- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1362.4-1363.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据《形而上学》与《物理学》第二卷论证亚里士多德不仅将第一推动者视为天的目的因,而且视其实体与运动的作因,援引了阿摩尼奥斯的专门著述,解释了亚里士多德对永恒事物审慎使用“作因”这一称谓的缘由,并总结了本卷的分部注解。
” εἰπὼν οὖν, ὅτι Ἀναξαγόρας καὶ πρότερος Ἑρμότιμος ἥψαντο τούτων τῶν λόγων, ἐπάγει· “οἱ μὲν οὖν οὕτως ὑπολαμβάνοντες ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν καὶ τὴν τοιαύτην ὅθεν ἡ κίνησις ὑπάρχει τοῖς οὖσιν.” ἐπαινεῖ οὖν τοὺς καὶ τελικὸν καὶ ποιητικὸν αἴτιον τιθέντας τὸν νοῦν, ὥσπερ καὶ πρὸ ὀλίγων ἐπῄνει τὸν Ἀναξαγόραν, ὅτι τὸν νοῦν ἀρχὴν κινήσεως λέγων ἀπαθῆ καὶ ἀμιγῆ αὐτὸν ἐφύλαττεν. Ἐπειδὴ δὲ καὶ ὁ Ἀλέξανδρος καὶ οἱ ἄλλοι τινὲς τῶν Περιπατητικῶν δοκοῦσι νομίζειν τὸν Ἀριστοτέλη τοῦ οὐρανοῦ τελικὸν αἴτιον καὶ κινητικόν, οὐ μέντοι ποιητικόν, ὡς καὶ ἡ πρὸ ὀλίγου παρατεθεῖσα τοῦ Ἀλεξάνδρου λέξις ἐδήλωσεν εἰπόντος ὅτι1 “τὸ πρώτως κινοῦν τῆς τοῦ θείου σώματος κινήσεως ποιητικόν ἐστιν ὄντος ἀγενήτου,” φέρε καὶ τοῦ οὐρανοῦ δείξωμεν ποιητικὸν αἴτιον ἡγούμενον τὸν νοῦν. ἤρκει μὲν οὖν καὶ αὐτὸ τοῦτο τὸ ποιητικὸν μὲν αἴτιον ὁρίζεσθαι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸν δὲ νοῦν ἤτοι τὸ ἀκίνητον αἴτιον λέγειν, ὅθεν ἡ τῆς οὐρανίας προσεχῶς κινήσεως ἀρχή· διὰ γὰρ τῆς τοῦ οὐρανοῦ κινήσεως καὶ τῆς τῶν ὑπὸ σελήνην κινήσεως ἀρχὴ τὸ ἀκίνητόν ἐστι. πλὴν καὶ ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως τὴν τύχην καὶ τὸ αὐτόματον κατὰ συμβεβηκὸς αἴτια λέγων τοῖς καθ’ αὑτὸ ποιητικοῖς ἐπισυμβαίνοντα, τῷ τε νῷ καὶ τῇ φύσει (“τῶν γὰρ τρόπων τῆς αἰτίας, φησίν, ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκάτερον αὐτῶν ἐστι,” τὴν τύχην λέγων καὶ τὸ αὐτόματον), ἐπάγει ταῦτα· “ἐπεὶ δέ ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια, ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν, οὐδὲν δὲ τῶν κατὰ συμβεβηκὸς πρότερόν ἐστι τῶν καθ’ αὑτό, * * * ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη νοῦ καὶ φύσεως, ὥστε εἰ ὅτι μάλιστα τοῦ οὐρανοῦ τοῦδε αἴτιόν ἐστι τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός.” ἀλλὰ πρὸς μὲν τοῦτο τάχα ἄν