- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:140.28-142.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘逐字引用了芝诺关于二分法论证的著作原文,确认该论证旨在捍卫巴门尼德关于有一的主张。随后,他批评了克塞诺克拉底等人为对抗该论证而设定不可分线的做法,并依从亚里士多德与波菲利,区分了“无限可分”与“被分割为无限”,以此阐明连续体的本质。
πάλιν γὰρ δεικνύς, ὅτι εἰ πολλά ἐστι, τὰ αὐτὰ πεπερασμένα ἐστὶ καὶ ἄπειρα, γράφει ταῦτα κατὰ λέξιν ὁ Ζήνων· “εἰ πολλά ἐστιν, ἀνάγκη τοσαῦτα εἶναι ὅσα ἐστὶ καὶ οὔτε πλείονα αὐτῶν οὔτε ἐλάττονα. εἰ δὲ τοσαῦτά ἐστιν ὅσα ἐστί, πεπερασμένα ἂν εἴη. εἰ πολλά ἐστιν, ἄπειρα τὰ ὄντα ἐστίν. ἀεὶ γὰρ ἕτερα μεταξὺ τῶν ὄντων ἐστί, καὶ πάλιν ἐκείνων ἕτερα μεταξύ. καὶ οὕτως ἄπειρα τὰ ὄντα ἐστί.” καὶ οὕτως μὲν τὸ κατὰ τὸ πλῆθος ἄπειρον ἐκ τῆς διχοτομίας ἔδειξε. τὸ δὲ κατὰ μέγεθος, πρότερον κατὰ τὴν αὐτὴν ἐπιχείρησιν. προδείξας γὰρ ὅτι “εἰ μὴ ἔχοι μέγεθος τὸ ὂν οὐδ’ ἂν εἴη”, ἐπάγει “εἰ δὲ ἔστιν, ἀνάγκη ἕκαστον μέγεθός τι ἔχειν καὶ πάχος καὶ ἀπέχειν αὐτοῦ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου. καὶ περὶ τοῦ προύχοντος ὁ αὐτὸς λόγος. καὶ γὰρ ἐκεῖνο ἕξει μέγεθος καὶ προέξει αὐτοῦ τι. ὅμοιον δὴ τοῦτο ἅπαξ τε εἰπεῖν καὶ ἀεὶ λέγειν· οὐδὲν γὰρ αὐτοῦ τοιοῦτον ἔσχατον ἔσται οὔτε ἕτερον πρὸς ἕτερον οὐκ ἔσται.1 οὕτως εἰ πολλά ἐστιν, ἀνάγκη αὐτὰ μικρά τε εἶναι καὶ μεγάλα, μικρὰ μὲν ὥστε μὴ ἔχειν μέγεθος, μεγάλα δὲ ὥστε ἄπειρα εἶναι”. μήποτε οὖν Ζήνωνος μέν ἐστιν2 ὁ ἐκ τῆς διχοτομίας λόγος, ὡς Ἀλέξανδρος βούλεται, οὐ μέντοι τὸ ἓν ἀναιροῦντος ἀλλὰ τὰ πολλὰ μᾶλλον τῷ τἀναντία συμβαίνειν τοῖς ὑποτιθεμένοις αὐτὰ καὶ ταύτῃ τὸν Παρμενίδου λόγον βεβαιοῦντος ἓν εἶναι λέγοντα τὸ ὄν. ὥστε καὶ ἡ μνήμη νῦν εὔλογος τοῦ ἐκ τῆς διχοτομίας λόγου καὶ τῶν οὐ καλῶς ἐνδεδωκότων αὐτῷ, ὡς εἰ μὴ εἴη τινὰ ἄτμητα μεγέθη, ἀνάγκη ἄπειρα καὶ πλήθει καὶ μεγέθεσιν εἶναι τὰ ὄντα, καὶ διὰ τοῦτο ἀτόμους γραμμὰς ὑποθεμένων,3 ἵνα καὶ πολλὰ εἴη τὰ ὄντα καὶ μὴ ἐπ’ ἄπειρον τὸ πλῆθος καὶ τὸ μέγεθος προχωροίη. καίτοι πάλιν ἀντιφάσει δοκοῦσι περιπίπτειν μέγεθος ἀμέγεθες λέγοντες. διὸ ταύτην μὲν τὴν ἔνδοσιν ὁ Ἀριστοτέλης οὐκ ἀποδέχεται. οὐ γὰρ εἰ ἐπ’ ἄπειρον διαιρετόν ἐστι τὸ μέγεθος, ἤδη καὶ ἄπειρά ἐστιν αὐτοῦ ἐνεργείᾳ τὰ μέρη, ἀλλ’ ἓν μὲν ἐνεργείᾳ, δυνάμει δὲ πολλά. διὸ οὐ τὰ ἀντικείμενα ἢ τὴν τοιαύτην λύσιν ἐπὶ τῶν ἓν καὶ πολλὰ τὸ αὐτὸ λεγόντων