← 辛普里丘

亚里士多德《物理学》注释

§1351.13-1352.18

相互置换说的否定与柏拉图的运动原因论

辛普里丘论证了相互置换仅是物体的空间移位而绝非投掷运动的原因;随后针对亚历山大将此说归于柏拉图的观点进行反驳,引证《蒂迈欧篇》表明柏拉图同样是将运动的原因归于不均匀性与不平等性而非相互置换。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.106#2

ὡς γὰρ ἐπὶ τοῦ βαδίζοντος ἀντιπερίστασις μὲν γίνεται, οὐ μὴν τοῦ βαδίζειν ἡ ἀντιπερίστασις αἰτία, οὕτω καὶ ἐπὶ τῶν ῥιπτουμένων ἄλλο τι τῆς κινήσεως αἴτιόν ἐστιν, καὶ οὐχὶ ἡ ἀντιπερίστασις. μετάστασις γὰρ μόνον καὶ μεταχώρησις ἡ ἀντιπερίστασίς ἐστιν. ὅτι δὲ οὐκ ἔστι κινήσεως αἰτία, δείκνυσιν ἐκ τοῦ τὰ μὲν κατὰ ἀντιπερίστασιν ἅμα κινεῖσθαί τε πάντα καὶ κινεῖν καὶ παύεσθαι τῆς κινήσεως, ὡς εἴρηται πρὸ ὀλίγου. τὸ δὲ ῥιπτούμενον ἕν τι ὂν φαίνεται συνεχῶς κινούμενον. ὑπὸ τίνος οὖν ἔσται τοῦτο κινούμενον; οὐ γὰρ δὴ ὑπὸ τῶν ἀντιπερισταμένων· ταῦτα γὰρ ἅμα πάντα κινεῖταί τε καὶ ἀντιμεθίσταται ἀλλήλοις καὶ ἑνὸς παυσαμένου πάντα παύεται τῆς κινήσεως. ἅμα τε γὰρ τὸ ῥιφθὲν ἀπώσθη ὑπὸ τοῦ ῥίψαντος εἰς τὸ πρόσθεν καὶ ἀντιπεριέστη ὁ πρὸ αὐτοῦ ἀὴρ εἰς τὸ ὅθεν τοῦτο μετέβη. τῆς οὖν μετὰ ταῦτα πάλιν αὐτῷ προόδου τε καὶ φορᾶς τί αἴτιον; ὁ γὰρ ἀντιπεριστὰς αὐτῷ ἀὴρ οὐ πλείων ἐστὶ τῆς χώρας, ἣν κατείληφεν, ὥστε στενοχωρούμενον βιάζεσθαί τε αὐτὸ καὶ προωθεῖν.1 Ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος τοῦ Πλάτωνος δόξαν εἶναί φησιν τὸ κατὰ ἀντιπερίστασιν γίνεσθαι τὴν τῶν ῥιπτουμένων κίνησιν, ἰστέον ὅτι γίνεσθαι μὲν καὶ αὐτὸς ἀντιπερίστασιν ἐπὶ τῶν κινουμένων οἴεται καὶ τοὺς ἀλλήλων τόπους ἀντιμεταλαμβάνειν τὰ σώματα βούλεται διὰ τὸ μηδὲν ἐν τῷ παντὶ κενὸν ἀπολείπεσθαι, οὐ μέντοι οὐδὲ αὐτὸς τὴν ἀντιπερίστασιν αἰτίαν κινήσεως νομίζει, ἀλλὰ τὴν ἀνωμαλίαν καὶ ἀνισότητα. ἔδει δὲ τὸν Ἀλέξανδρον, ὅτε ὁ Ἀριστοτέλης ἔλεγε πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τοσαύτας ἀποδείξεις ἐπόριζεν τῷ λόγῳ καὶ ἐνστάσεις πρὸς αὐτὸν καὶ λύσεις τῶν ἐνστάσεων προεβάλλετο, τότε λέγειν, ὅτι Πλάτωνος οὗτος ὁ λόγος ἦν2 ὁ τὸ κινούμενον πάντως ὑπὸ κινοῦντος λέγων κινεῖσθαι. οὐδὲν δὲ χεῖρον ἴσως ὀλίγα παραγράψαι τοῦ Πλάτωνος αὐτό τε τοῦτο δηλοῦντα καὶ τί τῆς κινήσεως αἴτιον οἴεται καὶ πῶς γίνεσθαι τὰς ἀντιμεταστάσεις νομίζει. λέγει γὰρ ἐν Τιμαίῳ· “ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν εἶναι.3 τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον εἶναι. κίνησις δὲ οὐκ ἔστι τούτων ἀπόντων”, ὥστε καὶ κατὰ Πλάτωνα τὸ κινούμενον ὑπὸ κινοῦντός τινος κινεῖσθαι καὶ τὸ κινοῦν κινούμενόν τι κινεῖν. “ταῦτα δέ, φησίν, ὁμαλὰ εἶναί ποτε ἀδύνατον. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ ἐν ἀνομαλότητι ὄντα ἀεὶ τιθῶμεν. αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως”. ἴσα γὰρ ὄντα καὶ ὅμοια οὐκ ἂν ἄλληλα κινήσοι τὰ σώματα, ἀλλ’ ὡς μετ’ ὀλίγα τῶν εἰρημένων προστίθησι· “σμικρῶν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων παρὰ τὰ μείζονα διακρινόντων, τῶν δὲ μειζόνων ἐκεῖνα συγκρινόντων, πάντα ἄνω κάτω μεταφέρονται πρὸς τοὺς ἑαυτῶν τόπους· μεταβάλλοντα γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τῶν τόπων μεταβάλλει στάσιν. οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται”. τὴν δὲ ἀντιμετάστασιν οὕτω λέγει γίνεσθαι· “πάλιν δὲ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρὸς ἅτε οὐκ εἰς κενὸν ἐξιόντος ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν εἰς τὰς τοῦ πυρὸς ἕδρας ξυνωθῶν, αὐτὸν ἑαυτῷ ξυμμίγνυσιν.” ἀλλὰ ταῦτα ἐν ἄλλοις προηγουμένως ἐξετάζοντας ἀκριβέστερον ἔστι γινώσκειν.

