← 辛普里丘

亚里士多德《物理学》注释

§1354.36-1355.38

第一推动者的超绝性及其在天界的位置

辛普里丘论证了第一推动者亦是动力因,并因其超绝于物体而是“无处所在又无处不在”的。进而,他批判了亚历山大将第一推动者置于整个圆周上的化解方案,指出欧德谟文本中的异读,并提出“在圆中”可能意指整个天的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.108#2

εἰ δέ, ὡς πολλοὶ λόγοι δεικνύουσι, καὶ ποιητικὸν αὐτὸ νομίζει, τὴν μὲν ψυχὴν καὶ αὐτὸς οἴεται, ὥσπερ ὁ Πλάτων, τοῦ μεταβατικοῦ τῆς κινήσεως αἰτίαν εἶναι, τὸν δὲ ἀκίνητον νοῦν τοῦ περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ ἀεὶ κινεῖσθαι καθ’ ἕνα λόγον καὶ μίαν τάξιν.1 εἰ οὖν ἀμερὲς τὸ κινοῦν καὶ χωριστὸν πάντῃ σωμάτων αὐτὸ καθ’ αὑτὸ τέλειον ἐξῃρημένον τοῦ παντὸς σωματικοῦ κόσμου, καλῶς ἔχει λέγειν καὶ πανταχοῦ αὐτὸ καὶ οὐδαμοῦ εἶναι. εἰ δὲ οἱ μὲν Πυθαγόρειοι ἐν τῷ κέντρῳ λέγουσιν ἱδρῦσθαι, ὁ δὲ Ἀριστοτέλης ἐν τῇ ἀπλανεῖ σφαίρᾳ φησὶν εἶναι, ἐκεῖνοι μὲν τὸ κέντρον ἐπιτηδειότερον τῶν ἄλλων τοῦ παντὸς μερῶν νομίζουσι πρὸς μέθεξιν τῆς τοῦ δημιουργοῦ συνοχικῆς καὶ ἑδραστικῆς ἀγαθότητος, ὁ δὲ Ἀριστοτέλης τὴν ἀπλανῆ πρώτως ἀπολαύειν τῆς δημιουργικῆς νομίζει κινήσεως. καὶ διὰ τοῦτο οἱ μὲν Πυθαγόρειοι Ἑστίας τόπον καὶ Ζανὸς πύργον ἐκάλουν τὸ κέντρον, ὁ δὲ Ἀριστοτέλης μέτρον τῶν ἄλλων κινήσεων τὴν τῆς ἀπλανοῦς ἔλεγεν ὡς πρώτην καὶ συνηρημένην, καὶ τὸ τοῦ κινοῦντος ἀμερὲς διὰ τῆς ταχυτῆτος ἐνεικονιζομένην. οὐ χρὴ οὖν δεδοικέναι, μὴ κατὰ συμβεβηκὸς κινήσωμεν τὸ πρώτως κινοῦν ἐν τῷ ἀπλανεῖ λέγοντες αὐτὸ οὐρανῷ· οὐ γάρ ἐστιν ἐν τῷ οὐρανῷ κυρίως ἐκεῖνο, ἀλλ’ ὁ οὐρανὸς ἐν αὐτῷ, εἴπερ τὸ ἔν τινι περιέχεται ὑπὸ τοῦ ἐν ᾧ ἐστι· περιέχει δὲ ἐκεῖνο τὸν ὅλον κόσμον τῇ ἀπείρῳ ἑαυτοῦ δυνάμει. μήποτε δὲ οὐδὲ ἡ ἐπινοηθεῖσα ὑπὸ τοῦ Ἀλεξάνδρου βοήθεια πρὸς τὸ μηδὲ κατὰ συμβεβηκὸς ἐκεῖνο κινεῖσθαι αὐτάρκης ἐστίν, ἀπὸ ἐννοίας ἔτι προϊοῦσα τοῦ ἐν τῷ οὐρανῷ εἶναι τὸ πρώτως κινοῦν. “εἰ γὰρ μὴ ἐν μορίῳ τινί, φησίν, ἔστιν, ἀλλ’ ἐν πάσῃ τῇ περιφερείᾳ, ἐπειδὴ ἡ πᾶσα οὐ κινεῖται οὐδὲ ἀμείβει τὸν τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένει, οὐδὲ κατὰ συμβεβηκὸς ἂν κινοῖτο. εἰ οὖν ἡ μὲν πᾶσα οὐ κινεῖται, τὸ δὲ πρώτως κινοῦν ἐν τῷ τάχιστα κινουμένῳ λέγεται εἶναι, δῆλον ὅτι οὐκ ἔστιν ἐν τῇ πάσῃ περιφερείᾳ. ἔπειτα εἰ μὲν οὕτως ἐστὶν ἐν τῇ πάσῃ ὡς κατατεταγμένον ἐν αὐτῇ, ἡ δὲ πᾶσα κατὰ μόρια κινεῖται, δῆλον ὅτι καὶ αὐτὸ μετὰ τῶν μορίων κατὰ συμβεβηκὸς κινηθήσεται. εἰ δὲ ἀσχέτως καὶ ἐξῃρημένως τῷ ὅλῳ πάρεστι, τί κωλύει καὶ τοῖς μέρεσιν ἀσχέτως καὶ ἐξῃρημένως καὶ ἀμερίστως καὶ ἀκινήτως ἅμα πᾶσι παρὸν μηδὲ κατὰ συμβεβηκὸς τῇ ἐκείνων κινήσει συγκινεῖσθαι;” καὶ ἀσφαλῶς ὁ Εὔδημος τὸ πρόβλημα ἐκτιθέμενος·2 “εἰ ἀμερές, φησίν, ἔστι τὸ πρώτως κινοῦν καὶ μὴ ἅπτεται τοῦ κινουμένου, πῶς ἔχει πρὸς αὐτό;” τὸ οὖν ἀμερὲς καὶ μὴ ἁπτόμενον τοῦ κινουμένου, ἀλλ’ ἄσχετον πρὸς αὐτὸ καὶ ἐξῃρημένον, πῶς δύναται συγκινεῖσθαι τῷ κινουμένῳ, ὥστε κατὰ συμβεβηκὸς κινεῖσθαι; τὸν δὲ Εὔδημον ὁ Ἀλέξανδρος τὸ πρώτως κινοῦν ἐν τῷ μεγίστῳ κύκλῳ φησὶ λέγειν τῷ διὰ τῶν πόλων· οὗτος γὰρ τάχιστα κινεῖται. ἐγὼ δὲ οὕτως ηὗρον τὴν γραφὴν ἐν τῷ Εὐδημείῳ· “τῆς δὲ σφαίρας ὁ μὲν τόπος ὁ περὶ τοὺς πόλους τάχιστα κινεῖται”. καὶ τούτῳ δὲ ἐφιστάνειν ἄξιον, ὅτι ὁ μὲν Ἀλέξανδρος ἐν τῇ τῆς σφαίρας περιφερείᾳ τὸ πρώτως κινοῦν νομίζει λέγειν τὸν Ἀριστοτέλη· μήποτε δὲ ἐν τῷ κύκλῳ λέγων ἐν τῷ ὅλῳ οὐρανῷ λέγει.

