- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1359.10-1360.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘指出了柏拉图与亚里士多德在论证结构上的根本一致:柏拉图从生成者导向真实存在的原因,而亚里士多德从被运动者追溯到不可动的推动者。他解释说,亚里士多德之所以对永恒之物避用“生成”而使用“运动”,是为了防止人们误以为存在时间的开端。
διαστήσας γὰρ τὸ ὄντως ὂν καὶ τὸ γινόμενον, καὶ τὸ μὲν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ὁρισάμενος ἅτε ἅμα καὶ ὁμοῦ ὅλον ἀδιαστάτως καὶ ἀμερίστως ἐν αἰῶνι τὴν ὑπόστασιν λαχόν, τὸ δὲ γινόμενον ἅτε μεταβαλλόμενον καὶ κινούμενον ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τὴν σωματικὴν σύστασιν πᾶσαν ἅτε διεστῶσαν τῇ οὐσίᾳ καὶ κατὰ τὴν τοῦ εἶναι παράτασιν χρονιζομένην καὶ μεταβαλλομένην γενητὴν εἶναι τίθεται1 καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν καὶ διὰ τοῦτο ἀπὸ αἰτίας ἐξηρτημένην ὡς αὐθυπόστατον εἶναι μὴ δυναμένην. “παντὶ γὰρ ἀδύνατον, φησί, χωρὶς τοῦ αἰτίου γένεσιν σχεῖν.” αἴτιον δὲ τοῦ γινομένου τὸ ὄντως ὄν, ἵνα μὴ γινόμενον πρὸ γινομένου τιθέντες ἐπ’ ἄπειρον ἴωμεν, τοῦ μεταβαλλομένου τὸ ἀμετάβλητον διὰ τὴν αὐτὴν αἰτίαν. ηὗρεν οὖν τὸν δημιουργὸν τοῦ κόσμου νοερὸν θεὸν ὄντως ὄντα καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἐν αἰῶνι ἱδρυμένον ἀπὸ τῆς μεταβολικῆς οὐσίας τοῦ κόσμου ἐπὶ τὴν ἀμετάβλητον αἰτίαν ἀναδραμών. καὶ ὁ Ἀριστοτέλης δὲ ἀπὸ τῆς κινήσεως καὶ μεταβολῆς καὶ τῆς διαστατῆς καὶ πεπερασμένης τῶν σωμάτων ὑποστάσεως ἐπὶ τὴν ἀκίνητον καὶ ἀμετάβλητον καὶ ἀδιάστατον αἰτίαν ἀνῆλθεν. ἔδειξε γάρ, ὅτι ἀΐδιον ἀνάγκη κίνησιν εἶναι ἐν τοῖς οὖσι, καὶ διὰ τοῦτο καὶ τὸ κινούμενον, εἴπερ ἡ κίνησις ἐν τῷ κινουμένῳ ἐστίν. ἔδειξε δὲ καὶ ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ ὅτι τὸ πρώτως κινοῦν ἀνάγκη ἀκίνητον εἶναι καὶ ἀμετάβλητον αἴτιον τοῖς κινουμένοις προσεχῶς τῆς ἀϊδίου κινήσεως. ἀλλ’ ὅτι μὲν καὶ ἡ παρὰ Πλάτωνι γένεσις καὶ ἡ παρὰ Ἀριστοτέλει κίνησις τὴν μεταβολὴν δηλοῦσι, ῥᾴδιον μαθεῖν ἐκ τοῦ τὸν μὲν Πλάτωνα πρὸς τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀντιδιαιρεῖν τὸ γινόμενον ὡς μεταβαλλόμενον, τὸν δὲ Ἀριστοτέλην, ὅταν λέγῃ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, οὐ περὶ μόνων τῶν κυρίως