- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:137.10-139.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了亚里士多德在第一个妥协(引入非有)中并非针对柏拉图,随后引述了亚历山大关于第二个论证(源于二分法及克塞诺克拉底引入不可分线)属于芝诺的解释,并批判性地审察了芝诺是否真的旨在取消“一”。
καὶ ἔτι μέντοι οὐκ ἂν πρὸς Πλάτωνα ἐν τούτοις ἀποτείνοιτο ὡς μάτην δείσαντα, εἰ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, μὴ πάντα ἓν εἴη, καὶ1 διὰ τοῦτο τὸ μὴ ὂν εἰσάγοντα.2 οὐ γὰρ διὰ τοῦ τὸ μὴ ὂν εἰσαγαγεῖν πολλὰ τὰ ὄντα δείκνυσιν ὁ Πλάτων, ἀλλὰ τοῦτο μὲν ἔδειξεν ἄλλο μὲν τὸ ἕν, ἄλλο δὲ τὸ ὂν ἀποδείξας καὶ ἐκ τοῦ ὁλομελὲς εἶναι πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλές. τὸ δὲ μὴ ὂν ἐδεήθη † δὲ καὶ τὸν σοφιστὴν ‘εἰδωλοποιὸν’ εἰπών, τὸ δὲ εἴδωλον ψεῦδός τι ἔχειν, ψεῦδος δὲ μὴ εἶναι, εἰ μὴ τὸ μὴ ὂν ἔστιν. ὁ γὰρ ψευδόμενος ἢ τὸ μὴ εἶναι λέγει ἢ τὸ μὴ ὂν εἶναι. Ταῦτα μὲν οὖν περὶ τῆς ἑτέρας ἐνδόσεως, τοῦ Ἀριστοτέλους μήτε τὸ μοναχῶς λέγεσθαι τὸ ὂν συγχωροῦντος μήτε ἐνδιδόντος τῇ λεγούσῃ προτάσει τὸ παρὰ τὸ ὂν οὐκ ὄν· εἰ μή τις τὸ οὐκ ὂν λέγοι, ὡς οὐσία μὲν οὐκ ἔστιν, ἄλλο δέ τι εἶναι οὐ κωλύεται. ὅπερ καὶ Πλάτων πρὸ τοῦ Ἀριστοτέλους ἐβόα. δῆλος δέ ἐστι καὶ Ἀριστοτέλης συνιδὼν ὅτι τῷ πλήθει τὸ μὴ ὂν συνεισέρχεται. οὐδὲν γὰρ κωλύει, φησί, μὴ ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν. ἐφεξῆς μέντοι κἂν ἀληθής, φησίν, εἴη ἡ πρότασις, ἡ λέγουσα τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὐκ ἤδη διὰ τοῦτο ἀνάγκη ἓν πάντα εἶναι τῷ ἀριθμῷ. τὸ γὰρ αὐτοόν, ὅπερ αὐτοὶ ὑποτίθενται, οὐδεὶς ἂν ἄλλο τι λεγόμενον ἀκούοι ἢ τὸ ὅπερ ὄν, τουτέστι τὸ κυρίως ὄν, τουτέστι τὴν οὐσίαν. τούτου δὲ οὕτως ἔχοντος, δέδεικται πρότερον, ὅτι εἴτε μετέχοι τὸ ὅπερ ὂν συμβεβηκότος, πολλά ἐστι τὰ ὄντα, εἴτε μὴ μετέχοι, καὶ αὐτὰ καθ’ αὑτὰ τὰ ὅπερ ὄντα πολλά ἐστι διὰ τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὅπερ ὄντος οὐσιωδῶς παραλαμβανόμενα. