← 辛普里丘

亚里士多德《物理学》注释

§1360.23-1362.4

第一推动者作为宇宙目的因与作因的证明

辛普里丘论证了亚里士多德的第一推动者不仅是目的因,也是整个宇宙的作因,强调了他与柏拉图《蒂迈欧篇》的一致性,并引述《物理学》、《论天》、《论生成与消灭》、《形而上学》以及亚历山大的注疏作为证据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.110#3

Ἐπεὶ δέ τινες οἴονται τὸν Ἀριστοτέλη τὸ πρώτως κινοῦν, ὅπερ καὶ νοῦν καὶ αἰῶνα καὶ θεὸν ἀνυμνεῖ, τελικὸν μόνον, ἀλλ’ οὐχὶ καὶ ποιητικὸν αἴτιον λέγειν τοῦ κόσμου καὶ μάλιστα τοῦ οὐρανοῦ ὡς ἀϊδίου ὄντος καὶ διὰ τοῦτο ἀγενήτου,1 ἀκούοντες αὐτοῦ πολλάκις λέγοντος, καὶ ὅτι κινεῖ ὡς ἐρώμενον, καὶ πολλάκις ὡς τελικὸν αἴτιον ἀνευφημοῦντος, καλῶς ἔχει κἀν τούτῳ δεῖξαι2 συμφώνως αὐτὸν τῷ σφετέρῳ καθηγεμόνι μὴ τελικὸν μόνον, ἀλλὰ καὶ ποιητικὸν αἴτιον τὸν θεὸν λέγοντα, τοῦ τε κόσμου παντὸς καὶ τοῦ οὐρανοῦ. ὁ μὲν δὴ Πλάτων ἐκ τῶν ἐν Τιμαίῳ “λέγωμεν δή, δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν· ἀγαθὸς ἦν” δῆλός ἐστι τελικὸν ἅμα καὶ ποιητικὸν αἴτιον τοῦ κόσμου τὸν θεὸν λέγων. καὶ ὅταν λέγῃ· “νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστόν τε εἴη καὶ κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος”, δι’ ὅλου σχεδὸν τοῦ διαλόγου τὸν εἰς τὸ ἀγαθὸν βλέποντα δημιουργὸν ἀνυμνεῖ. ἐν δὲ τῇ τοῦ δημιουργοῦ πρὸς τοὺς οὐρανίους δημηγορίᾳ, σαφῶς παρίστησιν, ὅτι τὰ μὲν οὐράνια προσεχῶς αὐτὸς ὑφίστησι, τὰ δὲ ὑπὸ σελήνην ὑπὸ τῶν οὐρανίων. λέγει γὰρ πρὸς τοὺς οὐρανίους ὁ πρῶτος δημιουργός· “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων”, καὶ προελθών· “θνητά, φησίν, ἔτι γένη λοιπὰ τρία. τούτων δὲ μὴ γινομένων οὐρανὸς ἀτελὴς ἔσται,” οὐρανὸν τὸν κόσμον νῦν καλῶν ὥσπερ καὶ Ἀριστοτέλης. δεῖ δέ, φησί, καὶ ταῦτα γενέσθαι, “εἰ μέλλοι τέλεος ἱκανῶς εἶναι. δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν.” δηλοῖ δὲ τὸ “δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα”, ὅτι τὰ ἀπὸ τοῦ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος αἰτίου (ἢ ὡς ἂν Ἀριστοτέλης εἴποι ὑπὸ τοῦ ἀκινήτου) γινόμενα ἀίδια ἀνάγκη εἶναι. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν τελικὸν λέγει τὸν θεὸν ἤτοι τὸ πρώτως κινοῦν, οὐδεὶς ἀμφισβητεῖ· ὅτι δὲ καὶ ποιητικόν, ἀρκεῖν οἶμαι τὸ ἐν τῷ τῶν αἰτίων διορισμῷ κατὰ τὸ δεύτερον τῆς Φυσικῆς ἀκροάσεως ποιητικὸν αἴτιον λέγειν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· “ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος καὶ ὁ πατὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου.” τί οὖν ἦν τούτων σαφέστερον εἰπεῖν πρὸς τὸ δηλῶσαι, ὅτι τὸ πρώτως κινοῦν ποιητικόν ἐστιν αἴτιον; καὶ ἐν τῷ πρώτῳ δὲ τῆς Περὶ οὐρανοῦ σαφῶς εἶπεν, ὅτι οὐδὲν μάτην ποιεῖ οὔτε ὁ θεὸς οὔτε ἡ φύσις, ἐν αὐτῷ δὲ τῷ βιβλίῳ εἰπών, ὅτι ὁ αἰὼν “ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἴληφεν, ἀθάνατος καὶ θεῖος, ὅθεν καὶ τοῖς ἄλλοις ἐξήρτηται τοῖς μὲν ἀκριβέστερον, τοῖς δὲ ἀμαυρότερον, τὸ εἶναί τε καὶ ζῆν.”3 δῆλον δὲ ὅτι ὥσπερ ἀγαθύνεται πάντα διὰ τὸ τελικὸν αἴτιον, οὕτως ἔστι τε καὶ ζῇ διὰ τὸ δημιουργικόν. καὶ ἐν τῷ πρώτῳ δὲ τῆς Περὶ γενέσεως, ὅτι καὶ ποιητικόν ἐστιν αἴτιον τὸ πρώτως κινοῦν, ἐδήλωσε περὶ τῶν αἰτίων τῆς ἀειγενεσίας ζητῶν καὶ τάδε γράφων· “οὔσης αἰτίας 〈μιᾶς〉 μέν, ὅθεν τὴν ἀρχήν φαμεν τῆς κινήσεως” τὴν ποιητικὴν δηλονότι λέγων οὕτως, “μιᾶς δὲ τῆς ὕλης, τὴν τοιαύτην αἰτίαν λεκτέον. περὶ μὲν γὰρ ἐκείνης εἴρηται πρότερον ἐν τοῖς Περὶ κινήσεως λόγοις, ὅτι ἔστι τὸ μὲν ἀκίνητον ἅπαντα χρόνον, τὸ δὲ κινούμενον ἀεί.” διττὸν οὖν καὶ αὐτὸς τὸ ποιητικόν φησι τὸ μὲν ἀκίνητον πάντων, τὰ δὲ οὐράνια τῶν ὑπὸ σελήνην. καὶ ὁ Ἀλέξανδρος ταῦτα τὰ ῥήματα ἐξηγούμενος “τὸ γοῦν πρῶτον κινοῦν, φησί, τῆς τοῦ θείου σώματος κινήσεως αἴτιόν ἐστι ποιητικὸν ὄντος ἀγενήτου”. ἐν δὲ τῷ μείζονι Ἄλφα τῆς Μετὰ τὰ φυσικὰ πραγματείας ἐπαινῶν τὸν Ἀναξαγόραν καὶ πρὸ αὐτοῦ τὸν Ἑρμότιμον, ὡς μὴ μόνον ὑλικὰς αἰτίας τοῦ παντὸς ἀποδεδωκότας, ἀλλὰ καὶ τὸν νοῦν ὡς ποιητικὸν καὶ τελικὸν αἴτιον θεασαμένους γράφει ταῦτα· “νοῦν δή τις εἰπὼν ἐνεῖναι καθάπερ ἐν ζῴοις καὶ ἐν τῇ φύσει τὸν αἴτιον καὶ τοῦ κόσμου καὶ τῆς τάξεως πάσης οἷον νήφων ἐφάνη παρ’ εἰκῇ λέγοντας τοὺς πρότερον.

