← 辛普里丘

亚里士多德《物理学》注释

§1365.6-1366.22

第一推动者的本性与自然学终局的总结

辛普里修总结了《物理学》第八卷末尾亚里士多德的论证,概述了自身运动者的结构、第一不可动且永恒推动者的本性、作为唯一连续运动的圆周位移、第一推动者的无部分性、对投掷物难题的化解,以及自然学最终通向第一哲学的归宿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.110#6

καὶ τότε ζητεῖ τὸν τρόπον, καθ’ ὃν ἑαυτὸ κινεῖ τὸ αὐτοκίνητον, καὶ δείκνυσιν ὅτι μέρει μὲν ἑαυτοῦ κινεῖ τῇ ψυχῇ ἀκινήτῳ οὔσῃ, μέρει δὲ κινεῖται τῷ σώματι· καὶ οὔτε ὅλον κινεῖ καὶ κινεῖται οὔτε ὅλῳ μέρος κινεῖ οὔτε μέρει ὅλον· οἷς προστίθησιν, ὅτι οὐδὲν μόριον τοῦ αὐτοκινήτου αὐτοκίνητόν ἐστι. καὶ συμπεραίνεται λοιπόν, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητόν ἐστιν ἢ προσεχῶς κινοῦν ἢ διὰ μέσου τοῦ αὐτοκινήτου, ἐν ᾧ πάλιν τὸ κινοῦν ἀκίνητόν ἐστι. καὶ ἐφεξῆς δείκνυσιν, ὅτι τὸ πρώτως κινοῦν ἀκίνητον καὶ ἀΐδιόν ἐστιν, ὡς καὶ τῆς κατὰ γένεσιν καὶ φθορὰν κινήσεως καὶ μεταβολῆς ὑπερανέχον· καὶ ὅτι ἕν ἐστιν. ἄμφω δὲ δείκνυσιν ὑποθέμενος τέως εἶναί τινα συνεχῆ καὶ ἀΐδιον κίνησιν, ἣν πρώτην οὖσαν ὑπὸ τοῦ πρώτου κινοῦντος εὔλογον καὶ ἀναγκαῖόν ἐστι κινεῖσθαι. ὕστερον δὲ δείξει, ὅτι ἔστι τοιαύτη κίνησις τῶν οὐρανίων. καὶ ἀπὸ τῶν ἄλλων δὲ τῆς κινήσεως ἀρχῶν δείκνυσιν, ὅτι τὸ πρώτως κινοῦν καὶ κατὰ συμβεβηκὸς ἀκίνητον καὶ ἀΐδιόν ἐστι. καὶ ἐφεξῆς προστίθησιν ἀκολούθως, ὅτι καὶ τὸ κινούμενον προσεχῶς ὑπὸ τοῦ ἀκινήτου καὶ ἀϊδίου αἰτίου ἀΐδιον ἀνάγκη εἶναι. καὶ λοιπόν, ὅπερ ὑπέθετο τὸ εἶναί τινα μίαν καὶ συνεχῆ κίνησιν δείκνυσι, προλαβών, ὅτι χρὴ τὴν πρώτην εἶναι τοιαύτην, καὶ κατὰ πολλοὺς τρόπους ἀποδείξας, ὅτι ἡ φορὰ πρώτη τῶν ἄλλων κινήσεων καὶ μεταβολῶν ἐστι. καὶ ὅτι τῆς φορᾶς ἡ ἐπ’ εὐθείας κίνησις πεπερασμένης οὔσης ἀνακάμπτουσα οὐ δύναται συνεχὴς εἶναι οὔτε ἡ μικτή, ἀλλὰ μόνη ἡ κυκλοφορία· τὸ γὰρ ἀνακάμπτον ἵσταται μεταξύ. μνημονεύσας δὲ τῶν σημείων τῶν τε διαιρούντων καὶ τῶν περατούντων τὴν εὐθεῖαν καὶ ἀνὰ λόγον αὐτοῖς τὰ ἐν τῷ χρόνῳ νῦν λαβὼν1 ἐπέστησε καλῶς, ὅτι τὸ διαιροῦν τὸν χρόνον νῦν ὡς μὲν πρὸς τὸν χρόνον τοῦ μὲν πέρας ἐστί, τοῦ δὲ ἀρχή, ὡς δὲ πρὸς τὸ πρᾶγμα τὸ ἐν χρόνῳ τῷ ὑστέρῳ προστεθήσεται. καὶ ὅτι οὐ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν οὐδὲ διαιρεῖται εἰς ἀμερῆ, ὅπερ αὐτῷ καὶ ἐν τοῖς πρὸ τούτου