← 辛普里丘

亚里士多德《物理学》注释

§148.25-150.12

自然哲学家基于单一元素的生成理论二分法

辛普利丘阐明亚里士多德在排除了爱利亚学派不动的一之有者之后,如何将自然哲学家基于单一元素的事物生成论划分为两种方式,并考察和评判了前代注释家(亚历山大与波菲利)关于基底身体的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#1

" Ὡς δὲ οἱ φυσικοί φασι, δύο τρόποι εἰσίν." Ἀποσκευασάμενος τὴν δόξαν τῶν ἓν τὸ ὂν καὶ οὕτως ἓν λεγόντων ὡς αὐτὸ μόνον ὂν καὶ τοῦτο δὲ ἀκίνητον, ἥτις οὐδὲ φυσικῶν ἐστι δόξα, ἀλλὰ τῶν τὰ ὑπὲρ φύσιν σκοπούντων (εὐγνωμόνως γὰρ ὁ Ἀριστοτέλης διὰ τῆς πρὸς τοὺς φυσικοὺς ἀντιδιαστολῆς καὶ πρὸς τοὺς σῶμα τὸ ὂν ποιοῦντας πάλιν ὅτι μὴ περὶ φύσεως οὗτοι διαλέγονται ἐνεδείξατο, καὶ μέντοι ἐκ τοῦ ταὐτὸν τὸ ὂν καὶ τὴν ἀρχὴν λαμβάνειν ὅτι καὶ ἐκεῖνοι περὶ ἀρχῆς ἔλεγον δηλοῖ), δείξας οὖν ὅτι οὕτως ἓν εἶναι τὸ ὂν ἀδύνατον, ἐφεξῆς πῶς οἱ φυσικοὶ ἓν λέγουσιν εἶναι τὸ ἐξ οὗ καὶ τὸ στοιχεῖον προτίθεται ζητεῖν.1 καὶ γὰρ τῶν φυσικῶν οἱ μὲν ἕν, οἱ δὲ πολλὰ λέγουσι. καὶ τῶν ἓν λεγόντων δύο τρόπους εἶναί φησι τῆς ἐκ τούτου τῶν ὄντων γενέσεως. πάντες μὲν γὰρ σωματικόν τι τὸ ἓν ὑποτίθενται τοῦτο, ἀλλ’ οἱ μὲν ἕν τι τῶν τριῶν στοιχείων, ὥσπερ Θαλῆς μὲν καὶ Ἵππων τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογένης τὸν ἀέρα, Ἡράκλειτος δὲ καὶ Ἵππασος τὸ πῦρ (τὴν γὰρ γῆν οὐδεὶς ἠξίωσεν ὑποθέσθαι μόνην διὰ τὸ δυσαλλοίωτον), τινὲς δὲ ἄλλο τι τῶν τριῶν ὑπέθεντο, ὅ ἐστι πυρὸς μὲν πυκνότερον, ἀέρος δὲ λεπτότερον, ἢ ὡς ἐν ἄλλοις φησίν, ἀέρος μὲν πυκνότερον, ὕδατος δὲ λεπτότερον. καὶ ὁ μὲν Ἀλέξανδρος Ἀναξίμανδρον οἴεται τὸν ἄλλην τινὰ φύσιν σώματος παρὰ τὰ στοιχεῖα τὴν ἀρχὴν ὑποθέμενον, ὁ μέντοι Πορφύριος ὡς τοῦ Ἀριστοτέλους ἀντιδιαιροῦντος2 τοὺς σῶμα τὸ ὑποκείμενον ἀδιορίστως ποιήσαντας πρὸς τοὺς ἢ τῶν τριῶν τι στοιχείων ἓν ἢ ἄλλο τι τὸ μεταξὺ πυρὸς καὶ ἀέρος, σῶμα μὲν τὸ ὑποκείμενον ἀδιορίστως Ἀναξίμανδρον λέγειν φησὶν ἄπειρον οὐ διορίσαντα τὸ εἶδος εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ἀήρ, τὸ δὲ μεταξὺ καὶ αὐτός, ὥσπερ Νικόλαος ὁ Δαμασκηνός, εἰς Διογένην τὸν Ἀπολλωνιάτην ἀνέπεμψεν. αὐτοφυέστερον δέ μοι δοκεῖ κατὰ τὴν λέξιν μὴ ὡς ἀντιδιῃρημένου τοῦ σώματος πρὸς τὰ στοιχεῖα καὶ τὸ μεταξὺ ἀκούειν, ἀλλ’ ὡς διῃρημένου3 μᾶλλον εἰς τε τὰ τρία καὶ τὸ μεταξύ· σῶμα γὰρ τὸ ὑποκείμενόν φησιν ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, καὶ μέντοι κοινῶς περὶ τῶν προειρημένων ἐπήγαγεν, ὅτι τὰ ἄλλα γεννῶσι μανότητι καὶ πυκνότητι, καίτοι τοῦ Ἀναξιμάνδρου, ὡς αὐτός φησι, μὴ οὕτως γεννῶντος, ἀλλὰ κατὰ ἔκκρισιν τὴν ἀπὸ τοῦ ἀπείρου. πῶς οὖν εἰ τοῦτον ἔλεγεν εἶναι τὸν σῶμα ἀδιορίστως ὑποθέμενον κοινῶς ἐπήγαγε τὴν κατὰ ἀλλοίωσιν γένεσιν; κοινωνοῦντες δὲ οὗτοι πάντες κατὰ τὸ μίαν λέγειν τὴν ἀρχὴν διχῇ διαιροῦνται κατὰ τοὺς τρόπους τῆς γενέσεως. καὶ γὰρ οἱ μὲν ἐκ τοῦ ὑλικοῦ ἑνὸς τὰ ἄλλα γεννῶσι μανότητι καὶ πυκνότητι, ὡς Ἀναξιμένης ἀραιούμενον μὲν τὸν ἀέρα πῦρ γίνεσθαί φησι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, εἶτα ἔτι μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλ’ ἐκ τούτων. ἐπὶ γὰρ τούτου μόνου Θεόφραστος ἐν τῇ Ἱστορίᾳ τὴν μάνωσιν εἴρηκε καὶ πύκνωσιν. δῆλον δὲ ὡς καὶ οἱ ἄλλοι τῇ μανότητι καὶ πυκνότητι ἐχρῶντο. καὶ γὰρ Ἀριστοτέλης περὶ πάντων τούτων εἶπε κοινῶς, ὅτι τὰ ἄλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες τὰ ἐκ τῆς μιᾶς ὕλης. εἰ δὲ ἡ μάνωσις καὶ ἡ πύκνωσις ἐναντία, ὥσπερ ἔτι καθολικωτέρα ἐναντίωσις ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ὡς καὶ ὁ Πλάτων τὸ μέγα καὶ μικρὸν ἔλεγε, δῆλον ὅτι οὗτοι πάντες οὐκέτι μίαν ἔλεγον τὴν ἀρχήν, ἀλλὰ τρεῖς, καὶ ἐναντιότητι ἐχρῶντο, ὃ καὶ αὐτὸς ποιήσει. πλὴν ὁ μὲν Πλάτων μέγα καὶ μικρὸν τὴν ὕλην ἔλεγεν, ἐκ μιᾶς ἀντιθέσεως πάσας αὐτῇ δυνάμει τὰς ἀντιθέσεις προσεῖναι μαρτυρῶν, οἱ δὲ ἄλλοι ἓν μὲν ἔλεγον τὸ ὑποκείμενον τὴν ὕλην, τὴν δὲ μάνωσιν καὶ πύκνωσιν ἐναντία ὄντα διαφορὰς καὶ εἴδη. ὥστε πάντες οὗτοι τρεῖς ἔλεγον τὰς ἀρχὰς τά τε ἐναντία καὶ ἄλλο τι ἕν.

