- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:142.14-144.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘首先辩护了色诺克拉底设定不可分线的主张,认为其意在反对分割为现实的无限而非否定几何学的可分性;随后他系统探究了巴门尼德的“一之有者”,通过引证巴门尼德的诗句证明其既非物体、灵魂、智性,亦非普遍或个体实体,而是作为万物本原的“理知对象”。
καὶ οὕτως οὐκ ἦν ἄπειρα τῷ πλήθει ἐκεῖνα. Ἐπειδὴ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; οὐ γὰρ δὴ τὴν φύσιν τοῦ μεγέθους ἠγνόει, ἀλλ’ οὐδὲ τῷ εἴδει διαιρετὸν ἔλεγε.1 τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμμαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα. μήποτε οὖν οὐ πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν ἐνίσταται ὁ Ξενοκράτης (οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλε γεωμετρικὸς ὢν ἀνήρ), ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι ὄντων ἀεί τινων ἀτμήτων μεγεθῶν· ἅτινα οὐδ’ ὑπὸ τῆς φύσεως ἰσχύει καθ’ αὑτὰ διαιρεῖσθαι διὰ σμικρότητα,2 ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκεῖνα δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντα οὐκ ἂν ὑπέμεινεν. ὡς οὖν ὁ Πλάτων ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ σμικρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει. Ἀλλ’ ἐπειδὴ πρὸς πέρας ἤδη τῶν πρὸς Παρμενίδην λόγων ἀφίγμεθα, καλῶς ἂν ἔχοι τήν τε Παρμενίδου δόξαν αὐτοῦ περὶ τοῦ ἑνὸς ὄντος ὡς σύμμετρον τοῖς προκειμένοις ἀνιχνεῦσαι καὶ τὰς ἀντιλογίας πρὸς τί γεγόνασιν ἐπισκέψασθαι. ὅτι μὲν οὖν οὐ τῶν γινομένων τι καὶ φθειρομένων ὁ Παρμενίδης τὸ ἓν ὂν τίθεται, δηλοῖ τὸ σημεῖον αὐτοῦ ἓν τὸ ἀγένητον καὶ ἄφθαρτον λέγον, ἐν οἷς φησι μόνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν. οὐ μὴν οὐδὲ σωματικὸν ὅλως τὸ ἓν ὂν εἶναι βούλεται, εἴπερ ἀδιαίρετον αὐτό φησι λέγων οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον. ὥστ’ οὐδὲ τῷ οὐρανῷ ἐφαρμόττει τὰ παρ’ αὐτοῦ λεγόμενα, ὥς τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν ἀκούσαντας τοῦ πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ. οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ’ οὐδὲ ὅμοιος σφαίρᾳ, ἀλλὰ σφαῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη. ὅτι δὲ οὐδὲ ψυχικὸν τὸ ἓν ὂν ὁ Παρμενίδης λέγει, δηλοῖ τὸ ἀκίνητον αὐτὸ φάναι οἷον, ἀκίνητον τελέθει· τῷ πάντ’ ὄνομα εἶναι, τῆς ψυχικῆς