然而,鉴于有些人认为,亚里士多德将第一推动者——他赞颂其为知性、永恒与神——因天体是永恒且因此是非生成的而仅仅称为宇宙、尤其是天体的目的因,而非同时也是作因,因为他们经常听见他说它是作为被爱者而推动的,并且经常将其作为目的因来赞颂;因此,在这一点上指出他与其导师一致地将神不仅称为目的因、而且也称为整个宇宙及天体的作因,是恰当的。确实,柏拉图根据《蒂迈欧篇》中的话——“那么让我们来说明,结合者究竟出于何种原因结合了生成与这整个万物:他是善的”——显而易见地把神称为宇宙的目的因兼作因。并且当他说“他在灵魂中结合知性,在物体中结合灵魂,从而构建了整体,以便造就一件在自然上尽可能美丽且尽善尽美的作品”时,几乎贯穿整篇对话都在赞颂那着眼于善的造物主。在造物主对天上诸神的演说中,他清楚地表明,天上的事物由他自己直接确立,而月下的事物则由天上的事物来确立。因为第一造物主对天上诸神说:“诸神之神,我作为造物主与父亲的作品啊”,接着又说:“还有三种凡俗的族类遗留下来。如果这些不产生,天将是不完全的”(他在此如同亚里士多德一样将宇宙称为“天”)。他说,如果它要充分完全,这些也必须产生,“但如果这些经由我而产生并分享生命,它们就会与神平等;因此,为了使它们是凡俗的,并且这整个万物真实地成为整体,你们要按照自然投身于动物的制作。”而“如果这些经由我而产生”这句话表明,从那始终处于相同状态且以同样方式存在的原因(或者如亚里士多德所说的由不可动者)所产生的事物,必然是永恒的。另一方面,亚里士多德把神即第一推动者称为目的因,对此无人争议;但至于称其为作因,我认为在《物理学》第二卷的原因划分中,他把运动开端之所由来的源泉称为作因,这就足够了:“此外,变化或静止的第一开端之所由来的源泉,例如策划者是原因,父亲是子女的原因,一般而言,制作者是被制作者的原因。”那么,为了表明第一推动者是作因,还有什么话能比这些更为清楚呢?在《论天》第一卷中,他也明确说过,神和自然都不做任何徒劳之事;并在同一卷书中说过,永恒“从始终存在中获得了名称,是不死且神圣的,其余事物的存在与生命也由此依系其上,有的更为清晰,有的更为模糊”。显而易见,正如万物由于目的因而趋于善,万物同样由于创造因得以存在和生存。在《论生成与消灭》第一卷中,他探究持续生成的诸原因并写下以下文字,也阐明了第一推动者亦是作因:“既然存在一种我们称之为运动开端之所由来的原因”——如此说显然是指作因——“以及另一种作为质料的原因,就必须探讨这种原因。因为关于前一种原因,此前在《论运动》的论述中已经说过,存在着在全部时间中不可动者,以及始终被运动者。”因此,他自己也说作因是双重的:不可动者是万物的〔作因〕,而天体则是月下事物的作因。亚历山大在注解这些文句时说:“无论如何,即使神圣物体是非生成的,第一推动者乃是其运动的作因。”在《形而上学》大阿尔法卷中,他称赞阿那克萨戈拉以及在他之前的赫尔谟提摩,因为他们不仅给出了万物的质料因,而且将知性视作作因与目的因,他写道:“有人声称,正如在动物中一样,在自然中也存在着知性,作为宇宙及一切秩序的原因,在先前那些信口胡说的人面前,他显得像是一个清醒的人。”

