← 辛普里丘

亚里士多德《物理学》注释

§1350.10-1351.13

投掷运动的相继性与相互置换说

对亚里士多德《物理学》第八卷第十章267a12的注解。辛普里丘阐明投掷运动并非真正连续,而是通过空气或水相继传递;并论证相互置换说无法解释运动的持续,必须设定受动者从推动者处接受了推动能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.106#1

" Αὕτη μὲν οὖν ἐν τοῖς ἐνδεχομένοις ἕως τοῦ ὑπό τινος οὖν; οὐ γὰρ ὑπὸ τοῦ αὐτοῦ." Λύσας τὴν ἔνστασιν, τὴν πρὸς τὸν λέγοντα λόγον, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ ἐνισταμένην ἀπὸ τῶν ῥιπτουμένων, ἅτινα καὶ παυσαμένου τοῦ ῥίψαντος αὐτὰ μένει κινούμενα, λύσας δὲ διὰ τοῦ τὸ πρῶτον κινῆσαν ποιεῖν τὸ ὑφ’ ἑαυτοῦ κινηθὲν οἷόν τε καὶ αὐτὸ κινεῖν καὶ ἐκεῖνο τὸ μεθ’ ἑαυτὸ καὶ ἐφεξῆς οὕτως (ἐπὶ πάντων γὰρ ὁ αὐτὸς λόγος), νῦν ἐπάγει,1 ὅτι ἡ τοιαύτη διάδοσις τῆς κινήσεως οὐκ ἐπὶ τῶν ἀϊδίων ἐστίν, ἀλλὰ προσήκει τοῖς ἐνδεχομένοις ὁτὲ μὲν κινεῖσθαι, ὁτὲ δὲ ἠρεμεῖν. καὶ ἐπάγει μετ’ ὀλίγον· διὸ ἐν ἀέρι καὶ ὕδατι γίνεται ἡ τοιαύτη κίνησις. καὶ ἐπιδείκνυσιν, ὅτι οὐκ ἔστι συνεχὴς αὕτη, καὶ ἐκ τοῦ τοῖς ποτὲ μὲν κινουμένοις, ποτὲ δὲ ἠρεμοῦσιν ὑπάρχειν (ἡ γὰρ τοιαύτη κίνησις διακόπτεται ταῖς ἠρεμίαις) καὶ ἐκ τοῦ τὸ κινοῦν τὸ ῥιπτούμενον μὴ ἓν εἶναι ἀλλὰ πλείονα ἢ ἐφεξῆς ἀλλήλων ὄντα ἢ ἁπτόμενα ἀλλήλων. ἔστι δὲ ἐφεξῆς μέν, ὧν μηδέν ἐστι μεταξὺ συγγενές, ἁπτόμενα δέ, ὧν μηδὲν ὅλως ἐστὶ μεταξύ, ἀλλ’ ἔστιν ἐχόμενα ἀλλήλων. εἰ οὖν συνεχὴς μὲν κίνησις ἡ ὑφ’ ἑνὸς τοῦ κινοῦντος γινομένη, αὐτὰ δὲ οὐχ ἕν, οὐκ ἔστι συνεχὴς ἡ ῥῖψις, ἀλλὰ φαινομένη μόνον συνεχής. εἰπὼν δέ, ὅτι οὐ συνεχὴς ἡ κίνησις ἀλλ’ ἐκ διαδοχῆς γινομένη, ἐπήγαγε· διὸ ἐν ἀέρι καὶ ὕδατι ἡ τοιαύτη κίνησις ἡ κατὰ ῥῖψιν, διότι πέφυκε ταῦτα κινηθέντα ὑπό τινος κινητικὰ καὶ αὐτὰ γίνεσθαι τῶν ἐφεξῆς καὶ τὰ ἐχόμενα αὐτῶν ὁμοίως. τὴν δὲ τοιαύτην, φησί, κίνησίν τινες ἀντιπερίστασιν καλοῦσιν. ἀντιπερίστασις δέ ἐστιν, ὅταν ἐξωθουμένου τινὸς σώματος ὑπὸ σώματος ἀνταλλαγὴ γένηται τῶν τόπων, καὶ τὸ μὲν ἐξωθῆσαν ἐν τῷ τοῦ ἐξωθηθέντος στῇ τόπῳ, τὸ δὲ ἐξωθηθὲν τὸ προσεχὲς ἐξωθῇ καὶ ἐκεῖνο τὸ ἐχόμενον, ὅταν πλείονα ᾖ, ἕως ἂν τὸ ἔσχατον ἐν τῷ τόπῳ γένηται τοῦ πρώτου ἐξωθήσαντος. κἂν γίνηται δέ, φησίν, ἀντιπερίστασις ἐπὶ τοῦ ῥιπτουμένου, ἀλλ’ οὐκ ἔστιν αὕτη τῆς τοῦ ῥιπτουμένου κινήσεως αἰτία. ἡ γὰρ ἀντιπερίστασις ἅμα πάντα κινεῖσθαι ποιεῖ καὶ κινεῖν, τουτέστιν ἐξωθεῖσθαι καὶ ἐξωθεῖν· εἰ δὲ ἅμα πάντα κινεῖται, ἅμα καὶ παύεται. οὔτε γὰρ τὸ πρῶτον ἐξωθοῦν καταλαμβάνει τὸν τοῦ πρώτου ἐξωθουμένου τόπον, εἰ μὴ ἐκεῖνο τὸν τοῦ ἐφεξῆς καὶ ἐκεῖνο τὸν τοῦ ἐχομένου καὶ τὸ τελευταῖον τὸν τοῦ πρώτου μεταβάντος καταλάβοι τόπον καὶ τῆς κινήσεως ἅμα πάντων γινομένης2 καὶ τῆς ἐν τοῖς ἀλλήλων τόποις ἱδρύσεως. τὸ δὲ τοὺς ἀλλήλων καταλαμβάνειν τόπους, ὅπερ ἐστὶν ἡ ἀντιπερίστασις, οὐδὲν πρὸς τὴν κίνησιν συντελεῖ τοῦ ῥιπτουμένου, εἰ μή τις ὑποθοῖτο, ὅπερ αὐτὸς εἶπεν, τὰ κινοῦντα καὶ αὐτὰ κινεῖν οἷά τε ποιεῖν τὰ κινούμενα· οὕτω γὰρ τὸ καταλαβὸν τὸν τοῦ ῥιπτουμένου τόπον κινήσει καὶ αὐτὸ τὸ ῥιπτούμενον καὶ κινεῖν τὰ ἐφεξῆς ποιήσει. ὥστε ἀδύνατον ἄλλως τὰ ἀπορηθέντα περὶ τοῦ ῥιπτουμένου λύειν, εἰ μὴ τὸ κινούμενον καὶ κινητικὴν δύναμιν λαμβάνειν παρὰ τοῦ κινοῦντος ὑποθώμεθα. καὶ γὰρ ἀντιπεριστάσεως μὲν γινομένης ἡ κίνησις ἐπιτελεῖται, οὐ μὴν διὰ τὴν ἀντιπερίστασιν.

