- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1356.1-1356.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》第8卷267b9的引文进行注解,论证了在自身被运动的同时推动他物者(通过推或拉进行的物体性运动)因相续承接或劳累停歇而不可能产生真正的连续运动,唯有不动推动者通过始终保持同一关系才能产生连续而永恒的运动。
" Ἔχει δὲ ἀπορίαν εἰ ἐνδέχεται τι κινούμενον ἕως τοῦ καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει καὶ συνεχῶς." Δείξας, ὅτι μόνη συνεχὴς κίνησίς ἐστιν, ἣν τὸ ἀκίνητον κινεῖ, βεβαιούμενος τοῦτο τὸ ἀντικείμενον αὐτῷ ἀναιρεῖ, τὸ ἐνδέχεσθαί τι κινούμενον κινεῖν συνεχῶς. ἐπειδὴ γὰρ πᾶν, ὃ κινούμενον κινεῖ, σωματικόν τέ ἐστι καὶ σωματικῶς κινεῖ, τὰ δὲ σωματικῶς κινοῦντα κινεῖ ὠθοῦντα ἢ ἕλκοντα ἢ κατ’ ἄμφω, ὡς οἱ ταῖς χερσὶ τοὺς μύλους κινοῦντες, καὶ ἢ τὸ αὐτὸ δεῖ εἶναι τὸ ὠθοῦν ἢ ἕλκον ἢ ἄμφω ποιοῦν ἢ ἄλλο παρ’ ἄλλου διαδεχόμενον κατά τινα τούτων τῶν κινήσεων κινεῖν, ὡς ἐπὶ τῶν ῥιπτουμένων ἐδείχθη πρὸ ὀλίγου, ἐφ’ ὧν ἄλλο ἐξ ἄλλου οὐ μόνον τὸ κινεῖσθαι, ἀλλὰ καὶ τὸ κινεῖν διαδεχόμενον αἴτιον ἐγίνετο τῆς κινήσεως τῷ ῥιπτουμένῳ (εἴπερ διαιρετὸς ὢν ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τουτέστιν εὐδιαίρετα καὶ εὐκίνητα, κινεῖ·1 πῶς δὲ κινεῖ ὁ ἀήρ; ἄλλος ἀεὶ καὶ ἄλλος κινούμενος καὶ οὕτως κινῶν), εἴτε οὖν οὕτως κινοῖτό τι ὑπὸ κινουμένου, οὐκ ἔστι μία καὶ συνεχὴς ἡ κίνησις ἀλλὰ ἐφεξῆς· εἴτε μὴ κατὰ διαδοχήν,2 ἀλλ’ ἓν εἴη τὸ κινοῦν, ὡς ἐπὶ τῶν παραμενόντων καὶ ὠθούντων ἢ ἑλκόντων, οὐδὲ αὕτη συνεχὴς ἡ κίνησις· κἄν γὰρ ἓν τὸ κινοῦν ἐπὶ τούτων καὶ μὴ πλείονα ὡς ἐπὶ τῶν ῥιπτουμένων, ἀλλὰ καθ’ ἑκάστην ὦσιν ἢ ἕλξιν ἀρχή τις γίνεται ἀναπαυομένου τοῦ ἕλκοντος ἢ ὠθοῦντος, ἐπεὶ μὴ ἄπονον τὸ οὕτω κινεῖν. εἰ οὖν πᾶν, ὃ κινούμενον κινεῖ, ἢ ὠθοῦν ἢ ἕλκον ἢ κατ’ ἄμφω κινεῖ, καὶ ἢ τὸ αὐτὸ ἑπόμενον ἢ ἐκ διαδοχῆς, παντοίως δὲ ἀδύνατον μίαν καὶ συνεχῆ καὶ ὁμαλὴν κίνησιν εἶναι, δῆλον ὅτι μόνη συνεχής ἐστιν, ἣν κινεῖ τὸ ἀκίνητον, ἐπειδὴ πᾶν τὸ κινούμενον ἢ ὑπὸ κινουμένου κινεῖται ἢ ὑπὸ ἀκινήτου. καὶ τὴν αἰτίαν προσέθηκε τοῦ ταύτην εἶναι συνεχῆ εἰπών· ἀεὶ γὰρ ὁμοίως ἔχον, εἴπερ ἀκίνητόν ἐστι καὶ ἀμετάβλητον καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν, καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει,3 τὴν αὐτὴν ἀεὶ πρὸς αὐτὸ σχέσιν ἔχον, ὥστε καὶ ὁμοίως καὶ ὁμαλῶς κινεῖν. εἰπὼν δὲ καὶ πρὸς τὸ κινούμενον ὁμοίως προσέθηκε καὶ συνεχῶς δηλῶν, ὅτι καὶ συνεχής ἐστιν ἡ ὁμοία τοῦ ἀκινήτου πρὸς τὸ κινούμενον σχέσις, καὶ οὐ διακοπτομένη οὐδὲ ἐπιλείπουσα, ὥστε καὶ ἀΐδιον εἶναι τὴν κίνησιν, ἣν προσεχῶς κινεῖ τὸ ἀκίνητον.
