- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1356.32-1357.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚历山大关于行星天球虽由处于运动中的恒星天球推动却依然进行连续、永恒且均匀运动的疑难及其解答(整个天界运动的统合),随后讨论了欧德谟关于不可分的第一推动者如何在无接触的情况下进行推动的疑难与解答。
Ἀπορεῖ δὲ καλῶς ὁ Ἀλέξανδρος, πῶς οὐκ ἐρεῖ τις καὶ τὰς τῶν πλανωμένων σφαίρας τὴν κίνησιν, ἣν κινοῦνται τῇ ἀπλανεῖ συμφερόμεναι, συνεχῆ τε καὶ ἀΐδιον καὶ ὁμαλῆ κινεῖσθαι,1 καίτοι ὑπὸ κινουμένης τῆς ἀπλανοῦς ταύτην τὴν κίνησιν κινουμένας. καὶ πρῶτον μὲν ἐνδιδοὺς τῇ ἀπορίᾳ λέγει, ὅτι τοῦτο αἰνιττόμενος ὁ Ἀριστοτέλης οὕτως εἶπεν. ἔχει δὲ ἀπορίαν, εἰ ἐνδέχεται τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὠθοῦν, ὃ ἀπορήσας ἔδειξεν, ἐφ’ ὧν οὐκ ἐνδέχεται, παραλιπὼν τὸν νῦν ἀπορηθέντα λόγον. εἶτα διαναστὰς ἐπάγει· “μήποτε οὐχ ὑπὸ τῆς ἀπλανοῦς ἡ τούτων γίνεται κίνησις· οὐ γὰρ κατὰ τὴν ἐν αὐτῇ κινητικὴν δύναμιν ταύτην κινεῖ, ἀλλὰ κινουμένη αὐτῇ ὑπὸ τοῦ κινητικοῦ ἡ ἐκείνων κίνησις ἕπεται2 γινομένη καὶ αὐτὴ ὑπὸ τοῦ ταύτην κινοῦντος.” καὶ ὅτι μία κίνησίς ἐστιν ὡς ἑνὸς τοῦ ὅλου οὐρανοῦ ἡ ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν, δῆλον ὡς οἶμαι ἐκ τοῦ καὶ περὶ τοὺς αὐτοὺς γίνεσθαι πόλους καὶ ἐκ τοῦ μὴ μόνον ὀκτὼ σφαίρας εἶναι ἀλλὰ καὶ ἕνα τὸν ὅλον οὐρανόν· μία δὲ κίνησις ἡ ἑνὸς καὶ ὑφ’ ἑνὸς γινομένη. δηλοῖ δὲ καὶ αὐτὸς Ἀριστοτέλης τὸ κινοῦν πρώτως οὐκ ἐν τῇ ἀπλανεῖ λέγων, ἀλλ’ ἐν ὅλῳ τῷ κυκλοφορητικῷ σώματι· “τάχιστα, φησί, κινεῖται τὸ ἐγγύτατα τοῦ κινοῦντος· τοιαύτη δὲ ἡ τοῦ κύκλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν”, κύκλον οἶμαι τὸ ἐγκύκλιον ἅπαν λέγων. ὁ δὲ Εὔδημος τοῦτο μὲν οὐκ ἀπορεῖ, ὅπερ ὁ Ἀριστοτέλης, εἰ ἐνδέχεται τι κινούμενον κινεῖν συνεχῶς, ἀπορεῖ δὲ ἀντὶ τούτου, εἰ ἐνδέχεται τὸ ἀκίνητον κινεῖν· “δοκεῖ γάρ, φησί, τὸ κινοῦν κατὰ τόπον ἢ ὠθοῦν ἢ ἕλκον κινεῖν· εἰ δὲ μὴ μόνον οὕτως, ἀλλ’ οὖν ἁπτόμενόν γε αὐτὸ ἢ διὰ ἄλλου ἢ δι’ ἑνὸς ἢ πλειόνων· τὸ δὲ ἀμερὲς οὐδενὸς ἐνδέχεται ἅψασθαι· οὐ γάρ ἐστιν αὐτοῦ τὸ μὲν ἀρχή, τὸ δὲ πέρας· τῶν δὲ ἁπτομένων τὰ πέρατα ἅμα. πῶς οὖν κινήσει τὸ ἀμερές;” καὶ λύει τὴν ἀπορίαν λέγων ὅτι “τὰ μὲν κινούμενα κινεῖ τὰ δὲ ἠρεμοῦντα. καὶ τὰ μὲν κινούμενα κινεῖ ἁπτόμενα, ἃ δὲ κινεῖ μὴ κινούμενα, ἄλλως, οὐχ ὁμοίως δὲ πάντα. οὐ γὰρ ὡς ἡ γῆ τὴν σφαῖραν ῥιφθεῖσαν ἐπ’ αὐτὴν ἄνω ἐκίνει, οὕτω καὶ τὸ πρώτως κινῆσαν· οὐ γὰρ προγενομένης κινήσεως ἐκεῖνο κινεῖ· οὐ γὰρ ἂν ἔτι πρώτως κινοίη·3 ἡ δὲ γῆ οὐδέποτε ἠρεμοῦσα πρώτως κινήσει.”
