← 辛普里丘

亚里士多德《物理学》注释

§1348.26-1350.9

投掷运动中介质的自我运动与动力传递

辛普里丘捍卫了亚历山大关于投掷运动中空气“在某种方式上成为自我运动者”的解释,将其阐明为持续运动的传递而非动物式的严格自我运动,并论证了这一方案与亚里士多德物理学基本原理(一切被运动者皆由推动者运动、推动者与被运动者的关系以及介质的作用)的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.105#4

μήποτε οὖν καλῶς ὁ Ἀλέξανδρος, οὐχ ἁπλῶς αὐτοκίνητον, ἀλλὰ “τρόπον τινὰ αὐτοκίνητον” γίνεσθαι τὸν ἀέρα, ὑπὸ τοῦ πρώτου κινοῦντος εἶπεν1 ὡς τῆς ἐνδιδομένης ἐν αὐτῷ κινήσεως ὑπὸ τοῦ κινοῦντος ἐνεργοῦ μὲν οὔσης καὶ μετὰ τὸ παύσασθαι τὸ κινοῦν, ἀλλ’ οὐχ ὡς ἄλλο μὲν τὸ κινοῦν ἴσχοντος τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ἄλλο δὲ τὸ κινούμενον, ὡς τὰ κυρίως αὐτοκίνητα. ἐπὶ γὰρ τούτων τὸ κινοῦν οἷον ἡ ψυχὴ ἀκίνητον ὂν καθ’ αὑτὸ κινεῖ, κἂν κατὰ συμβεβηκὸς κινῆται, ὁ δὲ προσεχῶς κινηθεὶς ὑπὸ τοῦ ῥιπτοῦντος ἀὴρ ὅλος κινεῖται καὶ τῷ κινεῖσθαι αὐτὸς κινεῖ τὸν ἐφεξῆς ὠθισμῷ τινι χρώμενος, ᾧ τὸ πρῶτον κινῆσαν ἐπ’ αὐτοῦ ἐχρήσατο· ἀλλ’ οὐκ ἀκινήτῳ τινὶ κινεῖ, ὡς ἡ τοῦ ῥίψαντος ψυχὴ ἐκίνησε τὸ σῶμα, ἀλλ’ ὡς τὸ τοῦ ῥίψαντος σῶμα τῇ ἑαυτοῦ κινήσει τὸν ἀέρα ἐκίνησεν, οὕτως καὶ ὁ ἀὴρ ἐμμεινάσης αὐτῷ τῆς κινήσεως τὸν μεθ’ ἑαυτὸν ἀέρα καὶ ἐκεῖνος τὸν ἐφεξῆς, ἕως τῇ ἐπὶ πλέον διαδόσει κατ’ ὀλίγον ἡ κίνησις ἐκλυθείη. ὅτι δὲ ἐμμένει κίνησις ἐπὶ χρόνον τινὰ καὶ παυσαμένου τοῦ κινοῦντος, ὅταν ἥ τε δύναμις ἡ κινήσασα ἀξιόλογος ᾖ καὶ τὸ κινηθὲν ἐπιτήδειον, δηλοῦσι καὶ οἱ στρόμβοι οἱ ἐπὶ πολὺ περιφερόμενοι μετὰ τὴν ἀπὸ τοῦ κινήσαντος περιστροφὴν καὶ τὰ πληττόμενα χαλκία καὶ ἐπὶ πολὺ ἠχοῦντα διὰ τὸ μεῖναι κινούμενα καὶ τὸν ἀέρα κινοῦντα. ἀρχὴν γὰρ ταῦτα κινήσεως ἀπὸ τοῦ κινοῦντος λαβόντα διὰ τὴν πρὸς τὸ κινεῖσθαι εὐφυΐαν ἐπιμένει κινούμενα καὶ ἀποστάντος τοῦ κινοῦντος. καὶ τοῦτό ἐστιν ὅπερ ὁ Ἀλέξανδρος εἶπεν τὸ ‘πρὸς ὀλίγον τρόπον τινὰ αὐτοκίνητα γίνεσθαι’ ὡς ἐπιμένοντος ἐν τῷ κινεῖσθαι τοῦ κινουμένου καὶ τῷ κινεῖσθαι τὸ ἐφεξῆς κινοῦντος. Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης εἶπεν, ὅτι [δὲ] οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον. ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται, κινοῦν δὲ ἔτι ἐστίν; ἢ ἐπειδὴ τὸ κινοῦν καὶ τὸ κινούμενον ὡς πρός τι λεγόμενα ἅμα ἐστίν, ὅταν δὲ ἀποστῇ τὸ κινοῦν τῆς μὲν πρὸς ἐκεῖνο σχέσεως παύεται τὸ κινούμενον, κινεῖ μέντοι τῷ καὶ αὐτὸ κινεῖσθαι, οὐχ ὡς ἔτι κινοῦντος τοῦ κινήσαντος, ἀλλ’ ὡς ἐπιμενούσης τῆς ἐνδοθείσης ὑπ’ ἐκείνου κινήσεως. διὸ καὶ οὐκ ἀκίνητον μὲν αὐτὸ ὂν κινεῖ, ἀλλὰ κινούμενον. οὐ μέντοι ὡς ἐκείνου κινοῦντος ἔτι οὐδὲ ὡς αὐτοκίνητον ἁπλῶς ὑπ’ αὐτοῦ γενόμενον, ἀλλ’ ὡς μενούσης ἐν αὐτῷ τῆς ἐνδοθείσης ἐκεῖθεν κινήσεως καὶ τὸ ἐφεξῆς κινούσης, παυσαμένου δὲ τοῦ ὡς πρὸς κινοῦν κινουμένου. πῶς οὖν ἔτι τὸ κινούμενον ὑπό τινος κινεῖται, εἰ τὸ μὲν κινοῦν παύεται, τὸ δὲ κινούμενον ὑπομένει; ἢ ὅτι ἐπειδὴ ἀπὸ τοῦ κινοῦντος ἡ κίνησις ἐνεδόθη τῷ κινουμένῳ, κἂν πέπαυται τὸ κινοῦν, ὑπ’ ἐκείνου λέγεται κινεῖσθαι τὸ κινούμενον τοῦ τὴν κίνησιν αὐτῷ τὴν ἐπίμονον ἐνδεδωκότος· οὐ γὰρ ἐμφαίνει ὁ λόγος τὸ δεῖν παρεῖναι πάντως τὸ κινοῦν, ἀλλὰ τὸ ἀπ’ ἐκείνου τὴν κίνησιν ἐνδίδοσθαι τῷ κινουμένῳ. ἀλλ’ εἰ τὸν ῥιπτοῦντα τὸ βέλος τῷ ἀέρι μόνιμον κίνησιν ἐνδιδόναι λέγομεν, διὰ τί μὴ τῷ βέλει ταύτην ἐνδιδόναι εἰπόντες μηκέτι τοῦ ἀέρος δεώμεθα, μὴ μόνον κινεῖσθαι ἀλλὰ καὶ κινεῖν αὐτὸν λέγειν ἀναγκαζόμενοι; ἢ ὅτι τὰ μέσα στοιχεῖα τό τε ὕδωρ καὶ ὁ ἀήρ, ὡς αὐτὸς εἶπεν ὁ Ἀριστοτέλης, καὶ πρὸς τὴν ἐπὶ τὸ ἄνω καὶ πρὸς τὴν ἐπὶ τὸ κάτω κίνησιν ἐπιτηδείως ἔχει καὶ διὰ τοῦτο καὶ πρὸς τὴν ἐπὶ τὰ πλάγια. μονιμωτέραν οὖν ὑποδεχόμενα κίνησιν συντελεῖν αὐτὰ πρὸς τὸ μόνιμον τῆς ἐπὶ τὰ πλάγια ἢ ἐπὶ τὸ ἄνω κινήσεως τῶν γεηρῶν καὶ μὴ πεφυκότων οὕτω κινεῖσθαι φαμεν, ἐπεὶ πάντως καὶ ἐκείνοις ἐνδίδοταί τις παρὰ τοῦ κινοῦντος ἐφ’ ὁσονοῦν μόνιμος κίνησις. ταῦτα μὲν οὖν εἴρηταί μοι καὶ τοὺς δύο λόγους καλῶς ἔχειν βουλομένῳ,2 τόν τε λέγοντα πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τὸν λέγοντα τὸ σωματικῶς κινοῦν κινούμενον κινεῖν καὶ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν τὸ μὴ ἅμα παύεσθαι κινούμενον καὶ κινοῦν προσᾷδον φανῆναι τοῖς εἰρημένοις, καὶ μέντοι τὴν τοῦ Ἀλεξάνδρου πρὸς ταῦτα βοήθειαν τὴν λέγουσαν ‘τρόπον τινὰ αὐτοκίνητον γίνεσθαι’ ὑπὸ τοῦ ῥιπτοῦντος τὸν προσεχῆ ἀέρα καὶ ὑπ’ ἐκείνου τὸν ἐφεξῆς, οὕτως ἀξιοῦν ἐκδέχεσθαι, ὡς μόνιμον κίνησιν ἐνδιδόντος τοῦ κινοῦντος ἄλλως ποιοῦντος αὐτὸ κινοῦν καὶ κινούμενον, ὥσπερ τὰ ζῷα ἄλλο τὸ κινοῦν καὶ ἄλλο τὸ κινούμενον ἔχοντα καὶ τὸ κινοῦν ἀκίνητον· ταῦτα γὰρ τῷ κινεῖσθαι τὰ ἐφεξῆς ὠθεῖ. εἰ δέ τις πιθανώτερον δύναται τοῖς εἰρημένοις ἐπιβάλλειν, οὐκ ἐχθρὸς ἀλλὰ φίλος κρατείτω.

