← 辛普里丘

亚里士多德《物理学》注释

§1357.30-1359.10

第一推动者属性的总结与对斐罗庞努斯的批判

辛普里丘针对亚里士多德在《物理学》卷八末尾对第一推动者属性(单一性、不动性、无分及无量度)证明的重述展开评注,援引亚历山大的注解反驳了混淆“受动适合性”与“主动无限能力”的文法学家(约翰·斐罗庞努斯),并阐明亚里士多德的自然学教说与柏拉图一致,最终上升至超越性的神学境界。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.110#1

" Διωρισμένων δὲ τούτων ἕως τοῦ τέλους." Ἀναλαβὼν πρὸ ὀλίγου τὸν περὶ τοῦ πρώτως κινοῦντος λόγον καὶ ὑπομνήσας, ὅτι ἀπὸ τοῦ συνεχῆ καὶ ἀίδιον κίνησιν ἐν τοῖς οὖσι δειχθῆναι δέδεικται ἓν ὂν τὸ πρώτως κινοῦν καὶ ἀκίνητον, καὶ ἐπαγαγών, ὅπου τοῦ κινουμένου χρὴ νομίζειν εἶναι τὸ κινοῦν, καὶ τὸ ἀκίνητον αὐτοῦ πάλιν συστήσας ἐκ τοῦ δεῖξαι, ὅτι οὐδὲν κινούμενον συνεχῆ κίνησιν δύναται κινεῖν, προστίθησι καὶ τοῦ τρίτου τὴν ἀνάληψιν1 τοῦ δειχθέντος περὶ τοῦ πρώτως κινοῦντος· τοῦτο δὲ ἦν τὸ ἀμέγεθες αὐτὸ καὶ ἀμερὲς εἶναι· τρία γὰρ ἦν τὰ περὶ αὐτοῦ δειχθέντα, ὅτι ἕν, ὅτι ἀκίνητον, ὅτι ἀμερές. τῶν οὖν δύο ἀποδείξεων συντόμως ὑπομνήσας τῆς τρίτης νῦν ὑπομιμνήσκει τῆς δειξάσης, ὅτι ἀδύνατον τὸ πρώτως κινοῦν τὴν ἀΐδιον κίνησιν ἀκίνητον ὂν μέγεθός τι ἔχειν· ἢ γὰρ ἄπειρον ἢ πεπερασμένον ἔσται τὸ μέγεθος· εἰ οὖν ἄπειρον μὲν οὐκ ἐνδέχεται μέγεθος εἶναι, ὡς δέδεικται ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας (εἴωθεν δὲ τὰ πρῶτα πέντε βιβλία Φυσικὰ καλεῖν ἐξαιρέτως καὶ Περὶ φυσικῶν ἀρχῶν, ὥσπερ τὰ τελευταῖα τρία Περὶ κινήσεως), ἀλλὰ μὴν ὅτι οὐδὲ πεπερασμένον αὐτὸ σῶμα δυνατὸν εἶναι ἔδειξεν, εἴπερ ἀνάγκη τὸ πεπερασμένον σῶμα ἢ ἄπειρον ἔχειν δύναμιν ἢ πεπερασμένην· εἰ οὖν μήτε τὸ πεπερασμένον σῶμα ἄπειρον ἔχει δύναμιν, ὡς δέδεικται, μήτε ἡ πεπερασμένη δύναμις τὸν ἄπειρον χρόνον οἵα τέ ἐστι κινεῖν,2 ὡς δέδεικται καὶ τοῦτο, τὸ δὲ πρῶτον κινοῦν τὴν ἀΐδιον κίνησιν ἐδείχθη κινοῦν ἐπὶ τὸν ἄπειρον χρόνον (ἔδει γὰρ τὴν πρώτην κίνησιν ὑπὸ τοῦ πρώτου κινοῦντος ἐνδεδόσθαι), τούτων οὖν δειχθέντων φανερόν, ὅτι ἀδιαίρετόν ἐστι καὶ ἀμερὲς καὶ οὐδὲν ἔχον μέγεθος τὸ πρώτως κινοῦν. Ἐπέστησεν δὲ καλῶς ὁ Ἀλέξανδρος ἐνταῦθα, ᾧπερ ἐχρῆν ἀποδεικνυμένου τοῦ προβλήματος ἐπιστῆσαι, ὅτι ἐπὶ τοῦ κινουμένου ἐπ’ ἄπειρον οὐ λεκτέον δύναμιν ἀλλ’ ἢ ὁμωνύμως·3 “ἡ μὲν γὰρ ἐπὶ τοῦ κινοῦντος, φησί, καὶ ποιοῦντος δύναμις ὡς ἰσχύς τις λέγεται, ἣν κάμνειν ἀνάγκη ἐπὶ τῶν οὕτως κινούντων, ἡ δὲ ἐπὶ τοῦ κινουμένου ὡς ἐπιτηδειότης πρὸς τὸ πάσχειν ἁπλῶς. οὐδὲ γὰρ ἐπὶ τοῦ βαστάζοντος καὶ τοῦ βασταζομένου, ἐπεὶ τὸ βασταζόμενον, ἔστ’ ἂν ᾖ, βαστάζεσθαι δύναται, ἤδη καὶ τὸ βαστάζον ἀεὶ βαστάσει· δυνάμει γάρ τινι καὶ ἰσχύϊ τὸ βαστάζον βαστάζει, ἥτις κάμνει πεπερασμένη οὖσα ἐν πεπερασμένῳ.” καὶ ἔδει τὸν Γραμματικὸν τούτοις γοῦν ἐπιστῆσαι τοῦ Ἀλεξάνδρου τοῖς λόγοις καὶ μὴ νομίζειν, ὅτι καὶ ὁ Ἀριστοτέλης καὶ ὁ Ἀλέξανδρος οἴονται τὸ μὴ κυρίως ἀπειροδύναμον ἐπ’ ἄπειρον κινεῖσθαι. τὸ γὰρ ἐπ’ ἄπειρον κινούμενον ἐπιτηδειότητα μὲν ἔχει πρὸς τοῦτο κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ δύνασθαι κινεῖσθαι, ὑπ’ ἄλλου δὲ τὸ κινεῖσθαι ἔχον γινόμενον αὐτὸ ἔχει καὶ οὐχ ἅμα ὅλον· ἡ γὰρ κίνησις ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. καὶ τοῦτο δὲ πάλιν ἐνταῦθα ζητήσας ὁ Ἀλέξανδρος, πῶς ἡ τῶν ἀπλανῶν σφαῖρα οὐχ ἕξει τοῦ κινεῖν ἄπειρον δύναμιν πεπερασμένη οὖσα, εἴ γε ἀεὶ κινεῖ τὰς τῶν πλανωμένων, λύει μὲν τὴν ζήτησιν τὰ αὐτὰ λέγων, ἅπερ καὶ πρὸ ὀλίγου, ὅτι καὶ τὸ πλανώμενον τρόπον τινὰ ὑπ’ ἐκείνου τοῦ ἀκινήτου κινεῖται τῇ ἀπλανεῖ συγκινούμενον· τὸ γὰρ ἀπλανὲς κατὰ τὴν σωματικὴν ἑαυτοῦ φύσιν κινητόν ἐστιν, ἀλλ’ οὐχὶ κινητικόν. κἀνταῦθα δὲ ἐχρῆν ἐπιστῆσαι τὸν Γραμματικόν, ὅτι οὐκ ἐζήτησεν ὁ Ἀλέξανδρος, πῶς πεπερασμένον τὸ ἀπλανὲς ἀΐδιόν ἐστιν, ἀλλὰ 〈πῶς〉 πεπερασμένον ὂν ἄπειρον ἔχει δύναμιν τοῦ κινεῖν, γινώσκων, ὅτι κινεῖσθαι μὲν καὶ εἶναι ἐπ’ ἄπειρον τὸ πεπερασμένον οὐδὲν κωλύει γινομένην ἔχον τὴν κίνησιν καὶ τὴν οὐσίαν, ἀλλ’ οὐκ ἀπὸ χρόνου τινός, ἀλλ’ ἐπ’ ἄπειρον, κινητικὴν δὲ δύναμιν ἅμα ὅλην μὴ ἔχειν πεπερασμένον ὄν. Οὕτως ὁ δαιμόνιος ὄντως Ἀριστοτέλης τὴν περὶ τῶν φυσικῶν ἀρχῶν διδασκαλίαν εἰς τὴν ὑπερφυᾶ θεολογίαν ἀπεκορύφωσε καὶ τὴν ὅλην φυσικὴν καὶ σωματικὴν σύστασιν ἐξηρτημένην ἔδειξε τῆς ὑπὲρ φύσιν ἀσωμάτου καὶ ἀσχέτου νοερᾶς ἀγαθότητος τῷ Πλάτωνι κἀνταῦθα συνακολουθῶν. ἀλλ’ ὁ μὲν Πλάτων ἀπὸ τῆς οὐσίας αὐτῆς τοῦ κοσμικοῦ σώματος τὸν δημιουργὸν τοῦ κόσμου νοερὸν θεὸν ἀνηῦρε.