亚历山大恰当地提出了疑难:人们怎么能不说行星天球在随着恒星天球一起运转而进行的运动上,也是连续、永恒且均匀地运动着的呢,尽管它们是在被处于运动中的恒星天球所推动而进行这一运动的?起初,他屈服于这一疑难并说道,亚里士多德暗示了这一点而这样说:“但这包含一个疑难,即被运动的某物是否可能连续地推动,而不是像推者那样”,在提出这一疑难之后,他在不可能的情形中作出了证明,而略过了现在所疑难的论据。随后他振作精神补充道:“或许它们的运动并非由恒星天球所产生;因为它并不是按照其自身的推动能力来推动这[一运动]的,而是在它自身被推动者推动时,它们[行星天球]的运动随之产生,其自身也是由推动恒星天球者所产生的。”而自东向西的运动作为整个天界为一的单一运动,正如我认为的那样,无论从它围绕相同的两极产生,还是从不仅有八个天球而且整个天界为一个整体来看,都是显而易见的;而单一的运动乃是属于一个事物并由一个事物所产生的运动。亚里士多德本人也表明了这一点,他说第一推动者并非在恒星天球中,而是在整个圆周运动的物体中:“最靠近推动者之物,”他说,“运动得最快;而圆周的运动正是如此;因此推动者在那里”,我认为他所说的“圆周”是指整个圆周运动的物体。然而欧德谟并没有提出亚里士多德所提出的这一疑难——即被运动的某物是否可能连续地推动——而是以此代替提出了疑难:不动者是否可能进行推动。“因为,”他说,“在位置上推动之物,似乎要么通过推要么通过拉来推动;即便不单单是这样,无论如何也是通过接触来进行的,或者是自身直接接触,或者是通过他物,通过一个或多个中介;然而不可分者不可能与任何事物接触;因为在它之中并没有一部分作为开端,另一部分作为终点,而相接触的事物其边界是在一起的。那么不可分者将如何推动呢?”接着他消解了这一疑难,说道:“有些事物在被运动的同时推动,另一些则在静止的同时推动。处于运动中的事物通过接触来推动,而在未被运动的情况下推动的事物则以另一种方式推动,并非一切都以同样的方式推动。因为第一推动者推动的方式,并不像大地将投向它的球向上方推动那样;因为那个[第一推动者]并非在先行运动发生之后才推动(否则它就不再是第一地推动了),而大地只要处于静止,就绝不会第一地进行推动。”
- 8.109τὰς τῶν πλανωμένων σφαίρας τὴν κίνησιν, ἣν κινοῦνται τῇ ἀπλανεῖ συμφερόμεναι, συνεχῆ τε καὶ ἀΐδιον καὶ ὁμαλῆ κινεῖσθαι
在带不定式的宾格结构中,主语宾格 τὰς τῶν πλανωμένων σφαίρας 支配不定式 κινεῖσθαι,后者带有同源宾格/内在宾格 τὴν κίνησιν(由关系从句 ἣν κινοῦνται 修饰),而 συνεχῆ τε καὶ ἀΐδιον καὶ ὁμαλῆ 则作谓述性修饰。骨架结构为“τὰς σφαίρας(主语宾格)…… τὴν κίνησιν(内在宾格)…… κινεῖσθαι(不定式)”。
- 8.109κινουμένῃ αὐτῇ ὑπὸ τοῦ κινητικοῦ ἡ ἐκείνων κίνησις ἕπεται
对于在第尔斯版底本中印作 κινουμένη αὐτῇ 的短语,有两种句法解读:将其视作与 ἕπεται 连用的与格 κινουμένῃ αὐτῇ(“伴随着它被推动”),或者将 κινουμένη 视作与 ἡ κίνησις 一致的主格,而 αὐτῇ 则是 ἕπεται 所支配的与格代词(“它们的运动伴随着它”)。无论采用哪种解读,整体句意完全一致:行星天球的运动是伴随着恒星天球被第一推动者推动而随之产生的。
- 8.109οὐ γὰρ προγενομένης κινήσεως ἐκεῖνο κινεῖ· οὐ γὰρ ἂν ἔτι πρώτως κινοίη
προγενομένης κινήσεως 是独立属格,表条件或前提(“当先行运动发生时”)。随后的 οὐ γὰρ ἂν ἔτι πρώτως κινοίη 是由 ἄν 加上现在时祈愿语气构成的推论/反事实结论从句(“因为若如此,它就不再是第一地推动了”)。