因为正如在行走者身上虽然发生相互置换,但相互置换绝非行走的原因一样,在投射物身上,运动的原因也是某种别的东西,而非相互置换。因为相互置换仅仅是位移和退让。至于它不是运动的原因,正如不久前所言,他是从依相互置换的事物全都在同一时刻被运动、去推动并且停止运动这一点来证明的。相反,投射物作为单一之物,显得是连续被运动的。那么,这物将被什么所推动?绝不是被经历相互置换的事物所推动;因为这些事物全都在同一时刻被运动并彼此置换位置,而且一旦一个停止,所有事物便都停止运动。因为在投掷物被投掷者向前推挤的同时,其前方的空气就相互置换到了这物所离开的那个位置。那么,在这之后它再次前进和移动的原因又是什么呢?因为围绕它而相互置换的空气并不比它所占据的空间更大,以至于会受到狭窄局限而对它施加强力并向前推挤它。 然而,鉴于亚历山大声称投射物的运动依相互置换而产生是柏拉图的见解,应当知晓的是:柏拉图自己固然也认为在被运动者身上发生相互置换,并且主张由于全宇宙中不留任何虚空,物体彼此调换各自的场所,但他自己也绝不认为相互置换是运动的原因,而是认为不均匀性和不平等性才是原因。亚历山大本应当在亚里士多德讲凡被运动者皆被某物运动、为这一论证提供如此多的证明、并针对它提出异论以及给出异论的解决方案时,就说出这一主张凡被运动者完全是由推动者所运动的论证原本是属于柏拉图的。抄录几段柏拉图的原话来阐明这一点,并说明他认为运动的原因是什么以及他认为位置的相互置换是如何发生的,或许绝非无益。因为他在《蒂迈欧篇》中说:“在均匀之中运动绝不愿存在;因为将要被运动者若是没有将要推动者,或者将要推动者若是没有将要被运动者,是困难的,或者不如说是根本不可能存在的;而当这些缺失时,运动便不存在”,因此按照柏拉图的观点,被运动者也是被某种推动者所运动,而推动者也是在推动某种被运动者。“他说,这些事物在任何时候都不可能是均匀的。因此,我们应当始终将静止置于均匀之中,而将运动置于不均匀之中;而不均匀的自然本性的原因,又在于不平等性。”因为如果物体是均等且相似的,它们就不会彼此推动,而是正如他在上述言辞之后不久所补充的:“当细小之物被置于巨大之物身旁,较小者分离较大者,而较大者结合前者时,所有事物都被上下运送至各自的场所;因为每一事物在改变其大小的同时,也改变了场所的位置。因此,正是由于这些原因,得以保持的不均匀性的生成便持续不断地提供了这些事物始终存在并即将存在的永恒运动。”至于相互置换,他说是这样产生的:“而当火再次从那里掉落出来时,由于它并非进入虚空之中,被推挤的近邻空气便将尚易于运动的流体挤合到火的座席中,使它与自身混合。”但是,通过在别处将这些作为主要课题来考察,是可以更准确地认识这些事情的。

语法注3 条
  1. 8.106ὁ γὰρ ἀντιπεριστὰς αὐτῷ ἀὴρ οὐ πλείων ἐστὶ τῆς χώρας, ἣν κατείληφεν, ὥστε στενοχωρούμενον βιάζεσθαί τε αὐτὸ καὶ προωθεῖν.

    由 ὥστε 引导的不定词从句(βιάζεσθαι 与 προωθεῖν)的主语是与 ὁ ἀὴρ 一致的分词 στενοχωρούμενον。否定词 οὐ 修饰主句谓语(οὐ πλείων ἐστί),构成因果否定:置换后的空气并不大于其占据的空间,因此不会因狭隘受压而推挤该物向前。

  2. 8.106ἔδει δὲ τὸν Ἀλέξανδρον, ὅτε ὁ Ἀριστοτέλης ἔλεγε [...] τότε λέγειν, ὅτι Πλάτωνος οὗτος ὁ λόγος ἦν

    非人称动词未完成过去时 ἔδει 与宾格(τὸν Ἀλέξανδρον)及不定词(λέγειν)连用,表达对过去未履行的应尽之事的责难(“亚历山大本应当说出……[却没有说]”)。关联副词 ὅτε ... τότε 限定了时间契机,即正当亚里士多德论述这一普遍原则之时,亚历山大本该指出该论点源自柏拉图。

  3. 8.106ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν εἶναι

    引自柏拉图《蒂迈欧篇》57e。由主动词 λέγει 引出的间接引语中使用了宾格不定词结构(ἐθέλειν κίνησιν εἶναι),并保留了柏拉图特有的拟人化动词 ἐθέλειν(“倾向于/愿意”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1351.13-1352.18