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὸ ὅπερ ὂν καὶ αὐτοὸν κέκληκε κατὰ τὴν Πλατωνικὴν συνήθειαν. Τὸν δὲ δεύτερον λόγον τὸν ἐκ τῆς διχοτομίας τοῦ Ζήνωνος εἶναί φησιν ὁ Ἀλέξανδρος λέγοντος, ὡς εἰ μέγεθος ἔχοι τὸ ὂν καὶ διαιροῖτο, πολλὰ τὸ ὂν καὶ οὐχ ἓν ἔτι ἔσεσθαι, καὶ διὰ τούτου δεικνύντος ὅτι μηδὲν τῶν ὄντων ἔστι τὸ ἕν. περὶ δὲ τοῦ λόγου τούτου καὶ διὰ τῶν ἔμπροσθεν εἰρηκέναι φησὶ τὸν Ἀριστοτέλην, ἐν οἷς ἔλεγεν “ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων”, οὗ καὶ τὴν λύσιν παρέθετο διὰ τοῦ “ὥσπερ οὐκ ἐνδεχόμενον ταὐτὸν ἓν καὶ πολλὰ εἶναι, μὴ τὰ ἀντικείμενα δέ. ἔστι δὲ τὸ ὂν καὶ ἓν δυνάμει καὶ ἐντελεχείᾳ”. “τούτῳ δὲ τῷ λόγῳ, φησί, τῷ περὶ τῆς διχοτομίας ἐνδοῦναι Ξενοκράτη τὸν Καλχηδόνιον δεξάμενον μὲν τὸ πᾶν τὸ διαιρετὸν πολλὰ εἶναι (τὸ γὰρ μέρος ἕτερον εἶναι τοῦ ὅλου) καὶ τὸ μὴ δύνασθαι ταὐτὸν ἕν τε ἅμα καὶ πολλὰ εἶναι διὰ τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν, μηκέτι δὲ συγχωρεῖν πᾶν μέγεθος διαιρετὸν εἶναι καὶ μέρος ἔχειν· εἶναι γάρ τινας ἀτόμους γραμμάς, ἐφ’ ὧν οὐκέτι ἀληθεύεσθαι τὸ πολλὰς ταύτας εἶναι. οὕτως γὰρ ᾤετο τὴν τοῦ ἑνὸς εὑρίσκειν φύσιν καὶ φεύγειν τὴν ἀντίφασιν διὰ τοῦ μήτε τὸ διαιρετὸν ἓν εἶναι ἀλλὰ πολλά, μήτε τὰς ἀτόμους γραμμὰς πολλὰ ἀλλ’ ἓν μόνον.” ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐφιστάνειν ἄξιον πρῶτον μέν, εἰ Ζήνωνος οἰκεῖον τοῦτο τὸ μηδὲν τῶν ὄντων λέγειν τὸ ἕν. ὅς γε τοὐναντίον πολλὰ γέγραφεν ἐπιχειρήματα τὸ πολλὰ εἶναι ἀναιρῶν, ἵνα διὰ τῆς τῶν πολλῶν ἀναιρέσεως τὸ ἓν εἶναι πάντα βεβαιωθῇ, ὅπερ καὶ ὁ Παρμενίδης ἐβούλετο. ἔπειτα ἔδει τὴν χρείαν εἰπεῖν τῆς μνήμης τοῦ Ζήνωνος λόγου καὶ τῶν μάτην ἐνδεδωκότων αὐτῷ,3 ὥσπερ τῶν ἐνδόντων μὲν τῷ Παρμενίδου λόγῳ, τὸ δὲ μὴ ὂν εἰσαγαγόντων ἡ χρεία δήλη ἦν· ἵνα γὰρ πολλὰ δειχθῇ τὰ ὄντα, ὅπερ ὁ Παρμενίδης οὐκ ἐβούλετο. εἰ δὲ αὐτὸς ὁ Ζήνων ἀνῄρει τὸ ἓν πολλὰ εἶναι δεικνύς, οὐκ ἐδεῖτό τινος συνηγορίας ὁ λόγος, εἰ μὴ ἄρα λέγοι τις ὅτι ὡς ἀντιθέτου τούτου τοῦ λόγου τοῦ λέγοντος πολλὰ μόνον εἶναι τὰ ὄντα ἐμνημόνευσεν. Ἀλλ’ ἔοικεν ἀπὸ τῶν Εὐδήμου λόγων ὁ Ἀλέξανδρος δόξαν περὶ τοῦ Ζήνωνος λαβεῖν ὡς ἀναιροῦντος τὸ ἕν· λέγει γὰρ ὁ Εὔδημος ἐν τοῖς Φυσικοῖς “ἆρα οὖν τοῦτο μὲν οὐκ ἔστιν, ἔστι δέ τι ἕν; τοῦτο γὰρ ἠπορεῖτο. καὶ Ζήνωνά φασιν λέγειν, εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν, ἕξειν τὰ ὄντα λέγειν.4 ἠπόρει δὲ ὡς ἔοικε διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατηγορικῶς τε πολλὰ λέγεσθαι καὶ μερισμῷ, τὴν δὲ στιγμὴν μηθὲν τιθέναι.
