← 辛普里丘

亚里士多德《物理学》注释

§144.14-147.1

巴门尼德真理之路诗句引述与一之有者

辛普利丘归纳了一之有者的诸种属性,鉴于巴门尼德著作的罕见性并为了佐证自身见解,全文引述了巴门尼德关于“真理之路”的诗句,随后指明其转向意见之物的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26#7

διὸ καὶ Ζήνων ἔλεγεν, εἴ τις αὐτῷ τὸ ἓν ἐπιδείξοι, αὐτὸς ἀποδώσειν τὸ ὄν,1 οὐχ ὡς ἀπογινώσκων τοῦ ἑνός, ἀλλ’ ὡς ἅμα τῷ ὄντι συνυφεστῶτος. τούτῳ δὴ τῷ ἑνὶ ὄντι πάντα ἁρμόττει τὰ εἰρημένα συμπεράσματα· καὶ γὰρ τὸ ἀγένητον καὶ ἀνώλεθρον καὶ τὸ ὁλόκληρον μονογενές. τῷ γὰρ ὄντι μεθ’ ἑτέρου δεύτερον οὐκ ἂν εἴη τὸ πρὸ πάσης ὂν διακρίσεως. τούτῳ δὲ καὶ τὸ ὁμοῦ πᾶν προσήκει καὶ τὸ μηδαμῇ χώραν ἔχειν ἐν αὐτῷ τὸ μὴ ὄν, ἔτι δὲ τὸ ἀδιαίρετον καὶ ἀκίνητον κατὰ πᾶν εἶδος διαιρέσεως καὶ κινήσεως καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ὄν τε καὶ πέρατι τῶν πάντων ἑστάναι. εἰ δὲ τοῦτό ἐστιν οὗ ἕνεκα τὸ νοεῖν, δῆλον ὅτι τὸ νοητόν ἐστι· τοῦ γὰρ νοητοῦ ἕνεκα καὶ τὸ νοεῖν καὶ ὁ νοῦς. εἰ δὲ ταὐτὸν ἐν ταὐτῷ καὶ τὸ νοεῖν καὶ τὸ νοητόν, ἄφατος ἂν εἴη ἡ τῆς ἑνώσεως ὑπερβολή. καὶ εἴ τῳ μὴ δοκῶ γλίσχρος, ἡδέως ἂν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου μηδὲ πολλὰ ὄντα τοῖσδε τοῖς ὑπομνήμασι παραγράψαιμι διά τε τὴν πίστιν τῶν ὑπ’ ἐμοῦ λεγομένων καὶ διὰ τὴν σπάνιν τοῦ Παρμενιδείου συγγράμματος. ἔχει δὲ οὑτωσὶ τὰ μετὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν· μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται, ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον. οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν ἓν συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ὄντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἔστιν ὅπως οὐκ ἔστι.2 τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν; οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί. οὐδέ ποτ’ ἐκ μὴ ὄντος ἐφήσει πίστιος ἰσχὺς γίγνεσθαί τι παρ’ αὐτό. τοῦ εἵνεκεν οὔτε γενέσθαι οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδῃσιν, ἀλλ’ ἔχει. ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ’ ἔνεστιν· ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ’ οὖν ὥσπερ ἀνάγκη, τὴν μὲν ἐᾶν ἀνόητον, ἀνώνυμον (οὐ γὰρ ἀληθὴς ἔστιν ὁδός), τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι. πῶς δ’ ἂν ἔπειτα πέλοι τὸ ἐόν, πῶς δ’ ἄν κε γένοιτο; εἰ γὰρ ἔγεντ’ οὐκ ἔστ’ οὐδ’ εἴ ποτε μέλλει ἔσεσθαι. τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος. οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον· οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι, οὐδέ τι χειρότερον, πᾶν δ’ ἔμπλεόν ἐστιν ἐόντος. τῷ ξυνεχὲς πᾶν ἔστιν· ἐὸν γὰρ ἐόντι πελάζει. αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν ἔστιν ἄναρχον, ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῇδε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής. ταὐτόν τ’ ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό τε κεῖται. χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι. ἔστι γὰρ οὐκ ἐπιδευές, μὴ ὂν δ’ ἂν παντὸς ἐδεῖτο. ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν. οὐδ’ εἰ χρόνος ἐστὶν ἢ ἔσται ἄλλο πάρεξ τοῦ ἐόντος. ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν οὖλον ἀκίνητόν τ’ ἔμεναι. τῷ πάντ’ † ὠνόμασται ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,3 γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί, καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν. αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστὶ πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ. οὔτε γὰρ οὔτ’ ἐὸν ἔστι, τό κεν παύῃ μιν ἱκνεῖσθαι εἰς ὁμόν, οὔτ’ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος τῇ μᾶλλον τῇ δ’ ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον· † οἱ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει. ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης· δόξας δ’ ἀπὸ τοῦδε βροτείας μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων. ταῦτα μὲν οὖν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου. μεθ’ ἃ λοιπὸν περὶ τῶν δοξαστῶν διαλέγεται ἄλλας ἀρχὰς ἐν ἐκείνοις ὑποτιθέμενος, ὧν καὶ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς μνημονεύει λέγων “καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν”. εἰ δ’ εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ τὸ ἓν ὄν φησι, μὴ θαυμάσῃς· διὰ γὰρ τὴν ποίησιν καὶ μυθικοῦ τινος παράπτεται πλάσματος.