τοῦ βιβλίου δέδεικται. καὶ κατὰ λογικωτέραν δὲ καὶ κοινωτέραν ἔφοδον δείκνυσιν, ὅτι ἀνάγκη τὰς ἀντικειμένας κινήσεις στάσει διαλαμβάνεσθαι2 καὶ καθολικώτερον ἐπὶ πάσης μεταβολῆς ἐκτείνει τὴν ἀπόδειξιν ἐκ τούτων δεικνύς, ὅτι τὰ ἐπ’ εὐθείας κινούμενα οὐ κινεῖται μίαν καὶ συνεχῆ κίνησιν, καὶ τότε καθόλου ἅμα καὶ οἰκείως τῷ προκειμένῳ δείκνυσι τὸ αὐτό. καὶ λοιπὸν δείκνυσιν, ὅτι μόνην τὴν κυκλοφορίαν δυνατὸν εἶναι συνεχῆ, εἴπερ μήτε ἐξ ἐναντίων ἢ ἀντικειμένων κινήσεων σύγκειται, ὥσπερ ἡ ἐπ’ εὐθείας, μήτε ἠρεμίᾳ διαλαμβάνεται, ὡς ἐκείνη καὶ αἱ ἄλλαι πᾶσαι κινήσεις καὶ μεταβολαί. εἰ οὖν πρώτη μὲν τῶν ἄλλων κινήσεων ἡ φορὰ δέδεικται, τῆς δὲ φορᾶς ἡ κυκλοφορία πρώτη, ὡς αὕτη μόνη συνεχὴς εἶναι καὶ μία δυναμένη, δῆλον ὅτι πασῶν τῶν κινήσεων πρώτη ἂν εἴη ἡ κυκλοφορία· διὸ καὶ μέτρον ἐστὶ τῶν ἄλλων. καὶ ὁμοίως ἐκ τοῦ μέτρον εἶναι τὸ πρώτην εἶναι συμβαίνει·3 ἁπλούστερον γὰρ καὶ πρῶτον τὸ μέτρον τῶν μετρουμένων ἐστίν, ὡς ἡ μονὰς τοῦ ἀριθμοῦ καὶ ὁ δάκτυλος ἢ ὁ ποὺς τοῦ μείζονος μεγέθους, ἡ δὲ πρώτη καὶ μέτρον καὶ ὁμαλὴς εἰκότως ἐστὶ μόνη τῶν ἄλλων. λοιπὸν δέ, ὥσπερ ἔθος αὐτῷ, καὶ ἀπὸ τῆς τῶν ἄλλων φυσιολόγων δόξης καὶ ἀπὸ τῆς τῶν ὀνομάτων συνηθείας πιστοῦται τὸ τὴν φορὰν πρώτην εἶναι τῶν ἄλλων κινήσεων. καὶ ἀναλαβὼν ἐπὶ κεφαλαίων τὰ προαποδεδειγμένα προστίθησιν, ὅτι καὶ ἀμερές ἐστι τὸ πρώτως κινοῦν καὶ ἀμέγεθες, εἴπερ μήτε ἄπειρον μέγεθος εἶναι δυνατὸν μήτε ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναι δύναμιν, ὡς ἔδειξε. καὶ τὸ τούτῳ δὲ ἀντίστροφον προστίθησιν, ὅτι οὐδὲ ἐν ἀπείρῳ μεγέθει πεπερασμένην δύναμιν οἷόν τε εἶναι, κἂν ὑποθῆταί τις εἶναι μέγεθος ἄπειρον. ἐπειδὴ δὲ πᾶς ὁ λόγος ἤρτηται τοῦ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, πιστότερον ποιῶν τὸν λόγον τὴν ἀπὸ τῶν ῥιπτουμένων ἔνστασιν πρὸς αὐτὸν παράγει καὶ λύει τὴν ἔνστασιν. καὶ ἐπὶ πᾶσι συμπεραίνεται κεφαλαιωδῶς τὸν λόγον τὸν δείξαντα τὸ πρῶτον κινοῦν ἀμερὲς καὶ ἀδιαίρετον εἶναι, δι’ οὗ τὴν ὅλην φυσικὴν σύστασιν τῆς ὑπερφυοῦς αἰτίας καὶ τὴν φυσικὴν θεωρίαν τῆς πρώτης φιλοσοφίας ἐξηρτημένην ἔδειξεν ὁ φιλόσοφος, τέλος τοῦτο κάλλιστον ἐπιθεὶς τῇ περὶ τῶν φυσικῶν ἀρχῶν πραγματείᾳ.