而且,亚里士多德在这些论述中也不会是针对柏拉图,仿佛后者徒然害怕如果有的旁边者是非有,万物就会成为一,并因此引入了非有。因为柏拉图并不是通过引入非有来证明有者是多数的,而是通过论证了一异于有,以及根据[巴门尼德描述有的诗句]“各部分完满,从各方看皆宛如浑圆球体之量块,自中心均等平衡”,来证明这一点的。至于非有,乃是[由于他需要它],也因为他把智者称为“影像制造者”,而影像含有某种虚假,且若非有不存在,虚假便不可能存在。因为说谎者要么说有者不存在,要么说非有存在。 那么,关于其中一方面的妥协便谈到这里;亚里士多德既不承认有是以单一方式被言说的,也不屈从于那主张“有的旁边者是非有”的前提——除非有人说“非有”的意思是说它虽非实体,但并不妨碍它是某种别的事物。这正是柏拉图在亚里士多德之前就已大声疾呼的。而且显而易见,亚里士多德也认识到了非有伴随着多数性一同进入。因为他说,没有任何事物妨碍非有不是断然地存在,而是作为某种非有而存在。然而接着他说,即使那主张“有的旁边者是非有”的前提是真的,万物在数量上也并不因此就必然是一。因为对于他们自己所设定的“有本身”,绝不会有人理解为是指除“恰恰是有之物”——即本真之有,即实体——之外的任何东西。既然如此,此前已经证明过:无论恰恰是有之物分有了偶性,有者都是多数;还是它不分有偶性,恰恰是有之物就其自身而言也因在恰恰是有之物的定义中被实体性地包含的事物而成为多数。值得注意的是,他按照柏拉图的习惯把“恰恰是有之物”也称为“有本身”。 另一方面,亚历山大说,那第二个源自二分法的论证属于芝诺,芝诺说如果“有”具有大小并被分割,有将是多数而不再是一,并通过这一论证表明有者之中没有一个是“一”。亚历山大还说,关于这个论证,亚里士多德在前面论及“古人之后的那些人也感到困惑”时就已经谈到过,在那里他也通过“仿佛同一事物不可能既是一又是多,只要不是以对立的方式;因为有与一既潜在地存在,也现实地存在”给出了解决方案。他说:“卡尔凯敦的克塞诺克拉底正是屈服于这个关于二分法的论证,他一方面接受凡可分的皆是多(因为部分不同于整体),并且由于矛盾不能同时为真,同一事物不能同时既是一又是多;但他不再承认凡大小皆可分且具有部分,因为[他说]存在着某些不可分割的线,对它们而言说它们是多便不再为真。因为他以为通过可分者不是一而是多,不可分的线不是多而仅是一,就能以此发现一的本性并逃避矛盾。” 面对亚历山大的这番话,首先值得审察的是:主张有者中没有一个是一,这是否真是芝诺本人的观点。因为正相反,芝诺写下了许多否定多之存在的论证,以便通过对多的否定确立万物皆是一——这正是巴门尼德的意图。其次,[亚历山大]本应当说明提及芝诺的论证以及那些徒然屈服于该论证的人究竟有何用意,正如那些屈服于巴门尼德的论证而引入非有的人其用意显而易见一样(即为了证明有者是多数的,而这是巴门尼德所不愿看到的)。如果芝诺本人通过证明[有]是多来取消一,那么这个论证根本不需要任何辩护,除非有人说亚里士多德是作为对立面而提及这个主张有者仅仅是多的论证。然而,亚历山大看来是从欧德谟的论述中获得了芝诺否定一的这一看法;因为欧德谟在《物理学》中说:“那么这[点]是不存在的,而存在着某种一吗?因为这曾是一个难题。据说芝诺曾说,如果有人能向他说明究竟什么是一,他就能讲述有者。看来他之所以陷入难题,是因为可感事物中的每一件既在述谓上又在分割上被说成是多,而他把点当作了虚无。”
- 1.26τὸ δὲ μὴ ὂν ἐδεήθη † δὲ καὶ
底本中标有求救符(crux)的受损文句。在结构上它呼应前句(并非为了证明多而引入非有),表明柏拉图是因为给智者下定义而“需要了非有(ἐδεήθη)”;其后的分词 εἰπών 和宾格不定词短语(τὸ δὲ εἴδωλον... ἔχειν, ψεῦδος δὲ μὴ εἶναι)说明了其理由与具体语境。
- 1.26ὡς μάτην δείσαντα... καὶ διὰ τοῦτο τὸ μὴ ὂν εἰσάγοντα
修饰主动词 ἀποτείνοιτο 的分词结构。ὡς 引出表示被设想的主观动机/态度的分词结构,宾格分词 δείσαντα 和 εἰσάγοντα 与其逻辑上的受词(柏拉图)保持一致,分别支配惧怕从句(μὴ πάντα ἓν εἴη)和直接宾语(τὸ μὴ ὂν)。
- 1.26τῆς μνήμης τοῦ Ζήνωνος λόγου καὶ τῶν μάτην ἐνδεδωκότων αὐτῷ
在非人称动词 ἔδει 所支配的宾格不定词结构(ἔδει [αὐτὸν] τὴν χρείαν εἰπεῖν...)中修饰名词 χρείαν 的属格短语。μνήμης 是 χρείαν 的宾格性属格,而其下的 τοῦ Ζήνωνος λόγου 以及 τῶν... ἐνδεδωκότων 则是依附于 μνήμης 的嵌套式宾格性属格。
- 1.26εἴ τις αὐτῷ τὸ ἓν ἀποδοίη τί ποτέ ἐστιν, ἕξειν τὰ ὄντα λέγειν
从属于传闻动词 φασίν 的间接引语中的条件句。其直接引语形式本为将来的条件结构,在此推移为从句中的祈愿法 ἀποδοίη 与主句中的将来时不定词 ἕξειν(逻辑主语为芝诺)。句中的 τὸ ἓν 作为前置宾语,在间接疑问从句 τί ποτέ ἐστιν 之前构成了先取构词(prolepsis)。