οὐσίας καὶ κατὰ τοὺς Ἐλεατικοὺς κίνησιν ἐχούσης. λέγει δὲ καὶ ὁμοῦ πᾶν εἶναι τὸ ὄν ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν, καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ταὐτὸν ὂν ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό τε κεῖται. καὶ δηλονότι καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν ἔχει τό τε ‘ὁμοῦ πᾶν’ καὶ τὸ ‘κατὰ ταὐτά’, ἅπερ ἐπέκεινα τῆς ψυχικῆς ἐστιν ὑποστάσεως. μήποτε δὲ οὐδὲ νοερὸν αὐτό φησι· τὸ μὲν γὰρ νοερὸν κατὰ τὴν ἀπὸ τοῦ νοητοῦ διάκρισιν καὶ τὴν πρὸς τὸ νοητὸν ἐπιστροφὴν ὑπέστη, τὸ δὲ ἓν ὂν ταὐτὸν εἶναί φησι νοεῖν τε καὶ νοητὸν καὶ νοῦν δηλονότι γράφων οὕτως, ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος (τουτέστι τοῦ νοητοῦ), ἐν ᾧ πεφατισμένον ἐστίν, εὑρήσεις τὸ νοεῖν. ἔτι δὲ τὸ νοερὸν διακεκριμένον ἐστὶν εἰς εἴδη, ὥσπερ τὸ νοητὸν ἡνωμένως τὴν τῶν εἰδῶν διάκρισιν προείληφεν. ὅπου δὲ διάκρισις, ἐκεῖ καὶ ἑτερότης· ταύτης δὲ οὔσης καὶ τὸ μὴ ὂν παραφαίνεται. τὸ γὰρ ἕτερον οὐκ ἔστιν ὅπερ τὸ ἕτερον, ὁ δὲ Παρμενίδης τὸ μὴ ὂν ἐκ τοῦ ἑνὸς ὄντος παντάπασιν ἐξορίζει. οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα, ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. ἀλλ’ οὐδὲ κοινότητά τινα εἶναι βούλεται τὸ ἓν ὄν, οὔτε τὴν ὑστερογενῆ καὶ ἐξ ἀφαιρέσεως ἐν ταῖς ἡμετέραις ἐννοίαις ὑφισταμένην (οὔτε γὰρ ἀγένητος οὔτε ἀνώλεθρός ἐστιν αὕτη), ἀλλ’ οὐδὲ ἡ ἐν τοῖς πράγμασίν ἐστι κοινότης· αἰσθητὴ γὰρ αὕτη καὶ τῶν δοξαστῶν καὶ ἀπατηλῶν, περὶ ὧν ὕστερον λέγει, καὶ ἄλλη παρὰ τὰς διαφοράς ἐστιν, ὡς ἤδη πεπονθέναι τὴν ἑτερότητα καὶ τὸ μὴ ὄν. πῶς δ’ ἂν ἐπὶ ταύτης ἀληθεύοι τὸ νῦν εἶναι ὁμοῦ πᾶν ἢ τὸ συνηρηκέναι ἐν ἑαυτῇ τὸν νοῦν καὶ τὸ νοητόν; ἀλλ’ ἆρα μὴ οὐσίαν λέγει τὴν ἄτομον τὸ ἓν ὄν3 ἢ αὕτη πλέον ἀπᾴδει; καὶ γὰρ γενητὴ ἡ ἄτομος οὐσία καὶ ἑτερότητι διειλημμένη καὶ ἔνυλος καὶ αἰσθητὴ καὶ ἄλλη παρὰ τὸ συμβεβηκός. ἔστι δὲ καὶ διαιρετὴ καὶ ἐν κινήσει. λείπεται οὖν τὸ νοητὸν πάντων αἴτιον, δι’ ὃ καὶ ὁ νοῦς ἐστι καὶ τὸ νοεῖν, ἐν ᾧ πάντα κατὰ μίαν ἕνωσιν συνηρημένως προείληπται καὶ ἡνωμένως, τοῦτο εἶναι τὸ Παρμενίδειον ἓν ὄν,4 ἐν ᾧ μία φύσις καὶ τοῦ ἑνὸς καὶ ὄντος ἐστί.