但如果正如许多论证所表明的,他也认为它是动力因,那么他本人也正如柏拉图一样,认为灵魂是运动的过渡性特征的原因,而不动的智性则是始终围绕相同之物、以相同方式并在相同处按照单一原则和单一秩序运动的原因。因此,如果推动者是无部分的、完全与诸物体相分离、依其自身完满并超绝于整个物体宇宙,那么说它既无处不在又无处所在便是合理的。如果说毕达哥拉斯学派称其定居于中心,而亚里士多德则称其在恒星天球之中,那么前者是认为中心比宇宙的其他部分更适宜于分有德米乌尔戈斯的凝聚性与奠基性的善,而亚里士多德则认为恒星天最先享受到德米乌尔戈斯式的运动。正因如此,毕达哥拉斯学派将中心称为“赫斯提亚的居所”和“宙斯之塔”,而亚里士多德则称恒星天的运动是其他运动的尺度,因其是最先的、统摄集中的,并且通过其迅速性摹状了推动者的无部分性。因此,我们不必担心由于说第一推动者在恒星天之中而使它发生偶性运动;因为严格说来,并非那推动者在天之中,而是天在它之中,如果处在某物之中的事物确实是被它所在之物所包容的话;而那推动者乃是用其自身的无限能力包容着整个宇宙。然而,亚历山大为了使它甚至不发生偶性运动而构想出的救援之辞,恐怕也是不充分的,因为它依然是从第一推动者处于天之中的观念出发的。“因为如果不处于某个部分中,”他说,“而是处于整个圆周中,那么由于整体并不运动也不变换位置,而是保持在同一处,它甚至不会偶性地被运动。”那么,如果整体并不运动,而第一推动者又被说成是在运动得最快之物之中,显然它并不在整个圆周之中。其次,如果它在整体之中是以整饬编排在其中的方式存在的,而整体又是分部分地运动的,显然它本身也将随诸部分一起发生偶性运动。但如果它是非相涉地且超绝地现前于整体,那么又有什么妨碍它同样非相涉地、超绝地、无部分地且不动地同时现前于所有部分,从而甚至不随它们的运动而偶性地协同运动呢?欧德谟也是稳妥地提出了这个问题,他说:“如果第一推动者是无部分的且不接触被运动者,它对它处于何种关系?”因此,那无部分的、不接触被运动者、反倒对它非相涉且超绝之物,怎么可能与被运动者一同运动以至于偶性地被运动呢?另外,亚历山大声称欧德谟说第一推动者在穿过两极的最大圆之中,因为这一个圆运动得最快。但我自己在欧德谟的著作中发现的字句是这样的:“在球体中,两极周围的处所运动得最快。”这一点也是值得注意的:虽然亚历山大认为亚里士多德说第一推动者在球体的圆周中,但或许他说“在圆中”乃是指在整个天之中。

语法注2 条
  1. 8.108τὴν μὲν ψυχὴν καὶ αὐτὸς οἴεται, ὥσπερ ὁ Πλάτων, τοῦ μεταβατικοῦ τῆς κινήσεως αἰτίαν εἶναι, τὸν δὲ ἀκίνητον νοῦν τοῦ περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ ἀεὶ κινεῖσθαι καθ’ ἕνα λόγον καὶ μίαν τάξιν.

    属格短语 τοῦ μεταβατικοῦ τῆς κινήσεως 与 τοῦ ... κινεῖσθαι 构成并列,作为宾格性属格依附于 αἰτίαν。以 τὴν μὲν ψυχήν 和 τὸν δὲ ἀκίνητον νοῦν 为主语、αἰτίαν 为表语名词的两个“宾格加不定词”结构由 μέν ... δέ 形成对比。

  2. 8.108καὶ ἀσφαλῶς ὁ Εὔδημος τὸ πρόβλημα ἐκτιθέμενος·

    这是一个省略句结构,限定动词(如 ἐξέθετο)被省略,仅留下分词 ἐκτιθέμενος,或者作为引介性的展示句直接引出冒号后的引文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1354.36-1355.38