← 辛普里丘

亚里士多德《物理学》注释

§147.1-148.24

巴门尼德一之有者的神学阐释与调和

辛普利丘将巴门尼德的“一之有者”解释为关乎第一原因与理知实体的神学言述,并通过指出柏拉图与亚里士多德的反驳旨在针对理智之多或防范自然学上的误解,调和了他们的分歧,论证他们根本上赞同巴门尼德的见识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26#8

τί οὖν διέφερε τοῦτο εἰπεῖν ἢ ὡς Ὀρφεὺς εἶπεν “ὠεὸν ἀργύφεον”; καὶ δῆλον ὅτι τινὰ μὲν τῶν εἰρημένων ὁλοσχερέστερον λεγόμενα καὶ ἄλλοις ἐφαρμόττει τοῖς μετ’ αὐτό· ὥσπερ τὸ “ἀγένητον καὶ ἀνώλεθρον” καὶ τῇ ψυχῇ καὶ τῷ νοῒ προσήκει καὶ τὸ “ἀκίνητον καὶ ἐν ταὐτῷ μένον” τῷ νοΐ· πάντα δὲ ἅμα καὶ εἰλικρινῶς ἀκουόμενα ἐκείνῳ πρέπει. κἂν γὰρ κατά τι σημαινόμενον ἀγένητός ἐστιν ἡ ψυχὴ καὶ ὁ νοῦς, ἀλλὰ πρὸς τοῦ νοητοῦ παρήχθη. καὶ τὸ ἀκίνητον ἔχει κυρίως, ἐν ᾧ οὐδὲ ἡ κατὰ τὴν ἐνέργειαν κίνησις διακέκριται καὶ τὸ ἐν ταὐτῷ μένειν κυρίως τῷ μένοντι προσήκει. ψυχὴ δὲ καὶ ὁ πολυτίμητος νοῦς ἀπὸ τοῦ μένοντος προελήλυθε καὶ ἐπέστραπται πρὸς αὐτό. δῆλον δὲ ὅτι ὅσα ὑπάρχειν ἐκείνῳ λέγεται ἡνωμένως μὲν ἐν αὐτῷ προείληπται, διακεκριμένως δὲ καὶ ὡς κατὰ τὸν λόγον ἐμφαίνεται ἀπ’ αὐτοῦ μετ’ αὐτὸ προελήλυθε. καὶ δοκεῖ μὲν ὡς πρῶτον αἴτιον ὑπὸ τοῦ Παρμενίδου παραδίδοσθαι, εἴπερ ἕν ἐστι “ὁμοῦ τὸ πᾶν” καὶ “πεῖρας πύματον”· εἰ δὲ μὴ ἁπλῶς ἓν αὐτό, ἀλλὰ ἓν ὂν εἶπε, καὶ εἰ “μονογενές”, καὶ εἰ πέρας μὲν “τετελεσμένον” δέ, τάχα ἐνδείκνυται τὴν ἄρρητον τῶν πάντων αἰτίαν ὑπὲρ αὐτὸ ἱδρῦσθαι. πῶς οὖν καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀντιλέγοντες φαίνονται πρὸς τὸν Παρμενίδην; ἢ ὁ μὲν Πλάτων, διχῶς ἀντιλέγων αὐτῷ κατά τε τὸ ἓν λέγειν τὸ ὂν καὶ κατὰ τὸ τελέως ἀναιρεῖν τὸ μὴ ὄν, ἀπὸ τοῦ νοεροῦ καὶ διακεκριμένου διακόσμου τὴν ἀντιλογίαν πεποίηται, ἐν ᾧ καὶ τὸ ὂν ἀπὸ τοῦ ἑνὸς διεκρίθη καὶ οὐκ ἔμεινεν ἄμφω ἓν καὶ τὰ μέρη ἀπὸ τοῦ ὅλου. ἐκ τούτων γὰρ ἔδειξεν ὁ Πλάτων, ὅτι οὐχ ἓν ἀλλὰ πλείω τοῦ ἑνὸς τὰ ὄντα· τὸ δὲ μὴ ὂν ἔδειξεν ἐκ τῆς ἐν τοῖς διακεκριμένοις εἴδεσιν ἑτερότητος, δι’ ἣν τὸ ἐκεῖ ὂν κατὰ μίαν ἰδιότητα εἰλημμένον ὂν μέν ἐστι, κίνησις δὲ ἢ στάσις οὐκ ἔστι. καὶ τῶν ἄλλων ἕκαστον ἔστι μὲν ὅ ἐστι, τὰ δὲ ἄλλα οὐκ ἔστι. καὶ δῆλον ὅτι τοῦτο ἐκεῖ πάντως ἐστίν, ὅπου καὶ διάκρισις ἐξεφάνη καὶ ἑτερότης, ἐν μὲν τοῖς νοεροῖς εἰδητικῶς, ἐν δὲ τοῖς αἰσθητοῖς διαστατικῶς. τοῦτο δὲ τὸ μὴ ὂν καὶ αὐτὸς ὁ Παρμενίδης ἐν τοῖς δοξαστοῖς συγχωρῶν φαίνεται, εἴπερ ἀπατηλὸν καλεῖ τῶν ἐπῶν τὸν κόσμον τὸν περὶ τὰς βροτείους δόξας· ὅπου δὲ ἀπάτη, ἐκεῖ τὸ μὴ ὄν. ἀπατᾶται γὰρ ὁ τὸ μὴ ὂν εἶναι ἢ τὸ ὂν μὴ εἶναι ἡγούμενος. τὸ μέντοι παντελῶς μὴ ὂν οὐχ ὁ Παρμενίδης μόνος ἀναιρεῖ, ἀλλὰ καὶ ὁ Πλάτων, ὅς γε καὶ τὴν ζήτησιν ἀποφεύγει τὴν περὶ αὐτοῦ λέγων “μὴ τοίνυν ἡμᾶς εἴπῃ τις, ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν· ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν,1 εἴτε ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον. ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἀδυνατεῖ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν”. καὶ οὐδὲν θαυμαστὸν ἐν τῷ τοιούτῳ ὄντι τῷ κατὰ μίαν ἰδιότητα ἀφωρισμένῳ τὸ τοιοῦτον μὴ ὂν ἐπιδεῖξαι, ἐν τῷ ὁλοτελεῖ καὶ νοητῷ καὶ πάντα ὄντι πρὸ πάντων ἡνωμένως μηδεμίαν χώραν ἔχοντος μηδὲ τοῦ τοιούτου μὴ ὄντος.2 ὁ μέντοι Ἀριστοτέλης ἐκ διαιρέσεως προσαγαγὼν τὴν ἀντιλογίαν· ἢ πολλαχῶς, φησί, λέγεται τὸ ὂν καὶ οὕτως πολλὰ ἔσται ἢ μοναχῶς, καὶ ἢ οὐσία ἢ συμβεβηκός. καὶ δῆλον ὅτι οὐδὲν τούτων τῷ νοητῷ προσήκει, ἐν τῇ γενέσει τῆς διαιρέσεως ταύτης ἀναφαινομένης καὶ εἴπερ ἄρα κατ’ αἰτίαν ἐν τῇ νοερᾷ διακρίσει προειλημμένης. μηδεὶς δὲ τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει μεμφέσθω πρὸς ἄλλας ἐννοίας ἀντιλέγοντι.3 φιλανθρώπως γὰρ τὰς γενησομένας παρακοὰς προαναστέλλουσιν· ἐπεὶ ὅτι σοφὸν οἴονται τὸν Παρμενίδην δηλοῦσιν ὁ μὲν Πλάτων “βάθος παντάπασι γενναῖον” τῇ διανοίᾳ τοῦ ἀνδρὸς μαρτυρῶν, καὶ διδάσκαλον αὐτὸν τοῦ Σωκράτους τῶν ἀκροτάτων μαθημάτων παραδιδούς, ὁ δὲ Ἀριστοτέλης ἀλλαχοῦ που βλέπειν αὐτὸν ὑπονοῶν καὶ πρὸς τοὺς φυσικοὺς αὐτὸν ἀντιδιαστέλλων. ἐπεὶ καὶ ὁ Πλάτων τὸ ἓν τοῦτο παραδέδωκεν ἐν τῷ Παρμενίδῃ τὴν ὑπεροχὴν αὐτοῦ ἀνυμνῶν καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ ἓν αὐτὸ εἶναι διατεινόμενος καὶ ἀναβοῶν “οὐκ ἀγαθὸν πολυκοιρανίη” πρότερον αὐτοῦ καὶ οὗτος τὴν ἕνωσιν ἀνυμνήσας καὶ ὅτι ταὐτὸν ἐκεῖ νοῦς καὶ νοητὸν καὶ οὐσία καὶ δύναμις καὶ ἐνέργεια καλῶς θεασάμενος. ἀλλὰ τούτων μὲν ἅλις, μὴ καί τῳ δόξωμεν ‘ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν’ κατὰ τὴν παροιμίαν ἐν φυσικῇ πραγματείᾳ τῶν θεολογικῶν τὰ ἀκρότατα ἐπεμβάλλοντες.