καλῶς ὁ Ἀριστοτέλης ἐπήγαγεν. ἐπὶ μέντοι τῶν ἄπειρα δεικνύντων οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι δυνάμει ἄπειρά ἐστι τὰ τοῦ συνεχοῦς μέρη. ἦ γὰρ ἂν καὶ ἐνεργείᾳ ποτὲ ἐγένετο ἄπειρα, εἰ μὴ τὸ δυνάμει μάτην ἔχοι. ἀλλὰ ῥητέον ὡς ὁ Πορφύριός φησιν ὅτι “ἕτερόν ἐστι τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετὸν τὸ συνεχὲς καὶ ἄλλο τὸ εἰς ἄπειρα διῃρῆσθαι”. γίνεσθαι μὲν γὰρ ἡ διαίρεσις ἀεὶ δύναται καὶ τοῦτό ἐστι τὸ ἐπ’ ἄπειρον αὐτὴν εἶναι, γεγενῆσθαι δὲ καὶ καταλῆξαι οὐδέποτε δύναται, ἐπεὶ παυσαμένη γε πεπέρανται. διαφέρει γὰρ τὸ εἰς ἄπειρά τι διῃρῆσθαι καὶ τὸ ἐπ’ ἄπειρόν τι διαιρεῖν. τὸ μὲν γὰρ οὐκ ἄν ποτε γένοιτο οὐδ’ ἂν συμπερανθείη, τὸ δὲ οὐκ ἄν ποτε ἐπιλίποι ἀεὶ γινόμενον· διὰ γὰρ τὸ θάτερον ἀεὶ γίνεσθαι καὶ μὴ οἷόν τε εἶναι καταλῆξαι, οὐκ ἂν θάτερον ἐπιτελεσθείη. μὴ τοίνυν ταραττέσθω τις, πῶς τὸ ἐπ’ ἄπειρον διαιρετὸν δυνάμει ἔχον τὸ διαιρεῖσθαι (διαιρετὸν γὰρ τὸ δυνάμενον διαιρεῖσθαί ἐστιν) οὐδέποτε ὅμως εἰς ἄπειρα διαιρεῖται· δόξει γὰρ μάτην ἔχειν τὸ δυνάμει, ὃ μὴ ἐκβαίνει μηδέποτε εἰς ἐνέργειαν. τοῦτο οὖν μὴ ταραττέτω· τὸ γὰρ ἐπ’ ἄπειρον διαιρετὸν οὐκ ἔστι δυνάμει εἰς ἄπειρα διῃρημένον, ἀλλ’ ἐπ’ ἄπειρα διαιρούμενον. τοῦτο δὲ καὶ ἐνεργείᾳ ἀεὶ ἔχει, εἴπερ πᾶν τὸ ληφθὲν διαιρετόν ἐστι, καὶ διαιρεῖταί γε εἰ μηδὲν κωλύει, κἂν μὴ ὑφ’ ἡμῶν, ὑπὸ τῆς φύσεως καὶ προστιθείσης ἀεὶ καὶ διαιρούσης. ὅτι δὲ παντὸς συνεχοῦς ἐπ’ ἄπειρον διαιρουμένου βεβαιοῦται τὸ μηδὲν εἶναι μέγεθος μήτε εἰς μεγέθη ἀδιαίρετα μήτε εἰς ἀμεγέθη διαιρούμενον, δῆλον· παντὸς γὰρ τοῦ ληφθέντος συνεχοῦς ἔστι τι μέρος καὶ αὐτὸ συνεχὲς ὄν, εἴπερ ἐπ’ ἄπειρον. καὶ εἰ εἰς μεγέθη δὲ πᾶσα διαίρεσις, δῆλον ὅτι ἐπ’ ἄπειρον ἡ διαίρεσις. ὅτι δὲ εἰς μεγέθη, φανερόν, εἴπερ τὰ σημεῖα μήτε ἅπτεσθαι ἀλλήλων δύναται μήτε διάστασιν ποιεῖν. σημεῖον γὰρ σημείῳ προστιθέμενον σημεῖον ποιεῖ, ἀλλ’ οὐ μέγεθος. οὔτε οὖν ἐκ σημείων σύγκειται οὔτε εἰς σημεῖα διαιρεῖται· ἀλλ’ οὐδὲ εἰς ἄπειρα μεγέθη ποτὲ διαιρεθήσεται πεπερασμένον ὑπάρχον· εἰς ἃ γὰρ διαιρεῖται, καὶ σύγκειται ἐξ ἐκείνων· τὸ δὲ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν, ἄπειρον ἂν εἴη τῷ μεγέθει. εἰ γὰρ πεπερασμένον, δέξαιτο ἂν προσθήκην ἄλλου τινὸς ὁμοίου τοῖς συνθεῖσιν αὐτό.
