← 辛普里丘

亚里士多德《物理学》注释

§1353.35-1354.35

第一推动者的位置与亚历山大的解释

关于亚里士多德讨论第一推动者之位置(中心还是圆周,267b6)的文本,辛普利丘介绍了欧德谟的观点、亚历山大关于偶性运动提出的疑难与解答,并说明了亚历山大将第一推动者纯然视作目的因的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.108#1

" Ἀνάγκη δὲ ἢ ἐν μέσῳ ἢ κύκλῳ εἶναι ἕως τοῦ ἐκεῖ ἄρα τὸ κινοῦν." Εἰπὼν ὁποῖόν ἐστι τὸ πρώτως κινοῦν καὶ τὸ κινούμενον τὴν ἀΐδιον κίνησιν καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, ἐπειδὴ ζητεῖν ἔθος ἦν ὡς ἔοικε, ποῦ τὸ κινοῦν τὸν οὐρανόν ἐστι, καὶ οἵ γε Πυθαγόρειοι ἐν τῷ μέσῳ λέγειν ἐδόκουν αὐτό, καὶ τοῦτο προσθεῖναι τοῖς περὶ τοῦ κινοῦντος λόγοις ἐδοκίμασε. καὶ λέγει, ὅτι ἀνάγκη αὐτὸ ἐν τῇ ἀρχῇ εἶναι τοῦ κινουμένου, ὅπερ κυριώτατόν ἐστι. δύο δὲ ἀρχαί εἰσιν ἐν τῇ σφαίρᾳ τό τε μέσον καὶ τὸ πέριξ· ἀνάγκη οὖν φησιν ἐν τούτων τινὶ εἶναι τὸ κινοῦν. ἀλλ’ ἐπειδὴ τὸ ἐγγύτατα τοῦ κινοῦντος τάχιστα μᾶλλον κινεῖται, ταχεῖα δὲ ἡ τοῦ κύκλου κίνησις, τουτέστι τῆς περιφερείας, ἐκεῖ τὸ κινοῦν εἴη ἄν· τὸ γὰρ μέσον ἀκίνητον ὂν οὐ δοκεῖ πρὸς τὸ κινοῦν οἰκείως ἔχειν. ὁ δὲ Εὔδημος ἐν τῷ μεγίστῳ κύκλῳ φησὶν εἶναι τῷ διὰ τῶν πόλων· οὗτος γὰρ τάχιστα κινεῖται, τὸ δὲ κινοῦν δοκεῖ ἄρχεσθαι, ὅθεν τάχιστα ἂν κινήσαι καὶ ῥᾷστα. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος καὶ πρὸς τὴν ἔξω περιφέρειαν καὶ πρὸς τὸν μέγιστον κύκλον, εἰ ἐν τούτῳ τινί ἐστι τὸ κινοῦν αἴτιον, πῶς οὐ κινήσεται κατὰ συμβεβηκός. καὶ εἰπὼν ἐκτός, εἰ μὴ ταύτης κατὰ τοὺς πόλους ἐστίν,1 ἐπαπορεῖ ὅτι καὶ δύο οὗτοι καὶ ἀκίνητοι, Ἀριστοτέλης δὲ καὶ Εὔδημός φασι τὸ ἐγγυτέρω τοῦ κινοῦντος τάχιστα κινεῖσθαι. λύων δὲ τὴν ἀπορίαν λέγει, ὅτι εἰ μὲν ἐν μορίῳ τινὶ εἴη τῆς περιφερείας τῆς ἐξωτάτω, κινοῖτο ἂν κατὰ συμβεβηκὸς τῷ κατὰ μόρια τὴν κίνησιν εἶναι τῆς σφαίρας·2 εἰ δὲ ἐν πάσῃ τῇ περιφερείᾳ (οὕτω γὰρ ἔσται ἐν τῷ τάχιστα κινουμένῳ), οὐκέτι ἂν κινοῖτο κατὰ συμβεβηκὸς τῷ πᾶσαν τὴν περιφέρειαν μὴ κινεῖσθαι μηδὲ ἀλλάσσειν τὸν τόπον, ἀλλ’ ἐν τῷ αὐτῷ μένειν ἀεί. ἐγκρίνει οὖν εἶναι αὐτὸ ἐν πάσῃ τῇ τῆς ἐκτὸς σφαίρας περιφερείᾳ. “οὕτω γάρ, φησίν, ἔσται ἐγγυτάτω τοῦ τάχιστα κινουμένου καὶ μὴ κατὰ συμβεβηκὸς κινούμενον, καὶ τὴν αὐτὴν ἀεὶ σχέσιν ἔχον πρὸς τὸ κινούμενον ὑπ’ αὐτοῦ. διὸ καὶ ὁμοίαν ἀεὶ κίνησιν κινήσει.” ταῦτα ἠπόρησεν ὁ Ἀλέξανδρος καὶ ἔλυσεν οὕτω, καίτοι πρότερον καλῶς εἰπών, ὅτι οὐχ ὡς τόπον τινὰ κατέχοντος τοῦ κινοῦντος ἀκουστέον (ἀμερὲς γὰρ ἐδείχθη), ἀλλ’ οὐδὲ ὡς εἴδους ὄντος τοῦ ἐν ᾧ ἐστίν, ἀλλ’ ὡς οὐσίας ἀσωμάτου αὐτῆς καθ’ αὑτὴν ἐν οὐσίᾳ. “κἂν γὰρ ἔμψυχον, φησίν, ὂν τὸ κυκλοφορητικὸν σῶμα κινῆται κατὰ τὴν ἐν αὐτῷ ψυχήν, ἀλλὰ καὶ ἄλλου τινὸς δεῖται τοῦ τὴν ἀρχὴν αὐτῷ τῆς κινήσεως παρέχοντος· ἐπὶ πάντων γὰρ τῶν ἐμψύχων ἔξωθέν τι ὂν αἴτιον αὐτοῖς καὶ ἀρχὴ γίνεται τῆς κινήσεως τῆς ψυχικῆς τῆς κατὰ τόπον γινομένης, εἴ γε ἐφέσει τινὸς ἡ κατὰ τόπον γίνεται τῶν ἐμψύχων κίνησις.” ταῦτα ὁ Ἀλέξανδρος ἔγραψεν ὡς τελικὸν μόνως αἴτιον τὸ πρώτως κινοῦν τὸν Ἀριστοτέλην λέγειν ἀποδεχόμενος.3