因此,亚历山大说空气由第一推动者所造成的并非单纯是自我运动者,而是“在某种方式上成为自我运动者”,这或许是恰当的;这是就推动者赋予其中的运动即使在推动者停止之后也处于现实活动而言的,但并不是说空气或水像严格意义上的自我运动者那样具有一个推动的部分和另一个被运动的部分。因为在严格意义的自我运动者中,推动者(如灵魂)自身是不动的却去推动,即便它偶性地被运动;而紧接着被投掷者运动的空气则是作为整体被运动的,并通过自身被运动,采用第一推动者施加于它的某种推力去推动紧邻之物;但它并不是通过某种不动的事物去推动(正如投掷者的灵魂推动身体那样),而是正如投掷者的身体通过自身的运动推动空气一样,空气也由于运动留存于自身之中而推动其后的空气,而那一部分空气又推动紧邻之物,直到由于进一步的传递而使运动逐渐消散。 而当推动的力量显著且被运动之物适宜时,即使推动者停止,运动仍会持续一段时间,这一点由在推动者施加旋转之后仍长时间旋转的陀螺,以及被敲击后由于保持被运动并持续推动空气而长时间发声的铜器所证明。因为这些事物从推动者那里接受了运动的开端,由于易于被运动的天然禀赋,即使推动者离开后也依然保持被运动。而这正是亚历山大所说的“在某种方式上短暂地成为自我运动者”,即被运动者保持在被运动中,并通过被运动去推动紧邻之物。 然而,亚里士多德怎么会说“推动者与被运动者并非同时停止;当推动者停止时,它作为被运动者固然同时停止,但它仍然是推动者”呢?难道是因为“推动者”与“被运动者”作为相关概念是同时并存的,而当推动者离开时,被运动者便停止了与前者的关系,然而它通过自身也被运动而去推动,这并不是由于推动者仍在推动,而是由于推动者所赋予的运动仍在持续?因此,它去推动并不是它自身不动,而是被运动着;然而,这并不是由于那〔推动者〕仍在推动,也不是由于自身单纯被它变成了自我运动者,而是由于从那里赋予的运动留存在它之中并推动紧邻之物,而作为相对于推动者的被运动状态则已停止。 那么,如果推动者停止而受动者持续存在,被运动者又怎么仍是被某物运动的呢?难道是因为,既然运动是由推动者赋予被运动者的,即使推动者已经停止,被运动者仍被称为是被那为其赋予了持久运动者所运动的?因为这一命题并不表明推动者必须完全在场,而是表明运动是由推动者赋予被运动者的。 但是,如果我们说投掷投射物的人赋予空气以持久的运动,为什么不说他将这赋予投射物,从而不再需要空气,以免被迫说空气不仅被运动而且还去推动呢?难道是因为正如亚里士多德本人所说,水和空气这两种中间元素对于向上和向下的运动都具有适宜性,因此对于朝向侧方的运动也同样适宜?因此我们说,它们接受了更持久的运动,有助于那些土性的、依自然本性不适于如此运动的事物朝向侧方或向上运动的持久性,因为无论如何,推动者也赋予了那些事物某种在一定程度上持久的运动。 因此,我之所以说这些,是希望这两种论证都能成立——即主张凡被运动者皆被某物运动的论证,以及主张物体性地推动者是在被运动中去推动的论证——并且希望亚里士多德所说的“被运动者与推动者并非同时停止”显得与前述主张相协调;此外,也是认为应当这样理解亚历山大对此的辩护(即认为紧邻的空气由投掷者“在某种方式上成为自我运动者”,而其后的空气又由它如此产生):推动者赋予了持久的运动,使它成为推动者和被运动者,但这不同于动物拥有一个推动的部分和另一个被运动的部分且推动者不动;因为这些事物是通过被运动而推斥紧邻之物的。然而,如果有人能对所论述的内容提出更有说服力的见解,就让他不是作为敌人、而是作为朋友取得胜利吧。

语法注2 条
  1. 8.105μήποτε οὖν καλῶς ὁ Ἀλέξανδρος, οὐχ ἁπλῶς αὐτοκίνητον, ἀλλὰ “τρόπον τινὰ αὐτοκίνητον” γίνεσθαι τὸν ἀέρα, ὑπὸ τοῦ πρώτου κινοῦντος εἶπεν

    μήποτε 后接直陈式过去时(εἶπεν),构成委婉肯定的惯用表达(“或许……说得恰当”)。在句法结构上,εἶπεν 为主句动词,后接带不定式宾语从句(τὸν ἀέρα γίνεσθαι...)。

  2. 8.105ταῦτα μὲν οὖν εἴρηταί μοι καὶ τοὺς δύο λόγους καλῶς ἔχειν βουλομένῳ

    被动态完成时动词 εἴρηται(主语为 ταῦτα)搭配施动者与格代词 μοι,分词 βουλομένῳ 与之同格修饰(“由于我希望……”)。βουλομένῳ 统摄后文由 καί 并列的一系列带不定式从句(καὶ τοὺς δύο λόγους καλῶς ἔχειν... καὶ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν... προσᾷδον φανῆναι... καὶ μέντοι... ἀξιοῦν ἐκδέχεσθαι),构成长句的核心主干。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1348.26-1350.9