“但这包含一个疑难,即被运动的某物是否可能[连续地推动]……直至:并且对于被运动者也将同样且连续地保持。” 在表明了唯有不动者所推动的运动才是连续的之后,为了确证这一点,[亚里士多德]否定了与此相反的主张,即被运动的某物可能连续地推动。因为既然一切在自身被运动的同时推动他物者既是物体性的,又是以物体的方式推动的,而以物体的方式推动者是通过推或拉或二者兼具来推动的,正如那些用双手转动磨盘的人一样;而且必定或者是同一种事物在推或拉或兼行二者,或者是后继者从前驱者那里承接并按照这些运动方式之一来推动,正如不久前在被抛掷物的情形中所表明的那样——在它们的情形中,后继者相继从前驱者那里不仅接替被运动,而且接替推动,从而成为被抛掷物运动的原因(如果空气和水确实因其可分性,亦即容易被分割且容易运动,而进行推动的话;然而空气是如何推动的呢?乃是一个接一个的部分不断被运动并由此推动);因此,无论某物是通过这种方式被处于运动中的事物推动,其运动都不是单一且连续的,而是接续的;或者若并非通过承接相续,而是推动者是单一的,正如在那些伴随在旁并推或拉的事物的情形中那样,这一运动也同样不是连续的;因为即使在这些情形中推动者是单一的,而不像被抛掷物的情形中那样是多个,然而在每一次推或拉之际都会产生某种新的开端,因为拉者或推者会休息,毕竟以这种方式推动并非毫不费力。因此,如果在自身被运动的同时推动他物的一切事物,或者通过推、或者通过拉、或者兼具二者来推动,且或者作为同一事物伴随而行,或者相续承接,而这类运动无论如何都不可能是单一、连续且均匀的,那么显然唯有不动者所推动的运动才是连续的,因为一切被运动者要么被处于运动中的事物推动,要么被不动者推动。而且他指出了这一运动之所以是连续的原因,他说:因为如果它在实体上、能力上以及现实活动上确实都是不动的且不可变易的,那么由于它始终处于相同的状态,它对于被运动者也将同样地保持,始终对它具有相同的关系,从而同样且均匀地推动。而在说了“并且对于被运动者也将同样地”之后,他又加上了“且连续地”,表明不动者对于被运动者的这种同样关系也是连续的,既不中断也不匮乏,从而使不动者直接推动的运动也是永恒的。
- 8.109εἴπερ διαιρετὸς ὢν ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τουτέστιν εὐδιαίρετα καὶ εὐκίνητα, κινεῖ
虽然主语并列了 ὁ ἀήρ 和 τὸ ὕδωρ 两项,但分词 διαιρετὸς ὤν 和限定动词 κινεῖ 均以单数形式出现,同位依从于在位置上更靠近的阳性单数主语 ὁ ἀήρ。随后紧接在 τουτέστιν 后的中性复数形容词 εὐδιαίρετα καὶ εὐκίνητα 则是在语义上对空气和水两者进行的统括性释义。
- 8.109ἐπειδὴ γὰρ πᾶν, ὃ κινούμενον κινεῖ... εἴτε οὖν οὕτως κινοῖτό τι... εἴτε μὴ κατὰ διαδοχήν
引导句首原因从句的连词 ἐπειδή 未接常规主句,而是直接展开为由 εἴτε... εἴτε... 构成的选言条件结构,形成了轻微的破格句(anacoluthon)。其整体句法骨架在于:先提出被运动之物以物体方式推动的两种可能途径(接续传递或单一推动者持续推动),再通过 εἴτε... εἴτε... 说明这两种情形都无法产生连续运动。
- 8.109ἀεὶ γὰρ ὁμοίως ἔχον, εἴπερ ἀκίνητόν ἐστι... καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει
分词 ἔχον 为中性单数主格,与语境中的主语“不动者”(τὸ ἀκίνητον)一致。它作为表原因或情态的附加分词构成分词短语(“因为始终处于相同状态”),并在跨过插入性的 εἴπερ 从句后,与主句谓语动词 ἕξει(主语同为不动者)相配合。
