- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:139.2-140.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘否定了芝诺取消“一”的看法,通过引证芝诺本人的著作说明其论证旨在揭示多之主张的自相矛盾;他还审察了波菲利将二分法论证归于巴门尼德(并以此引发克塞诺克拉底不可分线学说)的记载,主张该论证实际上属于芝诺。
ὃ γὰρ μήτε προστιθέμενον αὔξει μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ᾤετο τῶν ὄντων εἶναι”.1 καὶ εἰκὸς μὲν ἦν τὸν Ζήνωνα ὡς ἐφ’ ἑκάτερα γυμναστικῶς ἐπιχειροῦντα (διὸ καὶ ‘ἀμφοτερόγλωσσος’ λέγεται) καὶ τοιούτους ἐκφέρειν λόγους περὶ τοῦ ἑνὸς ἀποροῦντα· ἐν μέντοι τῷ συγγράμματι αὐτοῦ πολλὰ ἔχοντι ἐπιχειρήματα καθ’ ἕκαστον δείκνυσιν, ὅτι τῷ πολλὰ εἶναι λέγοντι συμβαίνει τὰ ἐναντία λέγειν· ὧν ἕν2 ἐστιν ἐπιχείρημα, ἐν ᾧ δείκνυσιν ὅτι εἰ πολλά ἐστι, καὶ μεγάλα ἐστὶ καὶ μικρά· μεγάλα μὲν ὥστε ἄπειρα τὸ μέγεθος εἶναι, μικρὰ δὲ οὕτως ὥστε μηθὲν ἔχειν μέγεθος. ἐν δὴ τούτῳ δείκνυσιν, ὅτι οὗ μήτε μέγεθος μήτε πάχος μήτε ὄγκος μηθείς ἐστιν, οὐδ’ ἂν εἴη τοῦτο. “εἰ γὰρ ἄλλῳ ὄντι, φησί, προσγένοιτο, οὐδὲν ἂν μεῖζον ποιήσειεν· μεγέθους γὰρ μηδενὸς ὄντος, προσγενομένου δὲ οὐδὲν οἷόν τε εἰς μέγεθος ἐπιδοῦναι. καὶ οὕτως ἂν ἤδη τὸ προσγινόμενον οὐδὲν εἴη. εἰ δὲ ἀπογινομένου τὸ ἕτερον μηδὲν ἔλαττόν ἐστι, μηδὲ αὖ προσγινομένου αὐξήσεται, δῆλον ὅτι τὸ προσγενόμενον οὐδὲν ἦν οὐδὲ τὸ ἀπογενόμενον.” καὶ ταῦτα οὐχὶ τὸ ἓν ἀναιρῶν ὁ Ζήνων λέγει, ἀλλ’ ὅτι μέγεθος ἔχει ἕκαστον τῶν πολλῶν καὶ ἀπείρων τῷ πρὸ τοῦ λαμβανομένου ἀεί τι εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομήν· ὃ δείκνυσι προδείξας ὅτι οὐδὲν ἔχει μέγεθος ἐκ τοῦ ἕκαστον τῶν πολλῶν ἑαυτῷ ταὐτὸν εἶναι καὶ ἕν. καὶ ὁ Θεμίστιος δὲ τὸν Ζήνωνος λόγον ἓν εἶναι τὸ ὂν κατασκευάζειν φησὶν ἐκ τοῦ συνεχές τε αὐτὸ εἶναι καὶ ἀδιαίρετον “εἰ γὰρ διαιροῖτο, φησίν, οὐδὲ ἔσται ἀκριβῶς ἓν διὰ τὴν ἐπ’ ἄπειρον τομὴν τῶν σωμάτων”. ἔοικε δὲ μᾶλλον ὁ Ζήνων λέγειν ὡς οὐδὲ πολλὰ ἔσται. Ὁ μέντοι Πορφύριος καὶ τὸν ἐκ τῆς διχοτομίας λόγον Παρμενίδου φησὶν εἶναι ἓν τὸ ὂν ἐκ ταύτης πειρωμένου δεικνύναι. γράφει δὲ οὕτως· “ἕτερος δὲ ἦν λόγος τῷ Παρμενίδῃ ὁ διὰ τῆς διχοτομίας οἰόμενος δεικνύναι τὸ ὂν ἓν εἶναι μόνον καὶ τοῦτο ἀμερὲς καὶ ἀδιαίρετον. εἰ γὰρ εἴη, φησί, διαιρετόν, τετμήσθω δίχα, κἄπειτα τῶν μερῶν ἑκάτερον δίχα, καὶ τούτου ἀεὶ γενομένου δῆλόν φησιν, ὡς ἤτοι ὑπομενεῖ τινὰ ἔσχατα μεγέθη ἐλάχιστα καὶ ἄτομα, πλήθει δὲ ἄπειρα, καὶ τὸ ὅλον ἐξ ἐλαχίστων, πλήθει δὲ ἀπείρων συστήσεται· ἢ φροῦδον ἔσται καὶ εἰς οὐθὲν ἔτι διαλυθήσεται καὶ ἐκ τοῦ μηδενὸς συστήσεται· ἅπερ ἄτοπα. οὐκ ἄρα διαιρεθήσεται, ἀλλὰ μενεῖ ἕν. καὶ γὰρ δὴ ἐπεὶ πάντῃ ὅμοιόν ἐστιν, εἴπερ διαιρετὸν ὑπάρχει, πάντῃ ὁμοίως ἔσται διαιρετόν, ἀλλ’ οὐ τῇ μέν, τῇ δὲ οὔ. διῃρήσθω δὴ πάντῃ· δῆλον οὖν πάλιν ὡς οὐδὲν ὑπομενεῖ, ἀλλ’ ἔσται φροῦδον, καὶ εἴπερ συστήσεται, πάλιν ἐκ τοῦ μηδενὸς συστήσεται. εἰ γὰρ ὑπομενεῖ τι, οὐδέ πω γενήσεται πάντη διῃρημένον. ὥστε καὶ ἐκ τούτων φανερόν φησιν, ὡς ἀδιαίρετόν τε καὶ ἀμερὲς καὶ ἓν ἔσται τὸ ὄν. οἱ δὲ περὶ τὸν Ξενοκράτην τὴν μὲν πρώτην ἀκολουθίαν ὑπεῖναι συνεχώρουν, τουτέστιν ὅτι εἰ ἕν ἐστι τὸ ὂν καὶ ἀδιαίρετον ἔσται, οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν. διὸ πάλιν μηδὲ ἓν μόνον ὑπάρχειν τὸ ὄν, ἀλλὰ πλείω. διαιρετὸν μέντοι μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν. ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ κατὰ μὲν τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα, τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα, πρώτας τινὰς ὑποθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ πρῶτα. τὴν οὖν ἐκ τῆς διχοτομίας καὶ ἁπλῶς τῆς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενοκράτης οἴεται διαλύεσθαι τὰς ἀτόμους εἰσαγαγὼν γραμμὰς καὶ ἁπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ 〈τὸ〉 ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν διαλυθῆναι καὶ ἀναλωθῆναι τῶν ἀτόμων γραμμῶν ἐξ ὧν ὑφίσταται τὰ ὄντα μενουσῶν ἀτμήτων καὶ ἀδιαιρέτων.” ἐν δὴ τούτοις τοῖς ὑπὸ τοῦ Πορφυρίου ῥηθεῖσιν ὅτι μὲν πρὸς ἔπος ἡ μνήμη γέγονε τοῦ ἐκ τῆς διχοτομίας λόγου διὰ τοῦ τῇ διαιρέσει ἀκολουθοῦντος ἀτόπου τὸ ἀδιαίρετον καὶ ἓν εἰσάγοντος, εὖ ἂν ἔχοι.3 ἐφιστάνειν δὲ ἄξιον, εἰ Παρμενίδου καὶ μὴ Ζήνωνός ἐστιν ὁ λόγος, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ. οὔτε γὰρ ἐν τοῖς Παρμενιδείοις λέγεταί τι τοιοῦτο καὶ ἡ πλείστη ἱστορία τὴν ἐκ τῆς διχοτομίας ἀπορίαν εἰς τὸν Ζήνωνα ἀναπέμπει. καὶ δὴ καὶ ἐν τοῖς περὶ κινήσεως λόγοις ὡς Ζήνωνος ἀπομνημονεύεται. Καὶ τί δεῖ πολλὰ λέγειν, ὅτε καὶ ἐν αὐτῷ φέρεται τῷ τοῦ Ζήνωνος συγγράμματι;