然后他探究自身运动者推动自身的方式,并证明它是凭自身的一个部分即不动的心灵去推动,而凭另一个部分即身体被推动;既非整体在推动且被推动,亦非以整体推动部分,或以部分推动整体;对此他还补充道,自身运动者的任何部分都不是自身运动的。随后便得出结论:第一推动者是不可动的,无论它是直接推动,还是通过自身运动者的中介推动——在自身运动者中,起推动作用的同样是不可动者。紧接着他证明,第一推动者是不可动且永恒的,因为它超越了依于生成与消灭的运动和变化;并且它是唯一的。他通过暂时假定存在某种连续且永恒的运动证明了这两点,而这作为第一运动,理所当然且必然由第一推动者所推动。稍后他将证明,天体的运动正是这样一种运动。此外,他还根据运动的其他本原证明,第一推动者即便就偶性而言也是不可动且永恒的。紧接着他顺理成章地补充道,由不可动且永恒的原因直接推动之物,亦必然是永恒的。随后,他证明了他所假定的前提,即存在某种单一且连续的运动;在此之前他已先确立第一运动必是如此的,并通过多种方式证明了位移在其他诸运动和变化中居先。并且证明在位移中,由于直线是有限的,折返时的直线运动不可能连续,混合运动亦不可能连续,唯有圆周运动能够连续;因为折返之物必在中间停顿。在提到了划分直线与限定直线的各点,并相应地把握了时间中的各“现在”之后,他恰当地指出:划分时间的“现在”,虽然就时间而言是一段的终点和另一段的起点,但就处于时间中的事物而言,则将归属于后继者。并且[指出]时间既非由不可分者构成,亦不能被分割为不可分者,这一点在本卷之前的各卷中也已被他证明。随后通过一种更偏逻辑且更具普遍性的探究方式,他证明相反的运动必然被停顿所隔开,并将该论证更具普遍性地推广到一切变化,由此证明依直线运动之物并不进行单一且连续的运动,随后又以兼具普遍性且切合当前论题的方式证明了同一结论。随后他证明,唯有圆周运动能够连续,只要它既不似直线运动那样由相反或对立的运动构成,亦不似直线运动及所有其他运动和变化那样被静止所隔开。因此,如果位移已被证明在其他运动中居先,而在位移中圆周运动居先,因唯有它能够连续且单一,那么显然,在一切运动中圆周运动乃是第一位的;正因如此,它也是其他运动的尺度。同样地,从作为尺度必然得出其居先;因为尺度相较于被度量者更为单纯且在先,正如单子之于数,手指或脚之于更大的量度,而第一运动理所当然地是尺度,且在其他运动中唯独它是均匀的。随后,一如其惯例,他既根据其他自然哲学家的意见,又根据名称的习用,确证了位移在其他运动中居先。在概括重述了先前证明的各点之后,他补充道:如果既不可能存在无限的量度,亦不可能在有限量度中存在无限能力(正如他已证明的那样),那么第一推动者亦是无部分的且无量度的。他还补充了与此相反的论点,即即使有人假定存在无限量度,在无限量度中亦不可能存在有限能力。而既然整个论述都维系于凡被推动者皆由某物所推动这一原则,为了使论证更加可信,他引出了来自投掷物对该原则的反驳,并化解了该反驳。最后,他总结了证明第一推动者无部分且不可分的论证;哲学家借此证明了整个自然构造都依附于超自然的原因,而自然考察则依附于第一哲学,为关于自然本原的探讨划上了这最为完美的句号。

语法注3 条
  1. 8.110τὰ ἐν τῷ χρόνῳ νῦν λαβὼν

    副词 νῦν 带有定冠词 τά,被作为不变化的中性复数名词使用,充当分词 λαβών 的直接宾语(“把握了时间中的各‘现在’”)。

  2. 8.110ἀνάγκη τὰς ἀντικειμένας κινήσεις στάσει διαλαμβάνεσθαι

    无人称表达 ἀνάγκη[ἐστί]引导宾格加不定式结构 τὰς ἀντικειμένας κινήσεις ... διαλαμβάνεσθαι;στάσει 是表示方式或手段的与格(“被停顿”)。

  3. 8.110ἐκ τοῦ μέτρον εἶναι τὸ πρώτην εἶναι συμβαίνει

    动词 συμβαίνει(归结出)的主语是带冠词不定式短语 τὸ πρώτην εἶναι(“居先”),介词短语 ἐκ τοῦ μέτρον εἶναι(“由于作为尺度”)修饰该动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1365.6-1366.22