← 辛普里丘

亚里士多德《物理学》注释

§135.20-137.10

柏拉图非有概念的阐释与对注疏家的反驳

辛普里丘完成了对柏拉图《智者篇》的引述,并在非有的理解上批评了亚历山大和波菲利的诠释。他论证柏拉图所引入的既非断然的非有,亦非可感的生成物,而是理智形相中的差异,因此亚里士多德在187a1的批评不可能针对柏拉图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26#2

Ὅτι ὁ μέν πού φησιν οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα,1 ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. Λέγει γὰρ οὖν οὕτως. Ἡμεῖς δέ γε οὐ μόνον ὡς ἔστι τὰ μὴ ὄντα ἀπεδείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος ὃ τυγχάνει ὂν τοῦ ὄντος ἀπεφηνάμεθα. τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἑκάστου μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν. Μὴ τοίνυν ἡμᾶς εἴπῃ τις, ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν,2 εἴτε ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον. ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν, ὅτι συμμίγνυταί τε ἀλλήλοις τὰ γένη καὶ τό τε ὂν καὶ θάτερον διὰ πάντων καὶ δι’ ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν τοῦ ὄντος ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκεῖνό γε οὗ μετέσχεν ἀλλ’ ἕτερον, ἕτερον δὲ τοῦ ὄντος ὂν ἔστι σαφέστατα ἐξ ἀνάγκης εἶναι μὴ ὄν. τὸ δὲ μὴ ὂν αὖ θατέρου μετειληφὸς ἕτερον τῶν ἄλλων ἂν εἴη γενῶν. ἕτερον δὲ ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐδὲ ξύμπαντα τὰ ἄλλα πλὴν αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὖ μυρία ἐπὶ μυρίοις οὐκ ἔστι, καὶ τὰ ἄλλα δὴ καθ’ ἕκαστον οὕτω καὶ ξύμπαντα πολλαχῇ μὲν ἔστι, πολλαχῇ δὲ οὐκ ἔστιν.” ἐκ δὴ ταύτης τῆς ῥήσεως ὁ Ἀλέξανδρος ᾠήθη τὸν Πλάτωνα τὸ ἁπλῶς μὴ ὂν εἰσάγειν, ὡς τὸ ἁπλῶς ὂν εἰληφότα τὸ ὡς γένος ὄν. καὶ ἤρκει μὲν αὐτοῦ τοῦ Πλάτωνος ἀκοῦσαι λέγοντος “μὴ τοίνυν ἡμᾶς εἴπῃ τις, ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν” καὶ ὅτι ‘ἔστι μὲν ἕκαστον διὰ τὴν τοῦ ὄντος μέθεξιν, οὐ μὴν τὸ ὄν ἐστι’. καὶ πρὸ ταύτης δὲ τῆς ῥήσεως, ὁποῖον μὴ ὂν εἰσάγει, σαφῶς ἐδήλωσεν εἰπὼν “ὁπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν τοῦ ὄντος, ἀλλ’ ἕτερον μόνον”. ἤρκει δὲ καὶ τὰ περὶ τοῦ ἁπλῶς μὴ ὄντος καὶ ἐναντίου τῷ ὄντι εἰρημένα ἀκοῦσαι, ὡς καὶ τὸν ὁποιονοῦν περὶ αὐτοῦ λόγον παραιτεῖται ὁ Πλάτων. οὐδὲ γὰρ ὁ εἶναι οὐδὲ ὁ μὴ εἶναι λέγων αὐτὸ ἀνεύθυνος. οὐδὲ τὸ λέγειν τι περὶ αὐτοῦ ἀσφαλές. ἤρκει μὲν οὖν ὅπερ εἶπον καὶ ταῦτα. ἐννοῆσαι δὲ χρὴ ὅτι τὸ ὑπὸ τοῦ Πλάτωνος εἰλημμένον ὄν ἐστι τὸ κατ’ αὐτὴν τοῦ εἶναι τὴν ἰδιότητα ψιλὴν θεωρούμενον, ὃ καὶ ἀντιδιῄρηται πρός τε τὰ ἄλλα γένη καὶ πρὸς τὸ μὴ ὄν· καὶ γὰρ τοῦτο γένος εἶναί φησιν, ἀλλ’ οὐχὶ τὸ παντελῶς ὂν τὸ καὶ τὰ γένη πάντα ἐν ἑαυτῷ συνηρηκός· ᾧ τὸ παντελῶς μὴ ὂν ἀντικέοιτο, εἰ καὶ τὸ ἀντικεῖσθαι δυνατὸν ἐπ’ αὐτοῦ λέγειν. τὸ δὲ τοιοῦτον ὂν οὐκ ἄν εἴη γένος, εἴπερ τὰ γένη ἐναντία διαιρέσει ἐστὶ τῇ πρὸς ἄλληλα. καὶ κατὰ μίαν ἰδιότητα περιγέγραπται διακεκριμένα ἤδη ταῦτα ἀπὸ τῆς νοητῆς ἑνώσεως, ἐν ᾗ πάντα ἓν ἦν, ὡς ὁ Παρμενίδης φησί, καὶ ὑπελθόντα πρῶτον μὲν εἰς τὴν νοερὰν διάκρισιν, ἀμερίστως μερισθεῖσαν καὶ εἰς τὸν αἰσθητὸν διασπασμὸν καὶ μεταξὺ τούτων εἰς τὴν ψυχικὴν ἀλληλουχίαν. ὥστε πολλοῦ δεῖ τὸ ἁπλῶς μὴ ὂν εἰσάγειν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενον ὁ Πλάτων.3 Ὁ δέ γε Πορφύριος ὅτι μὲν οὐ τὸ ἁπλῶς μὴ ὂν ὁ Πλάτων εἰσάγει, καλῶς ἐθεάσατο, ὅτι δὲ μὴ ὂν τὸ γενητὸν ὂν ἐν Σοφιστῇ φησι παραδιδόναι, περὶ οὗ λέγει ἐν Τιμαίῳ “καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε”, τοῦτο ἐπιστάσεως ἄξιον εἶναί μοι δοκεῖ. οὐ γὰρ ἐν τῇ τῶν αἰσθητῶν, ἀλλ’ ἐν τῇ τῶν νοερῶν εἰδῶν διακρίσει τὸ μὴ ὂν ὁ Πλάτων ἀνευρίσκειν δοκεῖ. πότε γὰρ ἂν περὶ τῶν ἐνύλων καὶ αἰσθητῶν ἔλεγε ταῦτα “τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς ὄντι μὴ παρεῖναι μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὼς εἶναι;” κοινῇ δὲ πρὸς τὸν Ἀλέξανδρον λέγω καὶ τὸν Πορφύριον, ὅτι οὐκ ἂν οὕτω σαφῶς τοῦ Πλάτωνος τὸ τὶ μὴ ὂν λέγοντος εἶναι τὸ ὑπ’ αὐτοῦ εἰσαγόμενον, ὡς τὸ ἁπλῶς μὴ ὂν εἰσάγοντι ὁ Ἀριστοτέλης ἐνεκάλει.