语法注3 条
  1. 8.110ὡς ἀϊδίου ὄντος καὶ διὰ τοῦτο ἀγενήτου

    此为属格独立结构,其逻辑主语为前面的 τοῦ οὐρανοῦ;连词 ὡς 赋予其主观理由的色彩(“鉴于/基于天体是永恒且因此是非生成的这一看法”)。

  2. 8.110Ἐπεὶ δέ τινες οἴονται τὸν Ἀριστοτέλη τὸ πρώτως κινοῦν... καλῶς ἔχει κἀν τούτῳ δεῖξαι

    整体结构是由原因从句 Ἐπεὶ δέ... 引出的长句,主句为 καλῶς ἔχει κἀν τούτῳ δεῖξαι(“在这一点上指出……也是恰当的”)。从句内部由 οἴονται 统领带宾格的不定词短语(τὸν Ἀριστοτέλη... λέγειν),分词 ἀκούοντες 依附于 οἴονται 的主语以表明原因,而属格单数分词 λέγοντος 和 ἀνευφημοῦντος 则修饰其宾语 αὐτοῦ。

  3. 8.110ὅθεν καὶ τοῖς ἄλλοις ἐξήρτηται τοῖς μὲν ἀκριβέστερον, τοῖς δὲ ἀμαυρότερον, τὸ εἶναί τε καὶ ζῆν

    该分句的主语是带有冠词的不定词短语 τὸ εἶναί τε καὶ ζῆν(“存在与生命”)。与格 τοῖς ἄλλοις(“对其他事物而言”)依附于动词 ἐξήρτηται,关系副词 ὅθεν 则指示其依附的源泉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1360.23-1362.4