以至相本身的原理是一与不定之二,他称之为大与小,正如亚里士多德在《论善》中所记载的那样。”人们亦可从斯派西波斯、色诺克拉底以及出席了柏拉图《论善》演讲的其他人那里获悉这一点;因为他们全都著文记录并保存了他的学说,并说他使用了这些原理。而柏拉图将一与不定之二称为万物的原理是完全合情合理的(因为这是毕达哥拉斯派的学说,且柏拉图在诸多地方显出追随毕达哥拉斯派的痕迹);但是,若说他称不定之二即诸相之原理为“大与小”,是通过这些术语意指质料,这又怎能还是融贯的呢?尤其是当柏拉图将质料唯独限定于可知觉的世界,并在《蒂迈欧篇》中明确说质料乃生成所特有、生成之物是在它之中生成的时候。而且他说诸相是由理智所认知的,而质料则是“由私生子般的推理所确信的”。 既然多数人的学说史称阿波罗尼亚的狄奥根尼与阿那克西美尼一样将气设定为第一元素,而尼古劳斯在《论诸神》的专论中记载此人曾宣称火与气之中间者为原理,且哲学家中最为博学的波菲利亦遵从了尼古劳斯,那么就应当知晓,这位狄奥根尼撰写了多部著作(正如他本人在《论自然》中所提及的,说他曾反驳过那些他自己亦称之为智者的自然哲学家,并撰写过《气象学》,在其中他亦说自己讨论过原理,此外还撰写了《论人的本性》)。然而在他的著作里唯独传到我手中的《论自然》一书中,他提议通过长篇论述表明,在他所设定的原理之中存在着丰盛的理智。而在序言之后他紧接着写道:“在我看来,总括而言,所有存在的事物皆是由同一者演变而来,并且就是同一者。这一点是昭然若揭的。
- 1.27εἰ μὴ ἄρα
引出对前一分块末尾结论(“因此所有这些人皆将原理说成是三”)的保留或转折假设。接直陈语气,意为“除非其实……(很有可能是这种情况)”。
- 1.27τὸ δὲ τὴν ἀόριστον δυάδα καὶ τῶν ἰδεῶν ἀρχάς, λέγοντα μέγα καὶ μικρόν, εἰπεῖν διὰ τούτων τὴν ὕλην σημαίνοντα, πῶς ἔτι ἀκόλουθον
前置的带冠词的不定词短语 τὸ ... εἰπεῖν 充当修辞疑问句 πῶς ἔτι ἀκόλουθον [ἐστιν] 的主语。τῶν ἰδεῶν ἀρχάς 与 τὴν ἀόριστον δυάδα 同位或并列(“将不定之二即诸相之原理”)。分词 λέγοντα 与 σημαίνοντα 与不定词隐含的宾格主语(柏拉图)保持一致。
- 1.27τὸ μὲν ξύμπαν εἰπεῖν
绝对不定词短语,用作副词性限制或概括(“总括而言”,“简而言之”),修饰由 δοκεῖ 引导的不定词从属从句。