τις ἀντιλογικὸς ἀνὴρ εὕροι ἀποφυγὴν οὐ τοῦτο δεικνύναι λέγων ἐν τούτοις τὸν Ἀριστοτέλη, ὅτι νοῦς καὶ φύσις τοῦ οὐρανοῦ αἴτια, ἀλλ’ ὅτι ὁ λέγων αὐτόματον καὶ τὴν τύχην ποιητικὰ τοῦ οὐρανοῦ αἴτια, ἀναγκασθήσεται πρὸ ἐκείνων νοῦν καὶ φύσιν αἰτιᾶσθαι. ἐκείνῳ δὲ χρὴ προσέχειν τὸν νοῦν, ὅτι τὸ ἑτεροκίνητον καὶ τὴν ὑπόστασιν ἑτέρωθεν ἔχειν ἀνάγκη,2 εἴπερ κρείττων ἡ οὐσία τῆς κινήσεως. εἰ δὲ καὶ παντὸς σώματος πεπερασμένου κατ’ αὐτὸν πεπερασμένη ἡ δύναμις, ἡ κινητικὴ δηλονότι καὶ ἡ τῆς οὐσίας ὑποστατική, ἀνάγκη ἄρα ὥσπερ τὴν ἀίδιον κίνησιν ἀπὸ τῆς ἀκινήτου αἰτίας ἔχει, οὕτω καὶ τὴν ἀίδιον σωματικὴν οὐσίαν ἀπὸ τῆς ἀσωμάτου παραδέχεσθαι. γέγραπται δὲ βιβλίον ὅλον Ἀμμωνίῳ τῷ ἐμῷ καθηγεμόνι, πολλὰς πίστεις παρεχόμενον τοῦ καὶ ποιητικὸν αἴτιον ἡγεῖσθαι τὸν θεὸν τοῦ παντὸς κόσμου τὸν Ἀριστοτέλη, ἀφ’ οὗ καὶ ἐγώ τινα † μεταγαγὼν ἐνταῦθα τοῖς προκειμένοις ἀρκούντως, καὶ ἔξεστι τὴν τελειοτέραν περὶ τούτου διδασκαλίαν ἐκεῖθεν λαβεῖν. εἰ δέ τις ζητεῖ, τί δήποτε ὁ Ἀριστοτέλης οὐχ οὕτως φανερῶς ποιητικὸν αἴτιον τὸν θεὸν εἶπεν ὡς τελικόν, τὸν περὶ τοῦ γενητοῦ ῥηθέντα πρότερον καὶ νῦν ἐρῶ λόγον. ἐπειδὴ γὰρ τὸ ποιοῦν γινόμενον ποιεῖ, τὸ δὲ γινόμενον χρονικὴν ἀρχὴν συναναφέρειν δοκεῖ τῆς γενέσεως, διὰ τοῦτο τὰ τῶν σωμάτων ἀίδια καὶ αὐτὰ γινόμενα λέγειν παρῃτήσατο καὶ τὸ αἴτιον αὐτῶν ποιητικὸν πολλάκις ὀνομάζειν καὶ προφανῶς. καὶ τάχα εἴ τις τὸ γινόμενον καὶ τὸ ποιοῦν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ κυρίως ἁρμόττειν λέγοι μερικὸν συναναφέροντα χρόνον, ἄλλοις ὀνόμασιν ἐπὶ τῶν ἀιδίων χρήσεται. καὶ ὅρα ὅτι κίνησιν μὲν ἀίδιον οὐ παρῃτήσατο λέγειν ὁ Ἀριστοτέλης, καίτοι τῆς κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης· γένεσιν δὲ ἀίδιον οὐχ εἵλετο λέγειν ἐπὶ τοῦ αὐτοῦ, ὅτι τὸ γινόμενον μὴ ὂν πρότερον γίνεσθαι δοκεῖ καὶ φθείρεσθαι πάλιν βούλεται. Τὴν μὲν οὖν κατὰ μέρος τοῦδε τοῦ βιβλίου διάρθρωσιν τοιαύτην ὡς δυνατὸς ἦν ἐποιησάμην, οὐ χεῖρον δὲ ἴσως ἐστὶ καὶ σύντομον ἔφοδον ἐπὶ κεφαλαίων προσθεῖναι τοῖς εἰρημένοις τήν τε τῆς τάξεως τῶν προβλημάτων ἀκρίβειαν ἐνδεικνυμένην καὶ μνήμην τοῖς ἐντυγχάνουσι παρεχομένην.
