- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1352.19-1353.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德在《物理学》结尾(267a21)处对运动的连续性与永恒性、以及推动者和被运动者之单一性的总结进行注解,阐明第一推动者必须完全不动且无劳苦地推动,唯有推动者与天体之间保持不变的关系,运动的一致性与宇宙的永恒性才能得以确立。
" Ἐπεὶ δὲ ἐν τοῖς οὖσιν ἀνάγκη εἶναι κίνησιν συνεχῆ ἕως τοῦ ἵνα ὁμοία ᾖ ἡ κίνησις." Εἰς πέρας ἐλθὼν τῶν προβληθέντων ἀναλαμβάνει λοιπὸν τὰ εἰρημένα καὶ τῶν ἀποδείξεων συντόμως ὑπομιμνήσκων. ἐπεὶ γὰρ δέδεικται, ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι, καὶ οὔτε ἤρξατο μὴ πρότερον οὖσα οὔτε παύσεται ὡς μηκέτι εἶναι, ἀλλ’ ὁμοίως τῷ χρόνῳ ἄναρχός ἐστι καὶ ἀτελεύτητος, πρώτη δὲ ἡ συνεχής, ἡ δὲ συνεχὴς μία (ἡ γὰρ μὴ μία οὐ συνεχής), ἡ δὲ μία ἑνός ἐστι μεγέθους τοῦ κινουμένου (οὐ γὰρ κινεῖται καθ’ αὑτὸ τὸ ἀμέγεθες) καὶ ἑνὸς τοῦ κινοῦντος (εἰ γὰρ μὴ καὶ τὸ κινούμενον ἓν καὶ τὸ κινοῦν ἕν ἐστιν, οὐκ ἔσται συνεχὴς καὶ μία ἡ κίνησις, ἀλλ’ ἐχομένη ἑτέρα ἑτέρας καὶ διῃρημένη), δειχθέντος οὖν τούτου,1 ὅτι ἓν τὸ κινοῦν ἐστι τὴν μίαν καὶ ἀίδιον κίνησιν καὶ ἓν τὸ κινούμενον, πρῶτον τὰ τῷ κινοῦντι προσήκοντα ἀναλαμβάνει καὶ οὕτως τὰ τοῦ κινουμένου προστίθησιν. εἰ γὰρ ἓν τὸ κινοῦν, ἢ κινούμενον κινεῖ ἢ ἀκίνητον ὄν. ἀλλ’ εἰ κινούμενον, δῆλον ὅτι καὶ σῶμα αὐτὸ εἶναι ἀνάγκη· πᾶν γὰρ τὸ καθ’ αὑτὸ κινούμενον σῶμα δέδεικται ὄν. συνακολουθεῖν οὖν αὐτὸ δεήσει τῷ κινουμένῳ καὶ ὑπό τινος καὶ αὐτὸ κινεῖσθαι. καὶ ἐπὶ τοῦ κινοῦντος αὐτό, εἰ κινούμενον εἴη, ἐπειδὴ ὑπό τινος κινεῖται, ἀνάγκη τὸ κινοῦν καὶ ἐκεῖνο ἢ κινούμενον κινεῖν καὶ ὑπό τινος κινούμενον ἢ ἀκίνητον εἶναι. ἵνα οὖν μὴ ἐπ’ ἄπειρον ἴωμεν, ἥξομέν ποτε εἰς τὸ ὑπὸ ἀκινήτου κινεῖσθαι· μὴ γὰρ οὔσης ἀρχῆς τινος, οὐδ’ ἂν τὰ μετ’ αὐτὴν εἴη. δέδεικται δὲ ὅτι τῶν μὲν κινουμένων καὶ κινούντων πρῶτόν ἐστι τὸ αὐτοκίνητον, ἐν τούτῳ δὲ τὸ κινοῦν καθ’ αὑτὸ μὲν ἀκίνητόν ἐστι, κατὰ συμβεβηκὸς δὲ κινεῖται· τὸ δὲ κυρίως κινοῦν οὐδὲ κατὰ συμβεβηκὸς ἀνάγκη συμμεταβάλλειν τῷ κινουμένῳ, καὶ διὰ τοῦτο προσέθηκεν τὸ τοῦτο δὲ οὐκ ἀνάγκη συμμεταβάλλειν διορίζων αὐτὸ τοῦ ἐν τῷ αὐτοκινήτῳ κινοῦντος, ὃ ἀνάγκη κατὰ συμβεβηκὸς συμμεταβάλλειν τῷ κινουμένῳ ὑπ’ αὐτοῦ· τὸ γὰρ τὴν ἀίδιον κινοῦν κίνησιν, περὶ οὗ ὁ λόγος, ἀπόνως ὤφειλε κινεῖν. οὐδὲν γὰρ δύναται πονοῦν ἐπὶ πολὺ διαμένειν, ἀπονώτατον δὲ τὸ μὴ συμμεταβάλλον τῷ κινουμένῳ, μηδὲ κινούμενον μηδαμῶς, ἀλλ’ ἐπὶ τῆς αὐτῆς ἀεὶ τελειότητος ἱδρυμένον. χρὴ δὲ τὴν μίαν καὶ συνεχῆ κίνησιν καὶ ὁμαλῆ εἶναι. ἀνώμαλος γὰρ οὖσα οὔτε μία οὔτε συνεχὴς ἔσται, ὁμαλὴς δὲ κίνησις, ἣν τὸ ἀκίνητον κινήσει, τῷ ἀεὶ ὁμοίως ἔχειν πρὸς τὸ κινούμενον ὑπ’ αὐτοῦ ἅτε κατὰ μηδὲν μεταβάλλον. τὸ δὲ ἢ μόνη ἢ μάλιστα2 δύναται μὲν καὶ κατὰ φιλόσοφον εὐλάβειαν εἰρῆσθαι. λέγοι δὲ ἄν τις, ὡς περὶ τοῦ κινοῦντος μόνου τέως ἐστὶ τὰ εἰρημένα, πλείονα μὲν λόγον εἰς τὴν ὁμαλότητα εἰσάγοντος (διὸ καὶ μᾶλλον ὁμαλὴς διὰ τὸ κινοῦν), δεομένου δὲ καὶ τῆς τοῦ κινουμένου ταυτότητος πρὸς τὸ μόνη κυρίως ὁμαλὴς εἶναι. Καὶ δὴ μέχρι τοῦδε προαγαγὼν τὴν ἀνάληψιν τῶν τῷ κινοῦντι προσηκόντων ἐπάγει καὶ περὶ τοῦ κινουμένου, ὅτι δεῖ καὶ τὸ κινούμενον τὴν αὐτὴν ἀεὶ πρὸς τὸ κινοῦν φυλάττειν σχέσιν, ἵνα ὁμοία καὶ ὁμαλὴς ἡ κίνησις ὄντως διαμένῃ· μόνη γὰρ κυρίως καὶ τελέως ὁμαλὴς αὕτη, ἐν ᾗ καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον ἀμεταβλήτως καὶ ἀεὶ ὡσαύτως ἔχει πρὸς ἄλληλα· δῆλον δέ, ὅτι τὸ οὐράνιον σῶμα τοιοῦτόν ἐστι κυκλοφορητικὸν ὂν καὶ προσεχῶς ὑπὸ τοῦ ἀκινήτως κινοῦντος αἰτίου κινούμενον. ὥστε καὶ ἡ ἀιδιότης συναπεδείχθη τοῦ τε οὐρανοῦ καὶ δι’ αὐτὸν τοῦ παντὸς κόσμου τῇ τε τῆς κινήσεως ἀιδιότητι καὶ τῇ τοῦ πρώτως κινοῦντος ἀμεταβλήτῳ ταυτότητι, κἂν μέλλῃ πάλιν ἐν τῇ περὶ οὐρανοῦ τὴν ἀιδιότητα τούτοις ἀποδεικνύναι.3