“而必然或者在中心或者在圆周……直到:因此推动者在那里。” 在说明了第一推动者以及作永恒运动的被运动者是怎样的,以及它们彼此之间处于何种关系之后,既然看来人们习惯于探究推动天者究竟在何处,而且毕达哥拉斯学派的人似乎主张它在中心,[亚里士多德]便认为理应将这一点也补充到关于推动者的讨论中。他说,它必然处于被运动者的始基之中,而这是最具主导性的。但在球体中有两个始基:中心与周边;因此他说,推动者必然在这些之一之中。然而,既然最接近推动者之物运动得更为迅速,而圆——也就是圆周——的运动是迅速的,那么推动者应当就在那里;因为中心既然是不动的,看来就与推动者缺乏相契的关系。但欧德谟则说它在最大的圆上,即穿过两极的圆;因为这一个圆运动得最快,而推动者看来应当从它能最快且最容易推动的地方开始。但亚历山大无论是对于外圆周还是对于最大的圆都提出了疑难:如果推动的原因在这些之一之中,它如何不会偶性地被运动呢?并且在说了“除非它在它的两极处”之后,他又进一步提出疑难,指出两极既有两个而且是不动的,但亚里士多德与欧德谟却都说离推动者更近之物运动得最快。而在解答这一疑难时,他说:如果它在最外圆周的某个部分中,它就会因为球体的运动是分部分的运动而偶性地被运动;但如果它在整个圆周之中(因为这样它就会在运动最快之物中),它就不会再偶性地被运动,这是因为整个圆周并不被运动也不改变位置,而是始终留在同一处。因此他赞同它存在于外层球体的整个圆周中。他说:“因为这样一来,它将最接近于运动得最快之物,并且不会偶性地被运动,对被它所运动之物始终保持同一种关系。因此它也将始终引起一致的运动。”亚历山大提出了这些疑难并作出了这样的解决,尽管他先前曾很好地指出:不应当将推动者理解为占据某种位置(因为已被证明它是无部分的),也不应当理解为是它所在之物的形式,而应当理解为实体内依其自身存在的非物体实体。他说:“因为即使作圆周运动的物体具有灵魂并依据其内部的灵魂而运动,它仍然需要另外的某物为它提供运动的始基;因为对于一切具灵魂者而言,都是某个外部之物成为它们在位置上所产生的灵魂运动的原因和始基,如果具灵魂者在位置上的运动确实是出于对某物的欲求而产生的话。”亚历山大写下这些,乃是接受了亚里士多德仅仅将第一推动者作为目的因而论述的看法。

语法注3 条
  1. 8.108ἐκτός, εἰ μὴ ταύτης κατὰ τοὺς πόλους ἐστίν

    短语 ἐκτὸς εἰ μή 是表示“除非”、“除……之外”的习惯用法。此处亚历山大提出了推动者发生偶性运动的一个貌似例外的条件(即除非它位于球体的两极),随后紧接着用 ἐπαπορεῖ 指出这一设想同样面临困难(两极不仅有两个,而且是不动的)。

  2. 8.108τῷ κατὰ μόρια τὴν κίνησιν εἶναι τῆς σφαίρας

    带冠词不定式的与格结构(τῷ ... εἶναι)在此表示原因:“由于球体的运动是分部分进行的”。下文中与之相对的 τῷ πᾶσαν τὴν περιφέρειαν μὴ κινεῖσθαι... 同样是表示原因的与格带冠词不定式结构。

  3. 8.108ὡς τελικὸν μόνως αἴτιον τὸ πρώτως κινοῦν τὸν Ἀριστοτέλην λέγειν ἀποδεχόμενος

    分词 ἀποδεχόμενος(接受、理解)后接由 ὡς 引出的带不定式的宾格从句(τὸν Ἀριστοτέλην λέγειν)。在 λέγειν 的支配下构成双重宾格结构:τὸ πρώτως κινοῦν 为宾语,τελικὸν μόνως αἴτιον 为补足语宾格,整个结构意为“接受了亚里士多德仅仅将第一推动者讲作目的因的看法”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1353.35-1354.35