那么,说此与奥菲斯所说的“银白的巨卵”又有何区别呢?显而易见,所论及的某些表述若作更宽泛的理解,亦适用于在其之后的其他事物:正如“无生成且不灭”既适合于灵魂,亦适合于智性;“不动且居于同一之中”适合于智性;然而,若将一切齐同且纯全地理解,则唯独配得于彼者。因为即便在某种意义上灵魂与智性是无生成的,但它们终究是由理知者所派生的。而在连活动上的运动亦未被区隔之物中,才真正具有不动性;居于同一之中,亦真正配得于居存者。而灵魂与极尊贵的智性乃是从居存者中流出,并归向于它。显而易见,凡被说成属于彼者的,一方面在它之中以统一的方式被先取,另一方面以区隔的、并在言说中显明的方式从它而来流出于其后。而若是一、“齐同的全”且为“终极的界限”,这便似乎是由巴门尼德作为第一原因所传授的;但若他并非单单称其为一,而是称其为“一之有者”,并且称之为“独一无二”,称之为界限却又“圆满完结”,他或许正是在表明万物的不可言说的原因安立于其之上。那么,为何柏拉图与亚里士多德看起来都在反驳巴门尼德呢?抑或柏拉图对他的反驳乃是从两重意义上进行的——既反对将有者说成是一,亦反对彻底排除非有——他是从理智的与区隔的宇宙秩序出发提出反驳的,在这一秩序中,有与一已被区隔开来,两者未再保持为一,各部分亦脱离了全体。因为柏拉图正是从这些出发指明,有者并非是一,而是多于一;而他指明非有,则是从区隔的形相中的异相出发,因这一异相,在彼界依照单一固有属性被把握的有者虽是有,却非运动或静止。其余各物亦是其所是,但并非其他事物。显而易见,这全然存在于区隔与异相显现之处,在理智之物中是以形相的方式,在感觉之物中是以延展的方式。而这种非有,巴门尼德本人在意见之物中看来亦予以承认,只要他将关乎凡人意见的诗句秩序称为“欺罔的”;凡有欺罔之处,便有非有。因为凡将非有视为有、或将有视为非有者,皆受欺罔。然而,彻底的非有不仅巴门尼德予以废除,柏拉图亦然,后者甚至避开了关于它的探究,说道:“因此,切勿有人指责我们,说我们把非有断言为有的相反者,竟敢说它是存在的;因为关于它的某种相反者,无论其存在与否,无论它是有言说可循还是全然无可言说,我们早已与之告别。但至于我们如今所说的非有,要么有人驳倒我们,说服我们说得不对;要么只要他尚且无能为力,他也必须如同我们所说的那样去说。”而在依照单一固有属性而被界定的这般有者之中指明这般的非有,绝不足为奇,即便在全然圆满、理知的、且在万物之前以统一方式为万物之物中,连这般的非有亦无立足之地。然而,亚里士多德则是从划分出发提出反驳的:他说,有要么以多种方式言说,如此便将成其为多;要么以单一方式言说,它要么是实体,要么是偶性。显而易见,这些皆不配属于理知者,既然这一划分显现于生成之中,至多不过是在理智的区隔中作为原因被先取而已。然而切莫有人因柏拉图与亚里士多德针对不同的观念进行反驳而责备他们。因为他们乃是以博爱之心预先防范将要出现的误听;因为他们表明了自己认为巴门尼德是有智慧的:柏拉图为那人的思想见证了“完全高贵的深邃”,并将他作为苏格拉底在最高课程上的导师予以传述;而亚里士多德则推测他着眼于别处,并将他与自然哲学家们区分开来。因为柏拉图亦在《巴门尼德篇》中传述了这个一,赞颂了它的卓越超越;而亚里士多德亦在《形而上学》中坚称它是一,并呼喊道“多头统治非善事”,他此前亦赞颂了其统一性,并清晰洞见在那里智性与理知对象、实体、潜能与现实乃是同一的。但关于这些已足够了,免得有人认为我们正如谚语所云“跃过壕沟”,在一部自然学著作中掺入了神学的至高要义。