“既然在存在者之中必然存在连续运动……直到:为了使运动是一致的。” 到达了所提出论题的终点,[亚里士多德]接下来总结已谈论过的事项,并简要地重提那些证明。因为既然已经证明,必然始终存在运动,它既非先前不存在而后开始,亦非不再存在那样停息,而是如同时间一样无始无终;并且第一位的运动是连续运动,而连续运动是一(因为不是一的运动不是连续的),而单一的运动属于被运动者的单一量度(因为无量度者依自身不被运动),并且属于单一的推动者(因为若非被运动者是一且推动者也是一,运动就不会是连续且单一的,而是彼此相承且分割的);因此在证明了这一点——即推动这单一且永恒运动的是一个推动者,而被运动者也是一个——之后,他首先总结适于推动者的属性,然后才补充属于被运动者的属性。因为若推动者是一,它或者处于被运动中去推动,或者保持不动地去推动。但如果是处于被运动中,显然它自身也必然是物体;因为一切依自身被运动者都已被证明是物体。因此它必须跟随着被运动者,并且它自身也必须被某物所运动。而对于推动它的事物来说,如果它是被运动的,既然它是被某物所运动,推动那一事物的推动者也必然或者处于被运动中且被某物所运动而去推动,或者是不动的。因此,为了让我们不走向无限,我们终将在某一刻达到被不动者所推动;因为如果不存在某种始基,它之后的事物也就不会存在。并且已经证明,在被运动且去推动的事物之中,第一位的是自身运动者,而在这一事物中,推动者依自身固然是不动的,却是偶性地被运动;但本真意义上的推动者,连偶性地也无须与被运动者一同变化,因此他补充了“而此物无须一同变化”这一句,将它与自身运动者之中的推动者区分开来——后者必然偶性地与被它所运动的事物一同变化;因为推动永恒运动的事物(论证所关涉的正是它)应当毫无劳苦地推动。因为任何劳苦之物都无法长久维持,而最无劳苦之物,乃是不与被运动者一同变化、绝不在任何方式下被运动、而是始终确立在同一种完满性之中的事物。单一且连续的运动还必须是一致的。因为如果不一致,它就既不是单一的也不是连续的;而不动者所引起的运动是一致的,这是由于它绝不在任何方面变化,因而始终同样地对待被它运动之物。而“或者唯独或者最主要”这句话,一方面固然可以被说成是出于哲学的谨慎。但人们也可以说,迄今所言仅关于推动者自身,推动者为一致性引入了更大的依据(因此由于推动者的缘故运动更加一致),但仍需要被运动者的同一性,以便能够本真地成为唯独一致的运动。事实上,将适于推动者之属性的总结推进至此之后,他又谈到了被运动者,指出被运动者也必须始终对推动者保持同一种关系,以便运动确实保持相似且一致;因为只有在推动者与被运动者双方都不变且始终同样地对待彼此的运动中,才是本真且完全一致的;显然,天体正是这样的物体,它作圆周运动,并直接被那不动地推动的原因所运动。因此,凭借运动的永恒性以及第一推动者的不变同一性,天的永恒性、并借由天而全宇宙的永恒性,也同时得到了证明,即使他随后还将在《论天》中为这些〔天与全宇宙〕再次证明永恒性。
- 8.107ἐπεὶ γὰρ δέδεικται... δειχθέντος οὖν τούτου
具有长句嵌套结构的句式。由表示原因的从句 ἐπεὶ γὰρ δέδεικται(统领其后由 ὅτι 引导的多重间接引语从句)领起,随后以属格独立结构 δειχθέντος οὖν τούτου(由 ὅτι 从句同位同格说明)予以总结重申,最终才接入主句 πρῶτον τὰ τῷ κινοῦντι προσήκοντα ἀναλαμβάνει。
- 8.107τὸ δὲ ἢ μόνη ἢ μάλιστα
引用亚里士多德原文(267b4–5)词句作为主语名词短语。通过紧随其后的 δύναται μὲν... λέγοι δὲ ἄν τις...,辛普里丘提供了两种句法与释义上的理解:一是指哲学家的审慎(有所保留的陈述),二是说明仅凭推动者一侧的条件尚不足以构成严格意义上唯一的一致运动,还必须考虑被运动者。
- 8.107κἂν μέλλῃ πάλιν ἐν τῇ περὶ οὐρανοῦ τὴν ἀιδιότητα τούτοις ἀποδεικνύναι
由 κἂν(即 καὶ ἐάν)搭配虚拟语气(μέλλῃ)构成的让步条件从句,意为“即使……将要证明”,用以限定并补充前文主句所断言的内容(即在《物理学》中天与宇宙的永恒性已被附带证明)。