“‘因为他在某处说:“决不能强使非有者存在。而你当使思想远离这条探求之路。”’‘因为他确实是这样说的。’‘然而我们不仅证明了非有者存在,而且还表明了有之形相究竟是什么。因为在证明了异之本性存在并且在所有彼此相关的有者之上被细分之后,对于异与各物之有相对置的部分,我们敢于断言:这恰恰就是真正的非有。因此,不要让任何人说我们宣称非有是有之相反者而敢于断言它是存在的。因为至于有的某种相反者,无论它是存在还是不存在,是有道理还是全然荒谬,我们早已与之作别。但对于我们现在所说的非有,要么有人通过驳斥使我们信服我们言之不当,要么只要他做不到这一点,他就必须像我们一样主张:诸属相互混融,有与异贯通于万物并相互贯通,异因分有了有而凭借这一分有存在,但决非它所分有的那个东西,而是与之相异,且由于异于有,它最清楚不过地必然是非有;反之,非有亦分有了异,将不同于其他诸属。而由于异于所有那些属,它既非它们中的每一个,亦非除自身之外的其他一切属的总和,从而有毫无疑问又在无数事物上不存在,而其他事物在个别上以及全体上也都是以许多方式存在,又以许多方式不存在。’”正是根据这段言论,亚历山大认为柏拉图引入了断然的非有,因为他把作为属的有当成了断然的有。而且,本只需听听柏拉图自己所说的话便已足够:“因此,不要让任何人说我们宣称非有是有之相反者而敢于断言[它是存在的]”,以及“各个事物虽因分有有而存在,但决非有本身”。并且在这段言论之前,他也清楚地表明了自己引入的是何种非有,他说:“当我们说非有时,看来我们所说的并不是有的某种相反者,而仅仅是与其不同者。”而且,本只需听听关于断然的非有以及与有相反者的那些论述便已足够,看看柏拉图是如何拒绝对其进行任何讨论的。因为无论说它存在的人还是说它不存在的人都难辞其咎,对其有所谈论也绝非安全之事。因此,正如我所说的,仅有这些也已足够。但必须理解的是,柏拉图所取的有,乃是依其自身的单纯特质而被考察的有,这一有与其他的属以及非有呈同等并列划分——因为他说这也是一个属——而不是将所有属都总括于自身之内的全然的有;与这全然的有相对立的将是全然的非有,如果对其尚能谈及对立的话。而这样的有决不会是一个属,如果各属在相互的区分中是对立的,并且依照单一种特质被界定的话;这些属已经从可理知的一致性——在其中万物如巴门尼德所言皆为一——中区别开来,并且首先降入以不可分的方式被分割的理智区别之中,又降入可感的离散之中,并在二者之间降入灵魂的连续之中。因此,柏拉图断然不会引入与断然的有相对立的断然的非有。 另一方面,波菲利固然准确地看出了柏拉图引入的并非断然的非有,但他声称柏拉图在《智者篇》中所传授的非有乃是生成的有——关于这一点柏拉图在《蒂迈欧篇》中说“又什么是生成而决不存在的事物”——这一点在我看来值得审察。因为柏拉图似乎不是在可感事物的区别中,而是在理智形相的区别中发现非有的。否则,他何时会针对具质料的可感事物说出这样的话:“那么凭宙斯起誓,难道我们真能轻易被说服,认为运动、生命、灵魂和明智并不临在于全然的有之中,认为它既不活着也不思考,而是虽庄严圣洁,却没有理智,静止不动地挺立着吗?” 而且我对亚历山大和波菲利共同要说的是:既然柏拉图如此明确地表明由他所引入的是某种特定的非有,亚里士多德就不会像指责引入断然的非有之人那样来谴责他了。