因为芝诺在再次表明如果[有者]是多,同一批事物既是有限的又是无限的时,逐字逐句地写下了这些话:“如果是多,它们必然恰好有它们所是的那么多,既不多于它们也不少于它们。而如果它们恰好有它们所是的那么多,它们就将是有限的。如果是多,有者就是无限的;因为在有者之间总有其他事物,而在那些事物之间又另有其他事物。如此一来,有者便是无限的。”他就这样通过二分法表明了数量上的无限。至于大小上的无限,他先前通过同一个论证表明了。因为在预先表明了“如果有者不具有大小,它甚至根本不会存在”之后,他接着写道:“但如果它存在,每一事物都必然具有某种大小和厚度,并且它的一部分与另一部分相隔开。关于突出的部分,同样的论证也成立;因为那一部分也将具有大小,且它的某部分也将突出。将这一说法说一次与一直说下去乃是相同的;因为它的这样一种终极部分绝不存在,也不会有某一部分不相对于另一部分。因此,如果是多,它们必然既小又大:就小而言至于没有大小,就大而言至于无限。” 那么,正如亚历山大所认为的,源自二分法的论证或许正是芝诺的,然而他并非在取消一,而是宁可说通过相反的事项伴随着假定它们的人而取消了多,并以此确证了主张有是一的巴门尼德的论证。因此,现在无论是提及二分法的论证,还是提及对该论证作出了不当屈服的人们——即以为如果不设立某些不可切断的大小,有者在数量和大小上就必然是无限的,并为此假定了不可分的线,以便有者既是多,而数量与大小又不至于走向无限——都是合乎情理的。然而,他们称大小为无大小之物,看来又陷入了矛盾之中。因此亚里士多德并不接受这一屈服。因为即便大小无限可分,它的各部分也并不因此就已经是现实上无限的,而是在现实上为一,在潜能上为多。因此亚里士多德针对那些主张同一事物既是一又是多的人,恰当地引入了“并非相反的事物”或此类解决方案。然而针对那些表明事物无限的人,说连续体的各部分在潜能上是无限的,则是不真实的;因为除非潜能是徒劳具备的,否则它们本也会在某个时候在现实上成为无限。而是应当正如波菲利所说:“连续体无限可分是一回事,而被分割为无限则是另一回事。”因为分割不断进行固然总是可能的,而这也就是分割之成为无限的所指;但分割已经发生并终止则绝无可能,因为一旦停止它就成了有限的。因为某物被分割为无限与将某物无限地分割是不同的。前者绝不可能发生,也不可能被终结,而后者作为不断进行的过程则绝不会穷尽;因为正是由于一方不断进行且不可能终止,另一方才不可能被完成。因此任何人都不应感到不安:无限可分之物既然在潜能上具有被分割(因为可分之物就是能够被分割之物),为何却绝不会被分割为无限;因为未能走向现实的潜能将显得是徒劳具备的。因此这一点切勿使人不安:因为无限可分之物并非在潜能上被分割为无限,而是在潜能上无限地被分割。而只要所取的每一事物都是可分的,并且在没有任何阻碍时它确实被分割——即使不是由我们,也是由那总是在增加和分割的自然所分割——那么这一点在现实上也始终具备。 显而易见,通过每一个连续体被无限分割,便确证了没有任何大小被分割为不可分的大小、或被分割为无大小之物;因为对于所取的每一个连续体而言,只要被无限〔分割〕,就存在自身亦为连续体的某个部分。如果每一次分割都是分割为大小,那么显而易见分割是无限的。而之所以是分割为大小也是显而易见的,只要诸点既不能相互接触也不能产生间距。因为点加于点产生的是点,而不是大小。因此它既非由点构成,亦非分割为点;但既然它是有限的,它也绝不会被分割为无限的大小;因为凡是它所被分割为的东西,它也就是由那些东西构成的;而由数量上无限的大小所构成的物,在大小上也必将是无限的。因为如果它是有限的,它就能够接受与构成它的那些部分类似的另一某种事物的添加。
- 1.26οὔτε ἕτερον πρὸς ἕτερον οὐκ ἔσται
在 οὔτε ... οὐκ ἔσται 中,在否定连词 οὔτε 之后,谓语动词再次带有否定词 οὐκ,构成双重否定以表示强烈的肯定(“也不会有一部分不相对于另一部分”)。它与前项“没有任何此类终极部分会存在(οὐδὲν ... ἔσται)”并列,指出在无限分割中各部分之间始终相互保持着关涉与间隔。
- 1.26μήποτε οὖν Ζήνωνος μέν ἐστιν
μήποτε 与直陈式(ἐστιν)连用,是后期希腊语中表达审慎推测或温和肯定断言(“那么或许……”)的习用句式。此处并非引出疑虑节或间接疑问句,而是作为独立主句,以此温和支持亚历山大的观点(认为该论证属于芝诺),反对波菲利将其归于巴门尼德的做法。
- 1.26καὶ διὰ τοῦτο ἀτόμους γραμμὰς ὑποθεμένων
ὑποθεμένων 为属格分词,与前文的实质化属格短语 τῶν οὐ καλῶς ἐνδεδωκότων αὐτῷ(“那些不当地对之屈服的人”)同格一致。在夹入由 ὡς 引导的原因从句(ὡς εἰ μὴ εἴη...)之后,该分词承接结构,补述了他们“因此假定了不可分的线”这一具体做法。