“因此这种[运动]在有可能……之中”直到“那么是由某物[推动]吗?因为不是由同一事物。” 在解决了针对凡被运动者皆被某物运动这一论证的反驳——即从投射物提出的反驳,投射物在投掷者停止之后仍保持被运动——并且是通过第一推动者使其自身所运动之物也能自行推动,而该物又使其后的事物[推动],如此顺次进行(因为在所有情况下论证都是同一的)来解决了这一反驳之后,现在[亚里士多德]接着指出,运动的这种传递并不存在于永恒事物之中,而是适于那些有可能时而被运动、时而静止的事物。随后不久他又补充道:“因此这种运动产生在空气和水之中。”而且他证明了这种运动不是连续的:一方面由于它属于时而被运动、时而静止的事物(因为这种运动被静止所打断);另一方面由于推动投射物的事物不是一个,而是多个彼此顺次或彼此相接触的事物。顺次之物,是指它们之间没有任何同类之物;相接触之物,则是指它们之间完全没有任何间隔,而是彼此相邻。因此,如果说连续的运动是由单一推动者所产生的运动,而这些[推动者]并非一个,那么投掷运动就不是连续的,而只是表面上看起来是连续的。 在说明了运动不是连续的而是由相继承接产生之后,他补充道:“因此这种因投掷而起的运动产生在空气和水之中”,因为这些事物在自然本性上具有这样的特征:一旦被某物运动,自身也会成为能够推动顺次之物的推动者,而与它们相邻的事物也是同样如此。他说,有些人将这种运动称为相互置换。所谓相互置换,是指当一个物体被另一个物体推挤出来时,发生了位置的相互调换,推挤的物体停留在被推挤物体的场所中,而被推挤的物体则推挤紧接着的物体,后者推挤与它相邻的物体(当有多个物体时),直到最后的物体处于第一推挤者的场所中。他说,即使在投射物上发生了相互置换,但这并不是投射物运动的原因。因为相互置换使所有事物同时被运动并去推动,也就是说,同时被推挤并去推挤;但如果所有事物同时被运动,它们也会同时停止。因为除非第一个被推挤的物体占据顺次之物的场所,而该物又占据与其相邻之物的场所,最后的物体占据最先移动者的场所,并且所有事物的运动以及它们在彼此场所中的定居是同时发生的,否则第一推挤者便无法占据第一个被推挤者的场所。而占据彼此的场所(即相互置换),对于投射物的运动毫无贡献,除非人们像他本人所说的那样设定:推动者们使被运动者也能够去推动;因为唯有如此,占据投射物场所的事物才会自身也去推动投射物,并使它去推动顺次之物。因此,除了设定被运动者也从推动者那里接受推动能力之外,绝不可能以其他方式解决关于投射物的疑难。因为虽然在发生相互置换的同时运动得以完成,但这绝非由于相互置换的缘故。

语法注2 条
  1. 8.106Λύσας τὴν ἔνστασιν... λύσας δὲ διὰ τοῦ... νῦν ἐπάγει

    分词 λύσας 通过复指的 δέ(λύσας δέ)被重复使用,以总结并承接上一节的内容,引出主句动词 νῦν ἐπάγει(“现在[他]接着指出”)。介词短语 διά τοῦ... ποιεῖν 构成带冠词的不定式结构,其中 τὸ πρῶτον κινῆσαν 为逻辑主语,τὸ ὑφ’ ἑαυτοῦ κινηθέν 为宾语,οἷόν τε καὶ αὐτὸ κινεῖν 为宾语补足语。

  2. 8.106οὔτε γὰρ τὸ πρῶτον ἐξωθοῦν καταλαμβάνει... εἰ μὴ ἐκεῖνο... καταλάβοι τόπον καὶ τῆς κινήσεως ἅμα πάντων γινομένης

    主句动词 καταλαμβάνει(现在直陈式)与条件从句中的希求法 εἰ μὴ... καταλάβοι 相呼应,表达逻辑上的不可能性(除非环形置换全部完成)。属格独立结构 καὶ τῆς κινήσεως ἅμα πάντων γινομένης 表明在相互置换的定义中,所有物体的运动与就位都是“同时”发生的,以此作为限制各个局部位置移动的附带条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1350.10-1351.13