并且如此一来,那些事物在数量上便不是无限的。然而既然色诺克拉底也是一位智慧之人,他又究竟是如何设定不可分的线的呢?因为他绝不可能不知晓大小的本性,亦未曾说过[大小]在形式上是可分的;因为这一属性不仅极小的线具有,极大的物体也同样具有。那么,色诺克拉底或许并未反对走向无限的切断(因为他身为几何学家,绝不会废除几何学的原理),而是反对在始终存在某些不可切断的大小的情况下被分割为无限;这些大小由于极微小,单凭其自身甚至在自然的作用下也无力被分割,但当它们再次与其他物体结合、整体以此种方式被分割时,它们便在自身之中承受了那种若单独存在便无法承受的分割。正如柏拉图说最初且极小的物体是平面一样,色诺克拉底同样说线因极微小而不可分,尽管它们自身在本质上也是可分的。 但是,既然我们已经到达了反驳巴门尼德的论证的终点,那么在与眼下的论题相称的范围内探寻巴门尼德本人关于一之有者的见解,并考察那些反驳究竟是针对何物而发的,当是适宜的。首先,巴门尼德并没有把一之有者确立为生成和毁灭之物中的某物,这由他的一个称其为无生成且不灭的“征兆”表明,在其中他说:“唯余唯一道路之言说留存,/即它是存在;在这条道路上有极多/征兆,表明它无生成且不可毁灭。”此外,只要他说它是不可分的,并且说“它亦非可分的,因为全体皆是相同的”,他显然也绝不愿让一之有者全然是物体性的。因此,正如欧德谟所说某些人听闻了“四方皆似圆满之球体的大块”便如此设想的那样,他所说的话也并不适用于天体;因为天体并非不可分,亦非仅仅类似于球体,而是自然物中最精确的球体。至于巴门尼德亦未曾说一之有者是灵魂性的,这由他说它是静止不动所表明,如:“它保持不动;依此一切皆是名称”,而在爱利亚学派看来,灵魂的实体甚至也具有运动。并且他还说有者是“齐同的全”,即“既然如今它是齐同的全”,并且处于同一状态且以同一方式持存,即“保持同一、居于同一之中且自存立”。显而易见,它在实体上、能力上以及现实活动上都具有“齐同的全”与“处于同一状态”,而这些乃是超越灵魂性实存的。或许他也未曾说它是智性性的;因为智性性之物是通过与理知对象的区分以及向理知对象的复归而实存的,而他在如下书写时,则说一之有者与思想、理知对象以及显然还有智性是同一的:“思维与思想所由之目的乃是同一的;/因为若无有者(即理知对象)——思想在其中被表达——/你绝不会发现思维。”此外,智性性之物被区分为诸形式,正如理知对象以统一的方式预先包容了诸形式的区分;而凡是有区分之处,便有相异性;而当相异性存在时,非有亦显露出来。因为相异之物并非另一物之所是,而巴门尼德则把非有从一之有者中完全驱逐了:“因为这绝不可被征服:不有者竟会存在;/但你要让思想远离这条探究之途。”然而他亦不愿让一之有者成为某种普遍(共通物),无论是那后来生成的、在我们的概念中通过抽象而实存的普遍(因为这既非无生成亦非不灭),还是事物之中的普遍;因为后者是可感知的,属于意见之物和虚妄之物(他随后论及这些事物),且它异于种差,以至于它已经承受了相异性与非有。而对于它,“如今是齐同的全”或在自身中统摄了智性与理知对象,又怎会是真实的呢?难道他是把不可分之实体(个体)称为一之有者吗,抑或这更为相悖?因为不可分的实体乃是生成的,受相异性所限制,且是质料性的、可感知的,且异于偶性;并且它也是可分的和处于运动中的。因此所剩下的,便是万物的理知原因,智性与思维皆因之而存在,其中万物皆根据单一的统一性被统摄性且同一性地预先包容——这便正是巴门尼德的一之有者,在其中一与有具有单一的本性。
- 1.26ἀλλ’ οὐδὲ τῷ εἴδει διαιρετὸν ἔλεγε
承接前文 οὐ γὰρ δή ... ἠγνόει 的否定语势,理解为“亦未曾说过它在形式/种上是可分的”。上下文表明色诺克拉底并未简单地将其归为纯概念或形式上的可分。
- 1.26ἅτινα οὐδ’ ὑπὸ τῆς φύσεως ἰσχύει καθ’ αὑτὰ διαιρεῖσθαι διὰ σμικρότητα
关系从句的主语是 ἅτινα(先行词为 ἄτμητα μεγέθη)。ἰσχύει 搭配被动不定词 διαιρεῖσθαι 表示“无力被分割”。οὐδ’ ὑπὸ τῆς φύσεως 具有强调的副词性含义(“甚至在自然的作用下亦不能”)。
- 1.26ἀλλ’ ἆρα μὴ οὐσίαν λέγει τὴν ἄτομον τὸ ἓν ὄν
ἆρα μή 引导一个倾向于否定回答的疑问句(“难道他是在称……吗”)。句子采用双宾格结构:τὸ ἓν ὄν 为宾语,οὐσίαν τὴν ἄτομον 为述语宾格。接下来的 ἢ αὕτη πλέον ἀπᾴδει(“抑或这更加不合”)随即否定了这一推测。
- 1.26λείπεται οὖν τὸ νοητὸν πάντων αἴτιον ... τοῦτο εἶναι τὸ Παρμενίδειον ἓν ὄν
由非人称动词 λείπεται 所统摄的带不定词宾格结构。核心骨架为 λείπεται [τὸ νοητὸν πάντων αἴτιον ...] τοῦτο εἶναι τὸ Παρμενίδειον ἓν ὄν(“因此所剩下的,便是[万物的理知原因……]这正构成巴门尼德的一之有者”)。代词 τοῦτο 复指被关系从句(δι’ ὃ ..., ἐν ᾧ ...)长距离隔开的主语宾格。
