- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1363.28-1365.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘回顾了《物理学》第八卷的整体论证结构,概述了从运动永恒性的证明、三个反驳及其解答、运动与静止的分类,直至凡被推动者皆由某物推动的原则以及自身运动者与不可动推动者的推导过程。
προβαλόμενος γὰρ ἐν ἀρχῇ ζητεῖν, εἰ ἔστιν ἀεὶ κίνησις καὶ οὔτε γέγονε πρότερον μὴ οὖσα οὔτε φθαρήσεται, ὥστε ὕστερον μηκέτι εἶναι, δείκνυσι τοῦτο πρῶτον μὲν ἐκ τῆς πάντων σχεδὸν τῶν φυσικῶν συμφωνίας, τὸν Ἀναξαγόραν καὶ τὸν Ἐμπεδοκλέα μόνους ὡς μὴ ἀεὶ κίνησιν εἶναι δοκοῦντας λέγειν παραιτησάμενος.1 δεύτερον ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως δείκνυσιν, ὅτι οὐκ ἔστιν οὔτε πρώτην οὔτε ἐσχάτην κίνησιν λαβεῖν. ἀλλὰ καὶ τῆς πρώτης ἔστιν ἀεὶ προτέρα καὶ τῆς ὑστέρας ὑστέρα ὡς ἀεὶ κινήσεως οὔσης. τρίτον τὸ αὐτὸ δείκνυσιν ἀπὸ τοῦ κατὰ χρόνον προτέρου καὶ ὑστέρου. τέταρτον ἀπὸ τοῦ νῦν τοῦ ἐν τῷ χρόνῳ μέσου ὄντος ἀεὶ παρεληλυθότος καὶ μέλλοντος. εἶτα ἐπιστήσας, ὅτι τὸ λέγειν πρότερον μὲν τὸν ἄπειρον αἰῶνα μὴ εἶναι κίνησιν, ὕστερον δὲ εἶναι πλάσματι ἔοικεν, ὥσπερ καὶ τὸ λέγειν “οὕτω πέφυκεν”, τότε λοιπὸν τοὺς ἐνισταμένους λόγους πρὸς τὸ ἀεὶ εἶναι κίνησιν ἐκτίθεται τρεῖς ὄντας, ὧν ὁ μὲν πρῶτος ἐκ τοῦ πᾶσαν μεταβολὴν ἐξ ἐναντίου εἰς ἐναντίον γίνεσθαι καὶ ὡρίσθαι τὰ ἐναντία τὸ μὴ εἶναι συνεχῆ καὶ ἀίδιον κίνησιν ἀποδεικνύναι πειρᾶται. τὸ δὲ δεύτερον, ὅτι γίνεται κίνησις μὴ πρότερον οὖσα, δεικνύναι δοκεῖ ἐκ τοῦ τὰ ἄψυχα μὴ πρότερον κινούμενα ὕστερον κινεῖσθαι. ὁ δὲ τρίτος ἀπὸ τῶν ἐμψύχων, ὅτι καὶ ταῦτα μὴ πρότερον κινούμενα ὕστερον κινεῖται μὴ φαινομένης τῆς κινούσης αἰτίας ὥσπερ ἐπὶ τῶν ἀψύχων, καὶ διὰ τοῦτο μᾶλλον ἐπὶ τούτων δοκούσης γίνεσθαι κινήσεως μὴ πρότερον οὔσης. καὶ λοιπὸν λύει τὰς ἐνστάσεις, τὴν μὲν πρώτην ἀπὸ τοῦ τὰς μὲν ἐξ ἐναντίων εἰς ἐναντία μεταβολὰς πεπερασμένας εἶναι, μηδὲν δὲ κωλύειν εἶναι καὶ μίαν τινὰ καὶ συνεχῆ καὶ ἀΐδιον, τὰς δὲ ἄλλας ἀπὸ τοῦ πρὸ τῶν φαινομένων κινήσεων εἶναι ἄλλας κινήσεις. εἶτα ἐπ’ ἀρχὴν ἀναγαγὼν τὸν λόγον διαιρεῖ τὴν τῶν ὄντων σχέσιν πρός τε κίνησιν καὶ πρὸς ἠρεμίαν καὶ δείκνυσιν πρῶτον μέν, ὅτι οὐ πάντα ἀεὶ ἠρεμεῖ ἔκ τε τῆς ἐναργείας καὶ ἐκ διαφόρων ἐπιβολῶν, εἶτα ὅτι οὐδὲ πάντα ἀεὶ κινεῖται, καὶ τρίτον 〈ὅτι〉 οὐδὲ τὰ μὲν ἀεὶ ἠρεμεῖ, τὰ δὲ ἀεὶ κινεῖται, οὔτε πάντα ποτὲ μὲν ἠρεμεῖ ποτὲ δὲ κινεῖται. εἶτα ἀναλαβὼν τὴν διαίρεσιν καὶ συντόμως ἐλέγξας τὰ εἰρημένα τμήματα τὸ περιλειπόμενον βεβαιοῖ τὸ λέγον τὰ μὲν ἀεὶ ἠρεμεῖν, τὰ δὲ ἀεὶ κινεῖσθαι, τὰ δὲ ποτὲ μὲν ἠρεμεῖν, ποτὲ δὲ κινεῖσθαι. ἐφ’ οἷς διαίρεσιν τῶν κινούντων καὶ τῶν κινουμένων ποιεῖται εἰς ἀπόδειξιν τὴν οὖσαν προσεχῶς τοῦ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι.2 ἐξ οὗ πάλιν δείκνυται, ὅτι τῶν ὄντων τὰ μὲν ἀεὶ κινεῖται, τὰ δὲ ἀεὶ ἠρεμεῖ, τὰ δὲ ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ. ἔτι δὲ καὶ ὅτι τῶν μὲν κινούντων καὶ κινουμένων πρῶτόν ἐστι τὸ αὐτοκίνητον, τῶν δὲ κινούντων ἁπλῶς πρῶτον τὸ ἀκίνητον. ἐν δὲ τῷ δεικνύναι, ὅτι πᾶν τὸ κινούμενον ὑπ’ ἄλλου τινὸς παρ’ ἑαυτὸ κινεῖται, δείκνυσιν ὅτι καὶ τὰ φυσικὰ σώματα τὰ ἁπλᾶ οὐχ ἑαυτὰ κινεῖ, ἀλλὰ ὑπ’ ἄλλου κινεῖται βίᾳ μὲν ἐκ τοῦ ῥιπτοῦντος ἢ ὠθοῦντος ἢ ἕλκοντος, κατὰ φύσιν δὲ ἀπὸ τοῦ μεταβάλλοντος αὐτὸ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. καὶ ὅτι καὶ ὁ τὸ ἐμπόδιον ἀφαιρῶν κινεῖ, ἀλλὰ κατὰ συμβεβηκός. εἶτα συναγαγὼν τὸν λόγον συντόμως δείκνυσιν, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται ἢ δι’ ἑαυτοῦ κινοῦντος ἢ δι’ ἄλλου· εἰ δὲ τοῦτο οὕτως ἔχει, ἢ ἐπ’ ἄπειρον ἀνάγκη ἰέναι ἄλλο ὑπ’ ἄλλου κινεῖσθαι λέγοντα, ἢ εἰς τὸ ὑφ’ ἑαυτοῦ κινούμενον καταντᾶν. εἶτα καὶ κατὰ ἄλλην ἔφοδον δείκνυσιν, ὅτι τῶν κινούντων καὶ κινουμένων πρῶτόν ἐστι τὸ αὐτοκίνητον. καὶ οὕτως εὑρὼν τὸ πρώτως κινοῦν ὡς κινούμενον ἐφεξῆς καὶ τὸ ἀκίνητον εὑρίσκει δεικνύς, ὅτι οὐ πᾶν τὸ κινοῦν κινούμενον καὶ αὐτὸ κινεῖ οὔτε κατὰ συμβεβηκὸς οὔτε καθ’ αὑτό. καὶ πρῶτον δείκνυσιν, ὅτι οὐ κατὰ συμβεβηκός. καὶ μεταξὺ εἰπών, ὅτι ὄντος τοῦ μόνως κινουμένου καὶ τοῦ κινοῦντος ἅμα καὶ κινουμένου εὔλογον εἶναι καὶ τὸ μόνως κινοῦν μὴ κινούμενον,3 τότε δείκνυσιν, ὅτι οὐδὲ καθ’ αὑτὸ ἀνάγκη πᾶν τὸ κινοῦν ὑπό τινος κινούμενον κινεῖν. καὶ καθόλου λοιπὸν δείκνυσιν, ὅτι τὸ πρῶτον κινούμενον ἢ ὑπὸ ἀκινήτου ἢ ὑπὸ αὐτοκινήτου κινήσεται. καὶ προστίθησιν, ὅτι μᾶλλον ἀρχὴ κινήσεως τὸ αὐτοκίνητον ἤπερ τὸ ὑπ’ ἄλλου κινούμενον.