”在指明阿那克萨戈拉以及更早的赫尔谟提摩触及了这些论点之后,他接着写道:“因此,这样理解的人既把美好事物的原因确立为诸存在者的本原,同时也确立了运动据以属于诸存在者的那种[原因]。”因此,他称赞那些将知性既确立为目的因又确立为作因的人,正如不久之前他也曾称赞阿那克萨戈拉,因为他在将知性称为运动本原的同时,保持了知性是无受的和未混合的。然而,既然亚历山大和逍遥学派的某些其他人似乎认为,亚里士多德将知性看作天的目的因与动因,却绝不是作因——正如不久前引述的亚历山大的言论所表明的,他说“第一推动者是神圣物体运动的作因,尽管该物体是非生成的”——来吧,让我们表明他也把知性看作天的作因。因此,单凭这一点本来就已经足够了:作因被规定为运动开端之所由来的源泉,而他说知性即不可动的原因是天体运动的直接开端之所由来的源泉;因为通过天的运动,不可动者也是月下事物运动的开端。此外,在《物理学》第二卷中,当他把机遇和自发性说成附随于本然作因(即知性与自然)的偶性原因时(他说“因为在原因的诸模式中,它们两者各自都在运动开端之所由来的那些〔原因〕之中”,意指机遇和自发性),他接着写道:“然而,既然自发性和机遇是知性或自然可以作为原因的事物的原因,每当某物成为这些事物本身的偶性原因,且偶性事物绝不先于本然事物时,* * * 因此自发性和机遇后于知性与自然;所以,即使自发性在极大程度上是这一天的原因,知性和自然也必然先作为许多其他事物以及这整个宇宙的原因。”但是面对这一点,或许某个好辩之人会找到托辞,声称亚里士多德在这些文字中并非表明知性和自然是天的原因,而是表明凡称自发性和机遇为天的作因者,都将被迫在它们之前把知性与自然归为原因。然而人们应当注意这一点:凡被他者运动的,若实体确实优于运动,它也必然从他者那里获得其存立。而如果根据他,一切有限物体的能力——显然指运动的能力以及使其实体得以存立的能力——也是有限的,那么正如它从不可动的原因那里获得永恒的运动一样,它也必然从无物体的原因那里接受永恒的物体性实体。我的导师阿摩尼奥斯已经写了一整本书,提供了许多论证来表明亚里士多德把神也看作整个宇宙的作因;我也从该书中转录了若干充分满足当前主题的内容,人们亦可从那里获得关于此事的更为完备的学说。但如果有人追问,究竟为何亚里士多德没有像称其为目的因那样明显地把神称为作因,我如今将再次陈述先前关于“生成者”所说的论点。因为,制作之物制作生成之物,而生成之物似乎伴随着其生成的时间性开端,正因如此,他避免说物体中的永恒者自身是生成的,也避免频繁且公然地将它们的原因命名为作因。或许,如果有人说“生成者”与“制作者”作为伴随着部分时间者,严格适用于生成与消灭中的事物,那么对于永恒事物就会使用其他的名称。并且请注意,亚里士多德并没有回避说“永恒的运动”,尽管运动的存在就在于生成之中;但他并未选择对同一事物说“永恒的生成”,因为生成之物似乎是在先前不存在的情况下生成的,并且又倾向于消灭。那么,对于这一卷书的分部阐述,我已竭尽所能完成;而在已述内容之后,再附上一篇提纲挈领的简要概括,以表明各论题秩序的精确性,并为读者提供记忆线索,或许也并非无益之事。
- 8.110οὐ τοῦτο δεικνύναι λέγων ἐν τούτοις τὸν Ἀριστοτέλη, ὅτι νοῦς καὶ φύσις τοῦ οὐρανοῦ αἴτια, ἀλλ’ ὅτι
在由 λέγων 支配的间接引语(宾格加不定式结构)中,τὸν Ἀριστοτέλη 是其宾格主语,δεικνύναι 是不定式。随后的两个 ὅτι 从句中,第一个(ὅτι νοῦς καὶ φύσις...)与 τοῦτο 同位,第二个(ἀλλ’ ὅτι ὁ λέγων...)则与被否定的前项相对立(ἀλλ’ ὅτι),二者共同陈述 δεικνύναι 所证明的内容。
- 8.110ἐκείνῳ δὲ χρὴ προσέχειν τὸν νοῦν, ὅτι τὸ ἑτεροκίνητον καὶ τὴν ὑπόστασιν ἑτέρωθεν ἔχειν ἀνάγκη
ἐκείνῳ 是前推指示代词与格,预示随后的 ὅτι 从句(“被他者运动的……也必然从他者那里获得其存立”),充当成语 προσέχειν τὸν νοῦν(“注意、留意”)的宾语。在 ὅτι 从句中,非人称的 ἀνάγκη 支配不定式 ἔχειν,其宾格主语为 τὸ ἑτεροκίνητον。