因为凡既不在被加上时增大、也不在被减去时缩小的东西,他认为都不属于有者”[欧德谟如是说]。而且,芝诺作为一个为练习而从两方面尝试论证的人(因此他也被称为“双舌”),在对一感到困惑的同时提出这样的论证,也是合乎情理的;然而在他那包含许多论证的著作中,他在每个论证中都表明:主张[万物]是多的人必然会说出相反的主张。其中的一个论证就是,他借此表明如果[有者]是多,它们就既大又小:就大而言至于大小是无限的,就小而言至于毫无大小。正是在这个论证中,他表明凡既无大小、又无厚度、亦无任何量块之物,甚至根本就不会存在。 “因为,”他说,“如果它被加到另一有者上,它不会使之增大分毫;因为由于没有任何大小存在,即使被加上也不可能对大小有所增益。如此一来,被加上的东西就已经化为乌有了。如果当它被减去时另一事物并未变小,且当它被加上时另一事物也不增大,显而易见被加上的东西曾是虚无,被减去的东西亦然。” 芝诺说这些并不是在取消一,而是表明由于无限分割使得在所取之物前总有某种东西存在,众多而无限的事物中的每一件都具有大小;他在根据众多事物中的每一件与自身同一且是一而预先证明了没有任何事物具有大小之后,证明了这一点。并且泰米斯提乌也说,芝诺的论证是根据有是连续且不可分的来确立有是一:“因为,”他说,“如果它被分割,由于物体的无限分割,它甚至将不会严格地是一。” 但芝诺看来更像是在说它甚至不会是多。 然而波菲利却说,源自二分法的论证也属于巴门尼德,巴门尼德试图由此证明有是一。他这样写道:“巴门尼德还有另一个论证,试图通过二分法证明有仅仅是一,且这是无部分而不可分的。因为,”他说,“如果它是可分的,就让它被两半切断,然后各部分又被两半切断,且在这种情况不断进行时,显而易见,他说,要么将残留某些极微且不可分的终极大小,但在数量上无限,而全体将由极微但在数量上无限的事物构成;要么它将化为乌有,不再分解为任何东西,且由虚无构成;而这些都是荒谬的。因此它将不被分割,而是保持为一。事实上,既然它各处皆齐一,如果它真是可分的,它就将各处同样可分,而不是在此处可分在彼处不可分。那么就让它各处都被分割吧;于是再次显然,将没有任何东西残留,而是将化为乌有,且如果它被构成,它将再次由虚无构成。因为如果残留某种东西,它就还没有成为各处都被分割的。因此他说,即使从这些推论出发,显而易见有将是不可分、无部分且为一的。另一方面,克塞诺克拉底学派承认第一种推论关系成立,即如果有是一,它也将是不可分的,但他们绝不承认有是不可分的。因此他们再次认为有甚至并非仅是一,而是较多;然而并非无限可分,而是终止于某些不可分之物。然而这些不可分之物并非作为无部分且极微而不可分,而是在数量与质料上可切断且具有部分,在形式上则是不可分且在先的,他假设存在某些在先的不可分的线,以及由此构成的在先的平面和立体。因此克塞诺克拉底认为,通过引入不可分的线并一般地设定不可分的大小,源自二分法以及一般地源自无限切断和分割的难题便得以解决,从而避免了有若是可分的就会分解并耗尽为非有,而有者由之构成的不可分的线则保持未被切断且不可分。” 那么,在波菲利所说的这些话中,二分法的论证通过伴随着分割的荒谬而引入不可分者与一,其与原文文句相符的提及固然是得当的。但是,这一论证究竟是属于巴门尼德而非芝诺(正如亚历山大所认为的),则值得审察。因为在巴门尼德的著作中完全没有说及任何此类事物,而绝大多数史料考察都将二分法难题归于芝诺。并且在关于运动的论证中,它也是作为芝诺的论证被记载的。又何须多言呢,因为这个论证甚至就见于芝诺本人的著作之中?
- 1.26ὃ γὰρ μήτε προστιθέμενον αὔξει μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ᾤετο τῶν ὄντων εἶναι
前一区块末尾欧德谟引文的结语。关系代词 ὃ 兼含先行词(“凡……之物”),作为主句动词 ᾤετο(主语为芝诺)所统辖的不定词 εἶναι 的宾格主语。τῶν ὄντων 为部分属格(“属于有者”)。
- 1.26καὶ ταῦτα οὐχὶ τὸ ἓν ἀναιρῶν ὁ Ζήνων λέγει, ἀλλ’ ὅτι μέγεθος ἔχει ἕκαστον τῶν πολλῶν καὶ ἀπείρων τῷ πρὸ τοῦ λαμβανομένου ἀεί τι εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομήν· ὃ δείκνυσι προδείξας ὅτι οὐδὲν ἔχει μέγεθος ἐκ τοῦ ἕκαστον τῶν πολλῶν ἑαυτῷ ταὐτὸν εἶναι καὶ ἕν
句子的基本框架为 λέγει οὐχὶ τὸ ἓν ἀναιρῶν, ἀλλ’ [λέγει] ὅτι...。短语 τῷ ... εἶναί τι 为表示原因的与格冠词定式(“由于无限分割使得在所取之物前总有某种东西存在”),解释为何多数事物各具大小。其后的 ὃ δείκνυσι 中,关系代词 ὃ 指代前述命题(众多事物的每一件都具有大小),而分词 προδείξας(“预先证明后”)引出先前关于“没有任何事物具有大小”的论证。
- 1.26ὅτι μὲν πρὸς ἔπος ἡ μνήμη γέγονε τοῦ ἐκ τῆς διχοτομίας λόγου διὰ τοῦ τῇ διαιρέσει ἀκολουθοῦντος ἀτόπου τὸ ἀδιαίρετον καὶ ἓν εἰσάγοντος, εὖ ἂν ἔχοι
主句谓语为无人称的 εὖ ἂν ἔχοι(“固然是得当的/可以成立”),整个 ὅτι 从句作其真正主语。介词短语 πρὸς ἔπος 意为“切合文句/恰当地”。属格分词 εἰσάγοντος 与 τοῦ ... λόγου 一致,修饰“通过伴随分割而来的荒谬引入不可分者与一的[二分法论证]”。