“正如自然哲学家们所说,有两种方式。” 在排除了那些主张有者是一、且是以唯独它自身为有者并且这还是不动的方式主张一的人们的意见之后——这甚至不是自然哲学家的意见,而是那些考察超自然事物之人的意见(因为亚里士多德宽仁地通过对自然哲学家的区分、以及再次对将有者等同于身体之人的区分,指明了这些人所讨论的并非自然;而且从他将有者与原理视为同一,表明了那些人亦是在谈论原理)——因而已指明有者绝不可能如此为一,他接下来便提议探究,自然哲学家们是如何主张那“由此而来的东西”亦即元素是一的。因为在自然哲学家中,确实有人主张一,有人主张多。而在主张一的人中,他说从这一者中生成有者有两种方式。因为所有人皆将这一者假定为某种物体性的东西,但一部分人假定为三元素之一,正如泰勒斯与希彭假定水,阿那克西美尼与狄奥根尼假定气,赫拉克利特与希帕索斯假定火(因为没有人认为应当单单假定土,因其难以变质之故);而另一些人则假定了三者之外的某种别的东西,它比火更浓密,却比气更稀薄,或者正如他在其他著作中所言,比气更浓密,却比水更稀薄。亚历山大认为,阿那克西曼德正是将元素之外的某种别的身体本性假定为原理的人;然而波菲利则认为,由于亚里士多德将把基底无规定地等同于身体的人,与把基底等同于三元素之一或火与气之间某种别物的人对立划分,因而说是阿那克西曼德将基底无规定地称为身体,即无定者,未限定其形式究竟是火、水还是气,至于中间之物,他本人亦如大马士革的尼古劳斯一样归属于阿波罗尼亚的狄奥根尼。但在我看来,依据原文更自然的理解不是将“身体”视作与元素及中间之物相对立划分,而是视作划分为三者与中间之物;因为他说基底的身体要么是三者之一,要么是比火更浓密而比气更稀薄的别物;而且他就前述之人普遍地补充道,他们是通过稀薄与浓密来生成其余事物的——尽管阿那克西曼德正如亚里士多德自己所言,并不是以这种方式生成,而是通过从无定者中的分离来生成的。那么,如果他说无规定地假定身体的就是此人,他又怎会普遍地补充基于变质的生成呢?这些人虽然在主张原理为一这一点上具有共同之处,但在生成的方式上却被分为两派。因为一部分人通过稀薄与浓密从质料的一中生成其余事物,正如阿那克西美尼所说,气稀疏化便成为火,浓密化便成为风,继而成为云,再进一步成为水,继而成为土,继而成为石头,而其余事物则由此而来。因为唯独关于此人,泰奥弗拉斯托斯在《学说史》中提到了稀薄化与浓密化。然而显而易见,其他人亦使用了稀薄与浓密;因为亚里士多德亦就所有这些人普遍地说,他们以浓密与稀薄生成其余事物,从单一质料中制造出多。而如果稀薄化与浓密化是相反者,正如更为普遍的对立乃是过度与不足——正如柏拉图亦称之为大与小——显而易见,所有这些人便不再将原理说成是一,而是说成三,并且使用了相反性,这亦是他[亚里士多德]自己将要做的事情。只是柏拉图将质料称为大与小,证明从单一对立出发一切对立皆潜能地属于它;而其他人则将基底的质料称为一,将作为相反者的稀薄化与浓密化称为种差与形相。因此,所有这些人皆将原理说成是三:即相反者与某种别的一者。