因为他在开头提出探讨运动是否是永恒的,且既非先前不存在而后生成,亦不会消灭致使以后不再存在;他首先根据几乎所有自然哲学家的一致意见证明了这一点,仅排除了阿那克萨戈拉与恩培多克勒,因其似乎并未主张运动总是存在的。其次,他根据运动的定义证明,既不可能把握最初的运动,也不可能把握最后的运动;相反,在最初者之前总有在先者,在后继者之后总有在后者,因为运动总是存在的。第三,他根据时间中的先后证明同一件事。第四,根据时间中始终介于过去与未来之间的“现在”[证明之]。接着,他指出,声称在以往无限的时间里并无运动而后来却有了运动,犹如虚构之词,正如声称“其本性即是如此”一样;随后他便陈述了反对运动常在的三个反驳论点。其中第一个论点试图根据一切变化都是从对立面到对立面生成且对立面是有限的这一事实,论证并不存在连续且永恒的运动。第二个论点似乎根据无灵魂之物先前未被运动而后被运动,来证明先前不存在的运动得以生成。第三个论点取自具灵魂之物,因为这些事物也是先前未被运动而后被运动,且并不像无灵魂之物那样显露其推动的原因,正因如此在它们之中似乎更会生成先前不存在的运动。随后他化解了这些反驳:第一条反驳根据的是,从对立面到对立面的变化虽然是有限的,但绝不妨碍存在某种单一、连续且永恒的运动;其余反驳则根据在显明的运动之前存在其他运动。随后,他将论述引回起点,划分了存在者对运动与静止的关系,并首先根据显明的事实和各种考量证明并非一切事物都常静止,接着证明并非一切事物都常运动,第三证明既非一部分常静止而另一部分常运动,亦非一切事物有时静止有时运动。随后他重新检视该划分,简要驳斥了上述各划分肢,确立了所剩的划分肢,即某些事物常静止,某些事物常运动,而某些事物有时静止有时运动。在此之后,他对推动者和被推动者进行划分,以便直接证明凡被推动者皆由某物所推动。由此再次表明,存在者中有的常运动,有的常静止,有的则有时运动有时静止。此外还表明,在推动且被推动者中,自身运动者居先;而在纯粹的推动者中,不可动者居先。在证明凡被推动者皆由自身之外的某个他者所推动时,他证明单纯的自然物体亦非自身运动,而是由他者所推动——在强制运动中由投掷者、推者或拉者推动,在自然运动中则由将其从潜能变为现实者推动。并且[证明]排除障碍者亦在推动,但属于偶性推动。随后他总结论证,简要证明凡被推动者皆由某物所推动,要么由凭自身推动者,要么由凭他者推动者;而若事实如此,则要么必然在声称一个被另一个推动中走向无限,要么终结于由自身推动之物。接着他还通过另一种探究途径证明,在推动且被推动者中,自身运动者居先。如此找到了作为被推动者的第一推动者之后,他紧接着又找到了不可动者,证明并非一切推动者都是自身亦被推动着去推动的,无论就偶性而言还是就本然而言皆非如此。他首先证明就偶性而言并非如此。在中间指出既然存在仅被推动者以及既推动又被推动者,那么存在不被推动而仅推动者亦是合乎理性的之后,他接着证明就本然而言也并非必然一切推动者都是被某物推动着去推动的。最后,他普遍地证明,第一被推动者要么由不可动者推动,要么由自身运动者推动。并且他补充道,相较于被他者推动之物,自身运动者更为运动的本原。
- 8.110παραιτησάμενος
分词 παραιτησάμενος 是异态动词(中动形)παραιτέομαι(意为“推辞”、“排除”、“免除”)的阳性主格单数不定过去时分词,与主句主语(亚里士多德)一致,表示伴随动作,意为在借助自然学者共识进行论证时“排除了”或“作为例外置于一边”。
- 8.110εἰς ἀπόδειξιν τὴν οὖσαν προσεχῶς τοῦ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι
带冠词的属格不定式短语 τοῦ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι 作为同格性(或说明性)属格,界定了目的介词短语 εἰς ἀπόδειξιν 的具体内容(即“……这一证明”)。副词 προσεχῶς 修饰分词 τὴν οὖσαν,意为“直接存在的证明”。
- 8.110ὄντος τοῦ μόνως κινουμένου καὶ τοῦ κινοῦντος ἅμα καὶ κινουμένου εὔλογον εἶναι καὶ τὸ μόνως κινοῦν μὴ κινούμενον
在由分词 εἰπών 引导的 ὅτι 从句内部,ὄντος ... κινουμένου 是表示前提/原因的独立属格结构(“既然存在着……”)。其后紧接着非人称结构 εὔλογον(省略 ἐστίν)与主语不定式 εἶναι,而宾格短语 καὶ τὸ μόνως κινοῦν μὴ κινούμενον 则是 εἶναι 的逻辑主语,形成了多层从属构造。