因此芝诺也曾说过,若有人向他指明“一”,他自己便会阐明“有”,这并非因为他对“一”绝望,而是因为“一”乃是同“有”一道共存立的。对这“一之有者”,上述的所有结论确实皆适用:既包括无生成与不灭,也包括完整无缺与独一无二。因为在真实中,先于一切区分而存在者,绝不可能与另一物一道成为居于第二位者。对它而言,“齐同的全”、非有在其中绝无立足之地、在每一种分割与运动形式上皆不可分且不动、处于同一状态且以同一方式存在并确立于万物的界限处,皆是相宜的。如果这正是思维所由之目的,那么显而易见它便是理知对象;因为思维与智性皆是为了理知对象而存在的。而如果思维与理知对象在同一物中乃是同一的,那么其统一性的卓越便将是不可言喻的。 若无人认为我过于繁琐,我倒很乐意在这部注解中抄录巴门尼德关于一之有者的诗句(它们本也不算多),这既是为了使我所言获得确证,也是由于巴门尼德著作的稀缺。在排除了非有之后的诗句如下: “唯余唯一道路之言说留存,即它是存在。在这条道路上有极多征兆,表明它无生成且不可毁灭,完整、独一无二、不动且无止境。它既不曾存在,亦不会存在,既然如今它是齐同的全,是一且连续的。因为你将为它探求何种根源?又如何、从何处增长?我绝不许你说出或思想它是从非有而来;因为说或思想它不存在乃是不可言说且不可思议的。而且,究竟有何种必要性,驱使它始于虚无而在较晚或较早时生成?因此,它必须要么完全存在,要么根本不存在。信念的力量亦绝不会允许从非有中产生出任何在其身旁之物。为此缘故,正义决不放松锁链允许它生成或毁灭,而是将其牢牢掌控。关于这些的裁决端在于此:存在还是不存在?于是正如必然所要求的那样,已经裁决:撇下一条不可思且无可命名的道路(因为它并非真正的道路),而另一条道路则是存在且真实的。此后,有者又怎能存在,又怎能生成?因为如果它曾生成,它便不存在;而如果它在将来某一时刻将要存在,它亦不存在。如此一来,生成已被扑灭,毁灭亦无从听闻。 它亦非可分的,因为全体皆是相同的;既无任何在此处较多而妨碍其连续之物,亦无任何较劣之物,而是全体充满着有者。因此全体皆是连续的;因为有者紧依着有者。 然而,它在大锁链的界限内乃是不动的,无始且无终,既然生成与毁灭已远远漂泊流浪,而真实的信念已将其驱除。它保持同一并在同一之中留存,且独立自处。它便如此稳固地留在原处;因为强大的必然性将其拘于界限的锁链之中,从四面围阻着它。因此,有者不是未完成的乃是合于法则的;因为它是无所欠缺的,而如果它不存在,它便会欠缺一切。 思维与思想所由之目的乃是同一的。因为若无有者——思想在其中被表达——你绝不会发现思维。在有者之外,现在既无、将来亦无任何其他事物,既然命运已束缚它成为完整且不动的。因此,凡凡人确信其为真实而设立的一切,皆不过已被命名而已:即生成与毁灭、存在与不存在、改变处所以及变换明亮的色泽。 然而既然存在着终极的界限,它便从四方皆是圆满完结的,宛如圆满之球体的大块,从中心向各方均等相称;因为绝不可让它在此处或彼处稍大或稍小。因为既不存在任何能阻止它达到齐同的非有,有者亦不可能以在此处较多而彼处较少于有者的方式存在,既然全体皆是不可侵犯的;因为从各方面皆与其自身均等,它齐同地居于界限之内。 在此,我为你终结了关于真理的可靠言说与思想;从今往后,你当倾听我诗句的虚妄秩序,借此学习凡人的意见。” 这些便是巴门尼德关于一之有者的诗句。在此之后,他接下来便讨论意见之物,在其中设定了另一些原理,亚里士多德在接下来的论述中亦提及了这些原理,说道:“因为巴门尼德亦将热与冷确立为原理,并称其为火与土。”如果他说一之有者“宛如圆满之球体的大块”,你切莫惊异;因为由于诗歌创作的缘故,他亦沾染了某种神话性的虚构。

语法注3 条
  1. 1.26εἴ τις αὐτῷ τὸ ἓν ἐπιδείξοι, αὐτὸς ἀποδώσειν τὸ ὄν

    间接引语中的条件句。其直接引语形式为 εἴ τίς μοι τὸ ἓν ἐπιδείξει/ἐπιδείξειεν, αὐτὸς ἀποδώσω,在过去时主导动词 ἔλεγεν 支配下,条件从句转为祈愿语气 ἐπιδείξοι,归结从句转为将来时不定词 ἀποδώσειν;因与主句主语指称同一,主格代词 αὐτός 得以保留。

  2. 1.26οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἔστιν ὅπως οὐκ ἔστι

    主句为 οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἔστιν,支配主语从句 ὅπως οὐκ ἔστι(“它不存在”);整句意为“因为‘它不存在’是既不可言说亦不可思议的”。

  3. 1.26τῷ πάντ’ † ὠνόμασται ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ

    与格 τῷ 用作连接副词,意为“因此”。完成时被动动词 ὠνόμασται 的主语为关系从句 ὅσσα βροτοὶ κατέθεντο...,而随后的诸不定词短语(γίγνεσθαί τε καὶ ὄλλυσθαι 等)则作为同位语,列举 ὅσσα 所指的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:144.14-147.1