语法注3 条
  1. 1.27Ἀποσκευασάμενος ... δείξας οὖν ... προτίθεται ζητεῖν

    整个句子的主要动词是末尾的 προτίθεται ζητεῖν(提议探究),主语承接上下文为亚里士多德。句首的不定过去时分词 Ἀποσκευασάμενος(排除……之后)由于中间插入了冗长的关系从句和括号式的补充说明(εὐγνωμόνως γὰρ ... δηλοῖ),因而在结构上通过 δείξας οὖν(因而已指明……)进行了复述性再接(resumptive)。

  2. 1.27ὡς τοῦ Ἀριστοτέλους ἀντιδιαιροῦντος

    带有连词 ὡς 的属格绝对结构,表达波菲利提出该主张的根据或主观理由(“基于亚里士多德……进行了对立划分”)。其后跟随的主句由两个并列动词构成:σῶμα μὲν ... φησίν(他说基底……)与 τὸ δὲ μεταξὺ ... ἀνέπεμψεν(至于中间之物……他归属于……)。

  3. 1.27αὐτοφυέστερον δέ μοι δοκεῖ ... μὴ ὡς ἀντιδιῃρημένου τοῦ σώματος ... ἀκούειν, ἀλλ’ ὡς διῃρημένου

    αὐτοφυέστερον δοκεῖ 为非人称用法(“看来更自然”),不定式 ἀκούειν(去理解)为其真实主语。限定 ἀκούειν 内容的 μὴ ὡς ... ἀλλ' ὡς 带出属格绝对结构中的被动分词(τοῦ σώματος ἀντιδιῃρημένου / διῃρημένου),构成对比:“不是理解为身体与……相对立划分,而是理解为划分进……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:148.25-150.12