语法注3 条
  1. 1.26οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα

    由 οὐ μή 连用后接不定过去时被动语态虚拟式(δαμῇ 为 δαμάζω 的不定过去时被动语态虚拟式第三人称单数)构成的强否定句式。主语 τοῦτο 先行指代其后的不定式短语 εἶναι μὴ ὄντα(“非有者存在”),全句意为“决不能强使非有者存在”。

  2. 1.26χαίρειν πάλαι λέγομεν,

    χαίρειν λέγω 是通常接与格、意为“告别”、“摒弃”或“不再理会”的习语。此处并未直接使用与格补足语,而是由介词短语 περὶ μὲν ἐναντίου τινὸς αὐτῷ(“关于它的某种相反者”)引出话题,意为“关于它的相反者,我们早已与之作别(不再理会)”。

  3. 1.26πολλοῦ δεῖ τὸ ἁπλῶς μὴ ὂν εἰσάγειν τὸ τῷ ἁπλῶς ὄντι ἀντικείμενον ὁ Πλάτων

    非人称习语 πολλοῦ δεῖ(“远未……”、“决非……”)后接不定式 εἰσάγειν,而动作的施事主语则以主格形式 ὁ Πλάτων 置于句末。这种将非人称结构与主格主语相结合的混成句式,意为“柏拉图决不可能引入与断然的有相对立的断然的非有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:135.20-137.10