“在这些事情被规定之后……直至结束。” [亚里士多德]在不久前重新提起关于第一推动者的论述,并提醒人们注意,既然在存在者之中连续且永恒的运动得到了证明,那么第一推动者是一且不动的这一点也得到了证明;在补充说明了应当认为推动者位于被推动者的何处之后,他又通过证明被运动之物绝不可能推动连续的运动而再次确立了它的不动性,在此之上,他又对关于第一推动者所证明的第三点作出了重述;而这第三点就是它是没有量度且不可分的;因为关于它所证明的事项共有三点:它是一,它是不可动的,它是不可分的。于是,在简要地提醒人们注意这两项证明之后,他现在提醒人们注意第三项证明,该证明表明使永恒运动处于运动之中的第一推动者作为不动者,不可能具有任何量度;因为这量度要么是无限的,要么是有限的。因此,如果不可能存在无限的量度,正如在本论著的第三卷中所证明的那样(他习惯将前五卷特别称为《物理学》和《论自然原理》,正如将后三卷称为《论运动》一样),然而他也表明了它也不可能是一个有限的物体,既然有限的物体必然具有无限的能力或有限的能力;因此,如果有限的物体既不具有无限的能力(如已证明的那样),有限的能力也无法在无限的时间内进行推动(这一点同样已证明),而第一推动者又被证明在无限的时间内推动着永恒的运动(因为第一运动必定是由第一推动者所赋予的),那么,在这些事情得到证明之后,显而易见的是,第一推动者是不可分割的、不可分的,并且不具有任何量度。亚历山大在这里恰当地指出了一点——而在论题得到证明时本就应当指出这一点——即对于无限地被运动之物,“能力”一词只能在同名异义的意义上被使用:“因为,”他说,“就推动者和作用者而言的能力被称为某种力气,对于以这种方式推动的事物而言这种力气必然会疲惫,而就受动者而言的能力则是指仅仅遭受作用的适合性。因为即使在背负者和被背负者的情况下,也不能因为被背负者只要存在就能够被背负,背负者就会因此而永远背负;因为背负者是凭借某种能力和力气来背负的,而这种存在于有限者之中的有限力气是会疲惫的。”文法学家本应当至少关注亚历山大的这些言论,而不应当认为亚里士多德和亚历山大都以为并非严格意义上具有无限能力之物会被无限地运动。因为无限地被运动之物根据其自身的本性具有针对这一点的适合性,在其自身中能够被运动就在于此;然而它从他物那里获得被运动,是将这一运动作为正在生成之物而拥有,并非作为整体同时全部拥有;因为运动的存在就在于正在生成。亚历山大在这里再次探讨了这一问题,即既然恒星天球始终推动着行星天球,它作为有限者怎么会不具有推动的无限能力,他通过述说不久前所说的相同论据消解了这一探究:行星[天球]随着恒星天球一同运动,在某种方式上也是被那个不动者所推动的;因为恒星天球依照其自身的物体本性而言是可被运动的,但并不是能够推动的。在这里,文法学家同样应当注意到,亚历山大并未探讨有限的恒星[天球]如何是永恒的,而是探讨它作为有限者[如何]具有推动的无限能力,亚历山大深知,没有任何事物妨碍有限者无限地被运动和存在(将其运动和实体作为正在生成者而拥有,并非从某一时间开始,而是无限地如此),但它作为有限者并不具有同时完整的推动能力。就这样,真正神圣的亚里士多德将关于自然原理的学说推向了超自然神学的顶峰,并表明整个自然的和物体的构造都依赖于超自然的、非物体的、无拘束的知性善,在这一点上也同样追随着柏拉图。但柏拉图是从宇宙物体的实体本身,发现了宇宙的造物主这一知性之神。

语法注3 条
  1. 8.110Ἀναλαβὼν πρὸ ὀλίγου τὸν περὶ τοῦ πρώτως κινοῦντος λόγον ... προστίθησι καὶ τοῦ τρίτου τὴν ἀνάληψιν

    整个长句的句法骨干是第三人称单数主动态动词 προστίθησι(根据上下文主语为亚里士多德),前面统领了一长串分词从句(Ἀναλαβὼν ... καὶ ὑπομνήσας ... καὶ ἐπαγαγών ... καὶ ... συστήσας),核心结构为“在……之后,[亚里士多德]又补充了对第三点的重述”。

  2. 8.110ἀλλὰ 〈πῶς〉 πεπερασμένον ὂν ἄπειρον ἔχει δύναμιν τοῦ κινεῖν

    根据校勘者迪尔斯添加的 〈πῶς〉(与前面的 οὐκ ἐζήτησεν ὁ Ἀλέξανδρος, πῶς ... 构成对偶),引导间接疑问从句“它作为有限者[如何]具有推动的无限能力”。分词 ὂν 表让步(“尽管是有限的”)。

  3. 8.110οὐ λεκτέον δύναμιν ἀλλ’ ἢ ὁμωνύμως

    短语 οὐ ... ἀλλ’ ἤ 为希腊语固定用法,意为“除……之外不 / 仅仅……”。与动形容词 λεκτέον 连用,表示“‘能力’一词只能在同名异义的意义上被述说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1357.30-1359.10