κινουμένων, ἀλλὰ καὶ τῶν γινομένων καὶ φθειρομένων καὶ ὅλως τῶν μεταβαλλόντων λέγοντα.2 καὶ μέντοι πολλαχοῦ τὸ ἀκίνητον ἀμετάβλητον εἶπεν. οὐδὲ γὰρ μόνης τῆς κυρίως κινήσεως ὑπερανέχει, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς. δοκεῖ δέ μοι ὁ θαυμαστὸς οὗτος ἀνὴρ τὸ ὄνομα τῆς γενέσεως παραιτήσασθαι σαφῶς ἐπὶ τῶν ἀϊδίων λέγειν διὰ τὸ ῥᾳδίως τὴν φαντασίαν ἀρχὴν χρονικὴν ὑποβάλλειν τοῖς γίνεσθαι λεγομένοις. ὅπερ καὶ πολλοὶ πεπόνθασιν οὐ δυνάμενοι τοῖς ἀϊδίοις δημιουργήμασι ταῖς ἐννοίαις συμπαρατείνεσθαι, ἀλλὰ τῷ ἀπ’ αἰτίας ὑφισταμένῳ καὶ γίνεσθαι λεγομένῳ χρονικὴν ἀρχὴν προστιθέντες καὶ ῥᾷον δοκοῦντες μανθάνειν, εἴ τις ἀρχὴν καὶ μέσα καὶ τέλος χρονικῶς ὑποθοῖτο τῆς δημιουργίας. καὶ δὴ καὶ οἱ πλεῖστοι τῶν σοφῶν εἰς τὸ εὐμαθὲς τῶν ἀκουόντων ἀποβλέψαντες οὕτως κοσμοποιοῦσι, πρῶτα καὶ δεύτερα καὶ τρίτα παραγενέσθαι λέγοντες. καὶ συγγνώμην ἴσως νομίζουσιν ἔχειν, εἰ καὶ οἱ θεολόγοι μὴ παραιτοῦνται τὰς τῶν θεῶν γενέσεις οὕτως ἐκφαίνειν διὰ τὴν τῶν ἀκουόντων εὐμάθειαν. ὁ δὲ Ἀριστοτέλης αἰσθόμενος ὡς ἔοικεν ἤδη παρανοούντων ἀεὶ τὰ λεγόμενα,3 καὶ χρονικὴν ἀρχὴν συνεπινοούντων, οὔτε κοσμοποιεῖν ἠνέσχετο καὶ γενητὸν ἐπὶ τῶν ἀϊδίων προφανῶς λέγειν παρῃτήσατο, ἀλλὰ καὶ τῷ τῆς κινήσεως ὀνόματι ταὐτὸν μὲν δηλοῦντι, μὴ ἀπαιτοῦντι δὲ χρονικὴν ἀρχήν, συνεχρήσατο. ἐπεὶ ὅτι οὐ παραιτεῖται τὸ γίνεσθαι καὶ ἐπὶ τῶν ἐπ’ ἄπειρον τὸ εἶναι ἐχόντων, δῆλός ἐστιν ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας περὶ τοῦ ἐπ’ ἄπειρον λέγων· “ἀλλ’ ἐπεὶ πολλαχῶς τὸ εἶναι, ὥσπερ ἡμέρα ἐστὶ καὶ ὁ ἀγὼν τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεσθαι, οὕτω καὶ τὸ ἄπειρον.” ἡ μὲν οὖν ἀρχὴ τῆς ἀποδείξεως οὕτως ἀμφοτέροις ἡ αὐτὴ ἀπὸ τοῦ μεταβαλλομένου ἐπὶ τὸ ἀμετάβλητον ἀνάγουσα. ἐφεξῆς δὲ ὁ μὲν τὸ κινούμενον ὑπό τινος κινεῖσθαί φησιν, ὁ δὲ τὸ γινόμενον ὑπὸ αἰτίου τὴν γένεσιν ἴσχειν. καὶ ὁ μὲν τὸ πρώτως κινοῦν ἀκίνητον καὶ ἀμετάβλητον καὶ ἀμερὲς δείκνυσιν, ὁ δὲ τὸ αἴτιον τοῦ γινομένου ὄντως ὄν· τοιοῦτον δὲ τὸ ἀμερὲς καὶ ὁμοῦ ὅλον ὑφεστὸς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, ὅπερ δηλοῖ τὸ τελέως ἀμετάβλητον.