语法注3 条
  1. 1.26χαίρειν πάλαι λέγομεν

    在引文(柏拉图《智者篇》258e)中,χαίρειν λέγω 搭配与格(αὐτῷ),是一个惯用表达,意为“告别”、“摒弃”或“不予理会”。现在时直陈式 λέγομεν 与副词 πάλαι 结合,表示“我们早已与之告别/将其摒弃”。

  2. 1.26μηδεμίαν χώραν ἔχοντος μηδὲ τοῦ τοιούτου μὴ ὄντος

    紧接在前置词与格短语(ἐν τῷ ὁλοτελεῖ... ὄντι)之后的独立属格结构。尽管前置词短语确立了论域,属格名词短语(τοῦ τοιούτου μὴ ὄντος)与分词(ἔχοντος)独立构成了伴随情境或让步性根据:“即使连这般的非有亦无任何立足之地”。

  3. 1.26τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει μεμφέσθω πρὸς ἄλλας ἐννοίας ἀντιλέγοντι

    主句动词 μεμφέσθω 为第三人称单数命令式。尽管其带有的与格补足语 τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει 包含两个人,但其后的修饰分词 ἀντιλέγοντι 却采用了单数与格形式。这或是因为由 καί 连接的两者被整体视为同一类反驳者,或是受到了与最近的名词(亚里士多德)在数上的句法吸引(attractio)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:147.1-148.24