因为[柏拉图]区分了真实存在者与生成者,并将前者定义为始终处于相同状态且以同样方式存在者(因其在永恒中不可延展且不可分地一并同时完整获得其存立),将后者定义为在生成之中拥有其存在者(因其处于变化和被运动之中),于是他确立整个物体的构造是生成的(因其在实体上具有延展,并根据存在的延展而经历时间并变化),在生成之中拥有其存在,并因此依赖于原因(因为无法自我存立)。“因为,”他说,“任何事物脱离原因而获得生成都是不可能的。”生成者的原因是真实存在者,以免我们因在生成者之前确立生成者而走向无限;出于同样的理由,变化者的原因是不变化者。于是,他从宇宙的可变实体追溯到不变化的原因,发现了宇宙的造物主这一真实存在、始终处于相同状态且以同样方式存在、安立于永恒之中的知性之神。而亚里士多德同样从物体的运动、变化以及延展且有限的存立,上升到不动、不变化且无延展的原因。因为他表明,在存在者之中必然存在永恒的运动,并且因此也必然存在被运动者(如果运动确实是在被运动者之中)。他还表明,一切被运动者都被某物所推动,并且第一推动者必然是直接给予被运动者永恒运动的、不动且不变化的原因。然而,柏拉图那里的“生成”与亚里士多德那里的“运动”都指代变化,这一点很容易明白:柏拉图将生成者作为变化者与始终处于相同状态且以同样方式存在者相对立,而亚里士多德在说“一切被运动者都被某物所推动”时,指的不仅是严格意义上的被运动者,还指生成者、消灭者以及一切处于变化之中的事物。而且他在许多地方都将“不可动者”称为“不变化者”。因为这不仅超越了严格意义上的运动,而且超越了生成与消灭。在我看来,这位令人惊叹的人物之所以明确拒绝对永恒之物使用“生成”这一名称,是因为想象力很容易为那些被称为生成的事物附加一个时间上的开端。这也是许多人所遭受的情形:他们无法在观念中与永恒的造物并驾齐驱,而是为那由原因所存立且被称为生成之物附加一个时间的开端,并以为如果有人在时间上设定造物活动的开端、中段与终结,他们就能更容易领会。事实上,多数智者也是着眼于听众的易学性而这样描述宇宙生成的,声称第一、第二和第三的事物依次产生。他们或许认为自己情有可原,既然神学家们为了听众的易学性也不拒绝以这种方式揭示诸神的生成。但亚里士多德看来觉察到人们已经总是在误解所说的话并附加上时间的开端,因而既不容许描述宇宙生成,也断然拒绝对永恒之物公开称其为“生成的”,而是始终使用“运动”这一名称——该名称虽然表示同样的事物,却并不要求时间的开端。因为,即使对于那些无限拥有存在的事物,他也并不拒绝使用“生成”,这一点在本论著第三卷论述无限时显而易见,他说:“但是,既然存在有多重含义,正如日子和竞技比赛通过始终有不同事物的生成而存在那样,无限也是如此。”因此,两人的论证原理是相同的,都是从可变者引向不变化者。接着,一人说被运动者被某物所推动,另一人则说生成者凭借原因而获得生成。一人表明第一推动者是不动的、不变化的且不可分的,另一人则表明生成者的原因是真实存在者;而不可分、同时作为整体存立且始终处于相同状态并以同样方式存在者正是如此,这表明它是完全不变化的。
- 8.110διαστήσας γὰρ τὸ ὄντως ὂν καὶ τὸ γινόμενον, καὶ τὸ μὲν ... ὁρισάμενος ... τὸ δὲ ... τὴν σωματικὴν σύστασιν πᾶσαν ... γενητὴν εἶναι τίθεται
句首的分词 διαστήσας 与 ὁρισάμενος 均依附于主句限定动词 τίθεται(上下文的主语为柏拉图)。整句骨干为:“[柏拉图]在区分了(διαστήσας)……并将前者定义为(ὁρισάμενος)……、将后者定义为……之后,确立(τίθεται)整个物体的构造是生成的”。
- 8.110ἐκ τοῦ τὸν μὲν Πλάτωνα ... ἀντιδιαιρεῖν ... τὸν δὲ Ἀριστοτέλην ... λέγοντα
在由介词短语 ἐκ τοῦ 引导的名词化结构中,前半句采用带不定式的宾格句式(τὸν μὲν Πλάτωνα ... ἀντιδιαιρεῖν),而后半句则发生破格变化(anacoluthon),以宾格分词(τὸν δὲ Ἀριστοτέλην ... λέγοντα)代替了预期的并列不定式。在意义上,它与 ἀντιδιαιρεῖν 相应,表达亚里士多德如此表述的事实(等同于 λέγειν)。
- 8.110αἰσθόμενος ὡς ἔοικεν ἤδη παρανοούντων ἀεὶ τὰ λεγόμενα
知觉动词 αἰσθάνομαι 在此后接属格分词补足语(παρανοούντων,省略了泛指人们的属格逻辑主语),意为“觉察到人们已经总是在误解所说的话”。中间插入了插入语 ὡς ἔοικεν(“看来/似乎”)。
